by Aristophanes
εἷλε δὲ θάμβος ἄνακτας: Ὀλυμπιάδες δὲ μέλος Χάριτες
Μοῦσαί τ᾽ ἐπωλόλυξαν.
τιὸ τιὸ τιὸ τιοτίγξ. Χορός
785 οὐδέν ἐστ᾽ ἄμεινον οὐδ᾽ ἥδιον ἢ φῦσαι πτερά.
αὐτίχ᾽ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος,
εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,
ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,
κᾆτ᾽ ἂν ἐμπλησθεὶς ἐφ᾽ ἡμᾶς αὖθις αὖ κατέπτετο.
790 εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν,
οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλ᾽ ἀνέπτετο,
κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο:
εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,
κᾆθ᾽ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,
795 οὗτος ἂν πάλιν παρ᾽ ὑμῶν πτερυγίσας ἀνέπτετο,
εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο.
ἆρ᾽ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον;
ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ
ᾑρέθη φύλαρχος, εἶθ᾽ ἵππαρχος, εἶτ᾽ ἐξ οὐδενὸς
800 μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών. Πισθέταιρος
ταυτὶ τοιαυτί: μὰ Δί᾽ ἐγὼ μὲν πρᾶγμά πω
γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.
Ἐυελπίδης
ἐπὶ τῷ γελᾷς;
Πισθέταιρος
ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.
οἶσθ᾽ ᾧ μάλιστ᾽ ἔοικας ἐπτερωμένος;
805 εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.
Ἐυελπίδης
σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.
Πισθέταιρος
ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον:
τάδ᾽ οὐχ ὑπ᾽ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.
Ἔποψ
ἄγε δὴ τί χρὴ δρᾶν;
Πισθέταιρος
πρῶτον ὄνομα τῇ πόλει
810 θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς
θῦσαι μετὰ τοῦτο.
Ἐυελπίδης
ταῦτα κἀμοὶ συνδοκεῖ.
Ἔποψ
φέρ᾽ ἴδω, τί δ᾽ ἡμῖν τοὔνομ᾽ ἔσται τῇ πόλει;
Ἐυελπίδης
βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος
Σπάρτην ὄνομα καλῶμεν αὐτήν;
Πισθέταιρος
Ἡράκλεις:
815 Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;
οὐδ᾽ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ᾽ ἔχων.
Ἐυελπίδης
τί δῆτ᾽ ὄνομ᾽ αὐτῇ θησόμεσθ᾽;
Ἔποψ
ἐντευθενὶ
ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
χαῦνόν τι πάνυ.
Πισθέταιρος
βούλει Νεφελοκοκκυγίαν;
Ἔποψ
ἰοὺ ἰού:
820 καλόν γ᾽ ἀτεχνῶς σὺ καὶ μέγ᾽ ηὗρες τοὔνομα.
Ἐυελπίδης
ἆρ᾽ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
τά τ᾽ Αἰσχίνου γ᾽ ἅπαντα;
Πισθέταιρος
καὶ λῷστον μὲν οὖν
τὸ Φλέγρας πεδίον, ἵν᾽ οἱ θεοὶ τοὺς γηγενεῖς
825 ἀλαζονευόμενοι καθυπερηκόντισαν.
Ἔποψ
λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς
πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;
Ἐυελπίδης
τί δ᾽ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;
Πισθέταιρος
καὶ πῶς ἂν ἔτι γένοιτ᾽ ἂν εὔτακτος πόλις,
830 ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν
ἕστηκ᾽ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;
Ἐυελπίδης
τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;
Ἔποψ
ὄρνις ἀφ᾽ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,
ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
835 Ἄρεως νεοττός.
Ἐυελπίδης
ὦ νεοττὲ δέσποτα:
ὡς δ᾽ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.
Πισθέταιρος
ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα
καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
840 λεκάνην ἀνένεγκε, κατάπεσ᾽ ἀπὸ τῆς κλίμακος,
φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτ᾽ ἀεί,
κωδωνοφορῶν περίτρεχε καὶ κάθευδ᾽ ἐκεῖ:
κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,
ἕτερον δ᾽ ἄνωθεν ἆυ παρ᾽ ἀνθρώπους κάτω,
845 κἀκεῖθεν αὖθις παρ᾽ ἐμέ.
