The Complete Plays

Home > Fiction > The Complete Plays > Page 61
The Complete Plays Page 61

by Aristophanes


  ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.

  Ἀλλαντοπώλης

  οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν

  παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθ᾽ὅπως ἐκείνους

  οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται. 880

  τονδὶ δ᾽ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον

  οὐπώποτ᾽ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας

  χειμῶνος ὄντος· ἀλλ᾽ἐγώ σοι τουτονὶ δίδωμι.

  Δῆμος

  τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ᾽ἐπενόησεν.

  καίτοι σοφὸν κἀκεῖν᾽ὁ Πειραιεύς· ἔμοιγε μέντοι 885

  οὐ μεῖζον εἶναι φαίνετ᾽ἐξεύρημα τοῦ χιτῶνος.

  Κλέων

  οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.

  Ἀλλαντοπώλης

  οὔκ, ἀλλ᾽ὅπερ πίνων ἀνὴρ πέπονθ᾽ὅταν χεσείῃ,

  τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.

  Κλέων

  ἀλλ᾽οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν 890

  προσαμφιῶ τοδί· σὺ δ᾽οἴμωζ᾽ὦ πόνηρ᾽.

  Δῆμος

  ἰαιβοῖ.

  οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;

  Ἀλλαντοπώλης

  καὶ τοῦτό <γ᾽> ἐπίτηδές σε περιήμπεσχ᾽, ἵνα σ᾽ἀποπνίξῃ·

  καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ᾽ἐκεῖνον

  τοῦ σιλφίου τὸν ἄξιον γενόμενον; 895

  Δῆμος

  οἶδα μέντοι.

  Ἀλλαντοπώλης

  ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδ᾽ἄξιον γενέσθαι,

  ἵν᾽ἐσθίοιτ᾽ὠνούμενοι, κἄπειτ᾽ἐν ἡλιαίᾳ

  βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.

  Δῆμος

  νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ᾽εἶπ᾽ἀνὴρ Κόπρειος.

  Ἀλλαντοπώλης

  οὐ γὰρ τόθ᾽ὑμεῖς βδεόμενοι δήπου ᾽γένεσθε πυρροί; 900

  Δῆμος

  καὶ νὴ Δί᾽ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.

  Κλέων

  οἵοισί μ᾽ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.

  Ἀλλαντοπώλης

  ἡ γὰρ θεός μ᾽ἐκέλευσε νικῆσαί σ᾽ἀλαζονείαις.

  Κλέων

  ἀλλ᾽οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν

  ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι. 905

  Ἀλλαντοπώλης

  ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι

  τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.

  Κλέων

  ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.

  Ἀλλαντοπώλης

  ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.

  Κλέων

  ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ. 910

  Ἀλλαντοπώλης

  ἐμοῦ μὲν οὖν.

  Κλέων

  ἐμοῦ μὲν οὖν.

  ἐγώ σε ποιήσω τριηραρχεῖν

  <ἀναλίσκοντα τῶν

  σαυτοῦ,> παλαιὰν ναῦν ἔχοντ᾽,

  εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις 915

  οὐδὲ ναυπηγούμενος·

  διαμηχανήσομαί θ᾽ὅπως

  ἂν ἱστίον σαπρὸν λάβῃς.

  Χορός

  ἁνὴρ παφλάζει, παῦε παῦ᾽,

  ὑπερζέων· ὑφελκτέον 920

  τῶν δᾳδίων ἀπαρυστέον

  τε τῶν ἀπειλῶν ταυτῃί.

  Κλέων

  δώσεις ἐμοὶ καλὴν δίκην

  ἰπούμενος ταῖς ἐσφοραῖς.

  ἐγὼ γὰρ ἐς τοὺς πλουσίους 925

  σπεύσω σ᾽ὅπως ἂν ἐγγραφῇς.

  Ἀλλαντοπώλης

  ἐγὼ δ᾽ἀπειλήσω μὲν οὐδέν,

  εὔχομαι δέ σοι ταδί·

  τὸ μὲν τάγηνον τευθίδων

  ἐφεστάναι σίζον· σὲ δὲ 930

  γνώμην ἐρεῖν μέλλοντα περὶ

  Μιλησίων καὶ κερδανεῖν

  τάλαντον, ἢν κατεργάσῃ,

  σπεύδειν ὅπως τῶν τευθίδων

  ἐμπλήμενος φθαίης ἔτ᾽εἰς 935

  ἐκκλησίαν ἐλθών· ἔπειτα

  πρὶν φαγεῖν ἀνὴρ μεθήκοι,

  καὶ σὺ τὸ τάλαντον λαβεῖν

  βουλόμενος ἐσθίων

  ἐναποπνιγείης. 940

  Χορός

  εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.

