by Aristophanes
καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;
Δίκαιος Λόγος
τί δ’ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ,
ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;
Ἄδικος Λόγος
ἢν δ’εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν; 1085
Δίκαιος Λόγος
τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
Ἄδικος Λόγος
τί δῆτ’ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
Δίκαιος Λόγος
σιγήσομαι. τί δ’ἄλλο;
Ἄδικος Λόγος
φέρε δή μοι φράσον:
συνηγοροῦσιν ἐκ τίνων;
Δίκαιος Λόγος
ἐξ εὐρυπρώκτων. 1090
Ἄδικος Λόγος
πείθομαι.
τί δαί; τραγῳδοῦσ’ἐκ τίνων;
Δίκαιος Λόγος
ἐξ εὐρυπρώκτων.
Ἄδικος Λόγος
εὖ λέγεις.
δημηγοροῦσι δ’ἐκ τίνων;
Δίκαιος Λόγος
ἐξ εὐρυπρώκτων.
Ἄδικος Λόγος
ἆρα δῆτ’
ἔγνωκας ὡς οὐδὲν λέγεις; 1095
καὶ τῶν θεατῶν ὁπότεροι
πλείους σκόπει.
Δίκαιος Λόγος
καὶ δὴ σκοπῶ.
Ἄδικος Λόγος
τί δῆθ’ὁρᾷς; 1097B
Δίκαιος Λόγος
πολὺ πλείονας νὴ τοὺς θεοὺς
τοὺς εὐρυπρώκτους: τουτονὶ
γοῦν οἶδ’ἐγὼ κἀκεινονὶ 1100
καὶ τὸν κομήτην τουτονί.
Ἄδικος Λόγος
τί δῆτ’ἐρεῖς; 1101B
Δίκαιος Λόγος
ἡττήμεθ’: ὦ κινούμενοι
πρὸς τῶν θεῶν δέξασθέ μου
θοἰμάτιον, ὡς 1103B
ἐξαυτομολῶ πρὸς ὑμᾶς.
Σωκράτης
τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν 1105
βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;
Στρεψιάδης
δίδασκε καὶ κόλαζε καὶ μέμνησ’ὅπως
εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
οἷον δικιδίοις, τὴν δ’ἑτέραν αὐτοῦ γνάθον
στόμωσον οἵαν ἐς τὰ μείζω πράγματα. 1110
Σωκράτης
ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
Φειδιππίδης
ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
Χορός
χωρεῖτέ νυν. οἶμαι δέ σοι
ταῦτα μεταμελήσειν.
τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν 1115
ὠφελῶσ’ἐκ τῶν δικαίων, βουλόμεσθ’ἡμεῖς φράσαι.
πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ’ἐν ὥρᾳ τοὺς ἀγρούς,
ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ’ἄλλοις ὕστερον.
εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
ὥστε μήτ’αὐχμὸν πιέζειν μήτ’ἄγαν ἐπομβρίαν. 1120
ἢν δ’ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,
προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά,
λαμβάνων οὔτ’οἶνον οὔτ’ἄλλ’οὐδὲν ἐκ τοῦ χωρίου.
ἡνίκ’ἂν γὰρ αἵ τ’ἐλαῖαι βλαστάνωσ’αἵ τ’ἄμπελοι,
ἀποκεκόψονται: τοιαύταις σφενδόναις παιήσομεν. 1125
ἢν δὲ πλινθεύοντ’ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους
τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
κἂν γαμῇ ποτ’αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,
ὕσομεν τὴν νύκτα πᾶσαν: ὥστ’ἴσως βουλήσεται
κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς. 1130
Στρεψιάδης
πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,
εἶθ’ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
εὐθὺς μετὰ ταύτην ἔσθ’ἕνη τε καὶ νέα.
πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω, 1135
θείς μοι πρυτανεῖ’ἀπολεῖν μέ φησι κἀξολεῖν,
κἀμοῦ μέτριά τε καὶ δίκαι’αἰτουμένου,
‘ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς,
τὸ δ’ἀναβαλοῦ μοι, τὸ δ’ἄφες’, οὔ φασίν ποτε
οὕτως ἀπολήψεσθ’, ἀλλὰ λοιδοροῦσί με 1140
ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
νῦν οὖν δικαζέσθων: ὀλίγον γάρ μοι μέλει,
εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
τάχα δ’εἴσομαι κόψας τὸ φροντιστήριον.