Ἐυελπίδης
σὺ δέ γ᾽ αὐτοῦ μένων
οἴμωζε παρ᾽ ἔμ᾽.
Πισθέταιρος
ἴθ᾽ ὦγάθ᾽ οἷ πέμπω σ᾽ ἐγώ.
οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδ᾽ ἃ λέγω πεπράξεται.
ἐγὼ δ᾽ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
850 παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.
Ἱερεύς
ὁμορροθῶ, συνθέλω,
συμπαραινέσας ἔχω
προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν,
855 ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν.
ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ,
συνᾳδέτω δὲ Χαῖρις ᾠδάν. Πισθέταιρος
παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;
860 τουτὶ μὰ Δί᾽ ἐγὼ πολλὰ δὴ καὶ δείν᾽ ἰδὼν
οὔπω κόρακ᾽ εἶδον ἐμπεφορβειωμένον.
ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.
�
��ερεύς
δράσω τάδ᾽. ἀλλὰ ποῦ ‘στιν ὁ τὸ κανοῦν ἔχων;
εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν —
Πισθέταιρος
ὦ Σουνιέρακε χαῖρ᾽ ἄναξ Πελαργικέ.
Ἱερεύς
καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι —
Πισθέταιρος
οὐκέτι Κολαινὶς ἀλλ᾽ Ἀκαλανθὶς Ἄρτεμις.
Ἱερεύς
καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων —
Πισθέταιρος
δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.
Ἱερεύς
διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι —
Πισθέταιρος
880 Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.
Ἱερεύς
καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ —
Πισθέταιρος
παῦ᾽ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,
890 ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς
ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι
ἰκτῖνος εἷς ἂν τοῦτό γ᾽ οἴχοιθ᾽ ἁρπάσας;
ἄπελθ᾽ ἀφ᾽ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα:
ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.
Ἱερεύς
εἶτ᾽ αὖθις αὖ τἄρα σοι
δεῖ με δεύτερον μέλος
χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν δὲ
900 μάκαρας, ἕνα τινὰ μόνον, εἴπερ ἱκανὸν ἕξετ᾽ ὄψον.
τὰ γὰρ παρόντα θύματ᾽ οὐδὲν ἄλλο πλὴν
γένειόν ἐστι καὶ κέρατα. Πισθέταιρος
θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.
Ποιητής
Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα
905 κλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.
Πισθέταιρος
τουτὶ τὸ πρᾶγμα ποδαπόν; εἰπέ μοι τίς εἶ;
Ποιητής
ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν
Μουσάων θεράπων ὀτρηρός,
910 κατὰ τὸν Ὅμηρον.
Πισθέταιρος
ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;
Ποιητής
οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι
Μουσάων θεράποντες ὀτρηροί,
κατὰ τὸν Ὅμηρον.
Πισθέταιρος
915 οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.
ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρ᾽ ἀνεφθάρης;
Ποιητής
μέλη πεποίηκ᾽ ἐς τὰς Νεφελοκοκκυγίας
τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ
καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.
Πισθέταιρος
920 ταυτὶ σὺ πότ᾽ ἐποίησας; ἀπὸ ποίου χρόνου;
Ποιητής
πάλαι πάλαι δὴ τήνδ᾽ ἐγὼ κλῄζω πόλιν.
Πισθέταιρος
οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,
καὶ τοὔνομ᾽ ὥσπερ παιδίῳ νῦν δὴ ‘θέμην;
Ποιητής
ἀλλά τις ὠκεῖα Μουσάων φάτις
925 οἷάπερ ἵππων ἀμαρυγά.
σὺ δὲ πάτερ κτίστορ Αἴτνας,
ζαθέων ἱερῶν ὁμώνυμε,
δὸς ἐμὶν ὅ τι περ
τεᾷ κεφαλᾷ θέλῃς
930 πρόφρων δόμεν ἐμὶν τείν.