  Δῆμος

  κἀμοὶ δοκεῖ· καὶ τἄλλα γ᾽εἶναι καταφανῶς

  ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου

  ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ. 945

  σὺ δ᾽ὦ Παφλαγὼν φάσκων φιλεῖν μ᾽ἐσκορόδισας.

  καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι

  ἐμοὶ ταμιεύσεις.

  Κλέων

  ἔχε· τοσοῦτον δ᾽ἴσθ᾽ὅτι,

  εἰ μή μ᾽ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ

  ἐμοῦ πανουργότερός τις ἀναφανήσεται. 950

  Δῆμος

  οὐκ ἔσθ᾽ὅπως ὁ δακτύλιός ἐσθ᾽οὑτοσὶ

  οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,

  ἀλλ᾽ἢ οὐ καθορῶ.

  Ἀλλαντοπώλης

  φέρ᾽ἴδω τί σοι σημεῖον ἦν;

  Δῆμος

  δημοῦ βοείου θρῖον ἐξωπτημένον.

  Ἀλλαντοπώλης

  οὐ τοῦτ᾽ἔνεστιν. 955

  Δῆμος

  οὐ τὸ θρῖον; ἀλλὰ τί;

  Ἀλλαντοπώλης

  λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.

  Δῆμος

  αἰβοῖ τάλας.

  Ἀλλαντοπώλης

  τί ἔστιν;

  Δῆμος

  ἀπόφερ᾽ἐκ�
�οδών.

  οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.

  παρ᾽ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.

  Κλέων

  μὴ δῆτά πώ γ᾽ὦ δέσποτ᾽, ἀντιβολῶ σ᾽ἐγώ, 960

  πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

  Ἀλλαντοπώλης

  καὶ τῶν ἐμῶν νυν.

  Κλέων

  ἀλλ᾽ἐὰν τούτῳ πίθῃ,

  μολγὸν γενέσθαι δεῖ σε.

  Ἀλλαντοπώλης

  κἄν γε τουτῳί,

  ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.

  Κλέων

  ἀλλ᾽οἵ γ᾽ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ 965

  χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.

  Ἀλλαντοπώλης

  οὑμοὶ δέ γ᾽αὖ λέγουσιν ὡς ἁλουργίδα

  ἔχων κατάπαστον καὶ στεφάνην ἐφ᾽ἅρματος

  χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.

  Χορός

  καὶ μὴν ἔνεγκ᾽αὐτοὺς ἰών, ἵν᾽οὑτοσὶ 970

  αὐτῶν ἀκούσῃ.

  Δῆμος

  πάνυ γε. καὶ σύ νυν φέρε.

  Κλέων

  ἰδού.

  Ἀλλαντοπώλης

  ἰδοὺ νὴ τὸν Δί᾽· οὐδὲν κωλύει.

  Χορός

  ἥδιστον φάος ἡμέρας

  ἔσται τοῖσι παροῦσι καὶ

  τοῖσι δεῦρ᾽ἀφικνουμένοις, 975

  ἢν Κλέων ἀπόληται.

  καίτοι πρεσβυτέρων τινῶν

  οἵων ἀργαλεωτάτων

  ἐν τῷ δείγματι τῶν δικῶν

  ἤκουσ᾽ἀντιλεγόντων, 980

  ὡς εἰ μὴ ᾽γένεθ᾽οὗτος ἐν

  τῇ πόλει μέγας, οὐκ ἂν ἤστην

  σκεύη δύο χρησίμω,

  δοῖδυξ οὐδὲ τορύνη.

  ἀλλὰ καὶ τόδ᾽ἔγωγε θαυμάζω 985

  τῆς ὑομουσίας

  αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ

  παῖδες οἳ ξυνεφοίτων,

  τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι

  θαμὰ τὴν λύραν, 990

  ἄλλην δ᾽οὐκ ἐθέλειν μαθεῖν·

  κᾆτα τὸν κιθαριστὴν

  ὀργισθέντ᾽ἀπάγειν κελεύειν,

  ὡς ἁρμονίαν ὁ παῖς

  οὗτος οὐ δύναται μαθεῖν 995

  ἢν μὴ Δωροδοκιστί.

  Κλέων

  ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.

  Ἀλλαντοπώλης

  οἴμ᾽ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.

  Δῆμος

  ταυτὶ τί ἔστι;

  Κλέων

  λόγια.