παῖ, ἠμί, παῖ παῖ. 1145
Σωκράτης
Στρεψιάδην ἀσπάζομαι.
Στρεψιάδης
κἄγωγέ σ’: ἀλλὰ τουτονὶ πρῶτον λαβέ:
χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον
ἐκεῖνον εἴφ’ὃν ἀρτίως εἰσήγαγες.
Σωκράτης
μεμάθηκεν. 1150
Στρεψιάδης
εὖ γ’ὦ παμβασίλει’Ἀπαιόλη.
Σωκράτης
ὥστ’ἀποφύγοις ἂν ἥντιν’ἂν βούλῃ δίκην.
Στρεψιάδης
κεἰ μάρτυρες παρῆσαν, ὅτ’ἐδανειζόμην;
Σωκράτης
πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
Στρεψιάδης
βοάσομαί τἄρα τὰν ὑπέρτονον
βοάν. ἰὼ κλάετ’ὦ ‘βολοστάται 1155
αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων:
οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ’ἔτι,
οἷος ἐμοὶ τρέφεται
τοῖσδ’ἐνὶ δώμασι πα�
��ς,
ἀμφήκει γλώττῃ λάμπων, 1160
πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
λυσανίας πατρῴων μεγάλων κακῶν:
ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
Σωκράτης
ὦ τέκνον ὦ παῖ ἔξελθ’οἴκων, 1165
ἄιε σοῦ πατρός.
ὅδ’ἐκεῖνος ἀνήρ.
Στρεψιάδης
ὦ φίλος ὦ φίλος.
Σωκράτης
ἄπιθι συλλαβών.
Στρεψιάδης
ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ. 1170
ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.
νῦν μέν γ’ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
ἀτεχνῶς ἐπανθεῖ, τὸ ‘τί λέγεις σύ;’καὶ δοκεῖν
ἀδικοῦντ’ἀδικεῖσθαι καὶ κακουργοῦντ’οἶδ’ὅτι: 1175
ἐπὶ τοῦ προσώπου τ’ἐστὶν Ἀττικὸν βλέπος.
νῦν οὖν ὅπως σώσεις μ’, ἐπεὶ κἀπώλεσας.
Φειδιππίδης
φοβεῖ δὲ δὴ τί;
Στρεψιάδης
τὴν ἕνην τε καὶ νέαν.
Φειδιππίδης
ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;
Στρεψιάδης
εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι. 1180
Φειδιππίδης
ἀπολοῦσ’ἄρ’αὔθ’οἱ θέντες: οὐ γὰρ ἔσθ’ὅπως
μί’ἡμέρα γένοιτ’ἂν ἡμέρα δύο.
Στρεψιάδης
οὐκ ἂν γένοιτο;
Φειδιππίδης
πῶς γάρ; εἰ μή πέρ γ’ἅμα
αὑτὴ γένοιτ’ἂν γραῦς τε καὶ νέα γυνή.
Στρεψιάδης
καὶ μὴν νενόμισταί γ’. 1185
Φειδιππίδης
οὐ γάρ, οἶμαι, τὸν νόμον
ἴσασιν ὀρθῶς ὅ τι νοεῖ.
Στρεψιάδης
νοεῖ δὲ τί;
Φειδιππίδης
ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
Στρεψιάδης
τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.
Φειδιππίδης
ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύ’ἡμέρας
ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν, 1190
ἵν’αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
Στρεψιάδης
ἵνα δὴ τί τὴν ἕνην προσέθηχ’;
Φειδιππίδης
ἵν’ὦ μέλε
παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
πρότερον ἀπαλλάττοινθ’ἑκόντες, εἰ δὲ μή,
ἕωθεν ὑπανιῷντο τῇ νουμηνία. 1195
Στρεψιάδης
πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
ἁρχαὶ τὰ πρυτανεῖ’, ἀλλ’ἕνῃ τε καὶ νέᾳ;
Φειδιππίδης
ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν:
ὅπως τάχιστα τὰ πρυτανεῖ’ὑφελοίατο,
διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. 1200
Στρεψιάδης
εὖ γ’: ὦ κακοδαίμονες, τί κάθησθ’ἀβέλτεροι,
ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι,
ἀριθμός, πρόβατ’ἄλλως, ἀμφορῆς νενησμένοι;
ὥστ’εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
ἐπ’εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον. 1205
‘μάκαρ ὦ Στρεψίαδες,
αὐτός τ’ἔφυς ὡς σοφὸς
χοἶον τὸν υἱὸν τρέφεις,’
φήσουσι δή μ’οἱ φίλοι
χοἰ δημόται 1210
ζηλοῦντες ἡνίκ’ἂν σὺ νικᾷς λέγων τὰς δίκας.