Πισθέταιρος
τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,
εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶν᾽ ἔχεις,
ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.
935 ἔχε τὴν σπολάδα: πάντως δέ μοι ῥιγῶν δοκεῖς.
Ποιητής
τόδε μὲν οὐκ ἀέκουσα φίλα
Μοῦσα δῶρον δέχεται:
τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος —
Πισθέταιρος
940 ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.
Ποιητής
νομάδεσσι γὰρ ἐν Σκύθαις
ἀλᾶται Στράτων,
ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται:
ἀκλεὴς δ᾽ ἔβα σπολὰς ἄνευ χιτῶνος.
945 ξύνες ὅ τοι λέγω.
Πισθέταιρος
ξυνῆχ᾽ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
ἀπόδυθι: δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.
ἄπελθε τουτονὶ λαβών.
Ποιητής
ἀπέρχομαι,
κἀς τὴν πόλιν γ᾽ ἐλθὼν ποιήσω τοιαδί:
950 ‘κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν:
νιφόβολα πεδία πολύπορά τ᾽ ἤλυθον ἀλαλάν.’
Πισθέταιρος
νὴ τὸν Δί᾽ ἀλλ᾽ ἤδη πέφευγας ταυταγὶ
955 τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.
τουτὶ μὰ Δί᾽ ἐγὼ τὸ κακὸν οὐδέποτ᾽ ἤλπισα,
οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
εὐφημία ‘στω.
Χρησμολόγος
μὴ κατάρξῃ τοῦ τράγου.
Πισθέταιρος
960 σὺ δ᾽ εἶ τίς;
Χρησμολόγος
ὅστις; χρησμολόγος.
Πισθέταιρος
οἴμωζέ νυν.
Χρησμολόγος
ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε:
ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων
ἐς τὰς Νεφελοκοκκυγίας.
Πισθέταιρος
κὔπειτα πῶςr />
ταῦτ᾽ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν
965 τήνδ᾽ οἰκίσαι;
Χρησμολόγος
τὸ θεῖον ἐνεπόδιζέ με.
Πισθέταιρος
ἀλλ᾽ οὐδὲν οἷόν ἐστ᾽ ἀκοῦσαι τῶν ἐπῶν.
Χρησμολόγος
ἀλλ᾽ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι
ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —
Πισθέταιρος
τί οὖν προσήκει δῆτ᾽ ἐμοὶ Κορινθίων;
Χρησμολόγος
970 ᾐνίξαθ᾽ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.
πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν:
ὃς δέ κ᾽ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,
τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα —
Πισθέταιρος
ἔνεστι καὶ τὰ πέδιλα;
Χρησμολόγος
λαβὲ τὸ βιβλίον.
975 καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρ᾽ ἐπιπλῆσαι.
Πισθέταιρος
καὶ σπλάγχνα διδόν᾽ ἔνεστι;
Χρησμολόγος
λαβὲ τὸ βιβλίον.
κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθ᾽ ὡς ἐπιτέλλω,
αἰετὸς ἐν νεφέλῃσι γενήσεαι: αι᾽ δέ κε μὴ δῷς,
οὐκ ἔσει οὐ τρυγὼν οὐδ᾽ αἰετὸς οὐ δρυκολάπτης.
Πισθέταιρος
980 καὶ ταῦτ᾽ ἔνεστ᾽ ἐνταῦθα;
Χρησμολόγος
λαβὲ τὸ βιβλίον.
Πισθέταιρος
οὐδὲν ἄρ᾽ ὅμοιός ἐσθ᾽ ὁ χρησμὸς τουτῳί,
ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην:
αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν
λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,
985 δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ —
Χρησμολόγος
οὐδὲν λέγειν οἶμαί σε.
Πισθέταιρος
λαβὲ τὸ βιβλίον.
καὶ φείδου μηδὲν μηδ᾽ αἰετοῦ ἐν νεφέλῃσιν,