  Δῆμος

  πάντ᾽;

  Κλέων

  ἐθαύμασας;

  καὶ νὴ Δί᾽ἔτι γέ μοὔστι κιβωτὸς πλέα. 1000

  Ἀλλαντοπώλης

  ἐμοὶ δ᾽ὑπερῷον καὶ ξυνοικία δύο.

  Δῆμος

  φέρ᾽ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;

  Κλέων

  οὑμοὶ μέν εἰσι Βάκιδος.

  Δῆμος

  οἱ δὲ σοὶ τίνος;

  Ἀλλαντοπώλης

  Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.

  Δῆμος

  εἰσὶν δὲ περὶ τοῦ; 1005

  Κλέων

  περὶ Ἀθηνῶν, περὶ Πύλου,

  περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

  Δῆμος

  οἱ σοὶ δὲ περὶ τοῦ;

  Ἀλλαντοπώλης

  περὶ Ἀθηνῶν, περὶ φακῆς,

  περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,

  περὶ τῶν μετρούντων τἄλφιτ᾽ἐν ἀγορᾷ κακῶς,

  περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων. 1010

  Δῆμος

  ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,

  καὶ τὸν περὶ ἐμοῦ ᾽κεῖνον ᾧπερ ἥδομαι,

  ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.

  Κλέων

  ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.

  φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων 1015

  ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.

  σῴζεσθαί σ᾽ἐκέλευσ᾽ἱερὸν κύνα καρχαρόδοντα,

  ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς

  σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ᾽ἀπολεῖται.

  πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί. 1020

  Δῆμος

  ταυτὶ μὰ τὴν Δήμητρ᾽ἐγὼ οὐκ οἶδ᾽ὅ τι λέγει.

  τί γάρ ἐστ᾽Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;

  Κλέων

  ἐγὼ μέν εἰμ᾽ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·

  σοὶ δ᾽εἶπε σῴζεσθαί μ᾽ὁ Φοῖβος τὸν κύνα.

  Ἀλλαντοπώλης

  οὐ τοῦτό φησ᾽ὁ χρησμός, ἀλλ᾽ὁ κύων ὁδὶ 1025

  ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.

  ἐμοὶ γάρ ἐστ᾽ὀρθῶς περὶ τούτου τοῦ κυνός.

  Δῆμος

  λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,

  ἵνα μή μ᾽ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.

  Ἀλλαντοπώλης

  φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν, 1030

  ὃς κέρκῴ σαίνων σ᾽ὁπόταν δειπνῇς ἐπιτηρῶν

  ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·

  ἐσφοιτῶν τ᾽ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν

  νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.

  Δῆμος

  νὴ τὸν Ποσειδῶ πολύ γ᾽ἄμεινον ὦ Γλάνι. 1035

  Κλέων

  ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.

  ἔστι γυνή, τέξει δὲ λέονθ᾽ἱεραῖς ἐν Ἀθήναις,

  ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται

  ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,

  τεῖχος ποιήσας ξύλινον πύ
ργους τε σιδηροῦς. 1040

  ταῦτ᾽οἶσθ᾽ὅ τι λέγει;

  Δῆμος

  μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.

  Κλέων

  ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·

  ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.

  Δῆμος

  καὶ πῶς μ᾽ἐλελήθης Ἀντιλέων γεγενημένος;

  Ἀλλαντοπώλης

  ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, 1045

  ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,

  ἐν ᾧ σε σῴζειν τόνδ᾽ἐκέλευσ᾽ὁ Λοξίας.

  Δῆμος

  πῶς δῆτα τοῦτ᾽ἔφραζεν ὁ θεός;

  Ἀλλαντοπώλης

  τουτονὶ

  δῆσαί σ᾽ἐκέλευ᾽ἐν πεντεσυρίγγῳ ξύλῳ.

  Δῆμος

  ταυτὶ τελεῖσθαι τὰ λόγι᾽ἤδη μοι δοκεῖ. 1050

  Κλέων

  μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.

  ἀλλ᾽ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι

  ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.

  Ἀλλαντοπώλης

  τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.

  Κεκροπίδη κακόβουλε τί τοῦθ᾽ἡγεῖ μέγα τοὔργον; 1055

  καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·

  ἀλλ᾽οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.

  Κλέων

  ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.

  ἔστι Πύλος πρὸ Πύλοιο —

  Δῆμος

  τί τοῦτο λέγει, πρὸ Πύλοιο;

  Ἀλλαντοπώλης

  τὰς πυέλους φησὶν καταλήψεσθ᾽ἐν βαλανείῳ. 1060

  Δῆμος

  ἐγὼ δ᾽ἄλουτος τήμερον γενήσομαι;

  Ἀλλαντοπώλης

  οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.

  ἀλλ᾽οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ

  ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

 

‹ Prev