ἀλλ’εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
Πασίας
εἶτ’ἄνδρα τῶν αὑτοῦ τι χρὴ προι¨έναι;
οὐδέποτέ γ’, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, 1215
ὅτε τῶν ἐμαυτοῦ γ’ἕνεκα νυνὶ χρημάτων
ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην — 1220
Στρεψιάδης
τίς οὑτοσί;
Πασίας
ἐς τὴν ἕνην τε καὶ νέαν.
Στρεψιάδης
μαρτύρομαι,
ὅτι ἐς δύ’εἶπεν ἡμέρας. τοῦ χρήματος;
Πασίας
τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
τὸν ψαρὸν ἵππον.
Στρεψιάδης
ἵππον; οὐκ ἀκούετε;
ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ’ἱππικήν. 1225
Πασίας
καὶ νὴ Δί’ἀποδώσειν γ’ἐπώμνυς τοὺς θεούς.
Στρεψιάδης
μὰ τὸν Δί’οὐ γάρ πω τότ’ἐξηπίστατο
Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
Πασίας
νῦν δὲ διὰ τοῦτ’ἔξαρνος εἶναι διανοεῖ; 1230
Στρεψιάδης
τί γὰρ ἄλλ’ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
Πασίας
καὶ ταῦτ’ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
ἵν’ἂν κελεύσω ‘γώ σε;
Στρεψιάδης
τοὺς ποίους θεούς;
Πασίας
τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
Στρεψιάδης
νὴ Δία
κἂν προσκαταθείην γ’ὥστ’ὀμόσαι τριώβολον. 1235
Πασίας
ἀπόλοιο τοίνυν ἕνεκ’ἀναιδείας ἔτι.
Στρεψιάδης
ἁλσὶν διασμηχθεὶς ὄναιτ’ἂν οὑτοσί.
Πασίας
οἴμ’ὡς καταγελᾷς.
Στρεψιάδης
ἓξ χοᾶς χωρήσεται.
Πασίας
οὔ τοι μὰ τὸν �
�ία τὸν μέγαν καὶ τοὺς θεοὺς
ἐμοῦ καταπροίξει. 1240
Στρεψιάδης
θαυμασίως ἥσθην θεοῖς,
καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.
Πασίας
ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
ἀλλ’εἴτ’ἀποδώσεις μοι τὰ χρήματ’εἴτε μή,
ἀπόπεμψον ἀποκρινάμενος.
Στρεψιάδης
ἔχε νυν ἥσυχος.
ἐγὼ γὰρ αὐτίκ’ἀποκρινοῦμαί σοι σαφῶς. 1245
Πασίας
τί σοι δοκεῖ δράσειν;
Μάρτυς
ἀποδώσειν μοι δοκεῖ.
Στρεψιάδης
ποῦ ‘σθ’οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε
τουτὶ τί ἔστι;
Πασίας
τοῦθ’ὅ τι ἐστί; κάρδοπος.
Στρεψιάδης
ἔπειτ’ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;
οὐκ ἂν ἀποδοίην οὐδ’ἂν ὀβολὸν οὐδενί, 1250
ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
Πασίας
οὐκ ἄρ’ἀποδώσεις;
Στρεψιάδης
οὐχ ὅσον γέ μ’εἰδέναι.
οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς
ἀπὸ τῆς θύρας;
Πασίας
ἄπειμι, καὶ τοῦτ’ἴσθ’ὅτι
θήσω πρυτανεῖ’ἢ μηκέτι ζῴην ἐγώ. 1255
Στρεψιάδης
καὶ προσαπολεῖς ἄρ’αὐτὰ πρὸς ταῖς δώδεκα.
καίτοι σε τοῦτό γ’οὐχὶ βούλομαι παθεῖν,
ὁτιὴ ‘κάλεσας εὐηθικῶς τὴν κάρδοπον.
Αμυνίας
ἰώ μοί μοι.
Στρεψιάδης
ἔα.
τίς οὑτοσί ποτ’ἔσθ’ὁ θρηνῶν; οὔτι που 1260
τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
Αμυνίας
τί δ’ὅστις εἰμὶ τοῦτο βούλεσθ’εἰδέναι;
ἀνὴρ κακοδαίμων.