The Complete Plays
Page 94
λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.
Πισθέταιρος
1175 ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.
τίς τῶν θεῶν;
Ἄγγελος Β.
οὐκ ἴσμεν: ὅτι δ᾽ εἶχε πτερά,
τοῦτ᾽ ἴσμεν.
Πισθέταιρος
οὔκουν δῆτα περιπόλους ἐχρῆν
πέμψαι κατ᾽ αὐτὸν εὐθύς;
Ἄγγελος Β.
ἀλλ᾽ ἐπέμψαμεν
τρισμυρίους ἱέρακας ἱπποτοξότας,
1180 χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,
κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός:
ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου:
κἄστ᾽ οὐ μακρὰν ἄπωθεν, ἀλλ᾽ ἐνταῦθά που
1185 ἤδη ‘στίν.
Πισθέταιρος
οὔκουν σφενδόνας δεῖ λαμβάνειν
καὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης:
τόξευε παῖε, σφενδόνην τίς μοι δότω.
Χορός
πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς
1190 πρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶς
ἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο,
1195 μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν: Χορός
... ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,
ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
Πισθέταιρος
αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μέν᾽ ἥσυχος,
1200 ἔχ᾽ ἀτρέμας: αὐτοῦ στῆθ᾽: ἐπίσχες τοῦ δρόμου.
τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότ᾽ εἶ.
Ἶρις
παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.
Πισθέταιρος
ὄνομα δέ σο. τί ἐστι; πλοῖον ἢ κυνῆ;
Ἶρις
Ἶρις ταχεῖα.
Πισθέταιρος
Πάραλος ἢ Σαλαμινία;
Ἶρις
1205 τί δὲ τοῦτο;
Πισθέταιρος
ταυτηνί τις οὐ συλλήψεται
ἀναπτόμενος τρίορχος;
Ἶρις
ἐμὲ συλλήψεται;
τί ποτ᾽ ἐστὶ τουτὶ τὸ κακόν;
Πισθέταιρος
οἰμώξει μακρά.
Ἶρις
ἄτοπόν γε τουτὶ πρᾶγμα.
Πισθέταιρος
κατὰ ποίας πύλας
εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;
Ἶρις
1210 οὐκ οἶδα μὰ Δί᾽ ἔγωγε κατὰ ποίας πύλας.
Πισθέταιρος
ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;
σφραγῖδ᾽ ἔχεις παρὰ τῶν πελαργῶν;
Ἶρις
τί τὸ κακόν.
Πισθέταιρος
οὐκ ἔλαβες;
Ἶρις
ὑγιαίνεις μέν;
Πισθέταιρος
οὐδὲ σύμβολον
1215 ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;
Ἶρις
μὰ Δί᾽ οὐκ ἔμοιγ᾽ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.
Πισθέταιρος
κἄπειτα δῆθ᾽ οὕτω σιωπῇ διαπέτει
διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;
Ἶρις
ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;
Πισθέταιρος
1220 οὐκ οἶδα μὰ Δί᾽ ἔγωγε: τῇδε μὲν γὰρ οὔ.
ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γ᾽ οἶσθα τοῦθ᾽ ὅτι
δικαιότατ᾽ ἂν ληφθεῖσα πασῶν Ἰρίδων
ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;
Ἶρις
ἀλλ᾽ ἀθάνατός εἰμ᾽.
Πισθέταιρος
ἀλλ᾽ ὅμως ἂν ἀπέθανες.
1225 δεινότατα γάρ τοι πεισόμεσθ᾽, ἐμοὶ δοκεῖ,
εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δ᾽ οἱ θεοὶ
ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθ᾽ ὅτι
ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;
Ἶρις
1230 ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς
φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς
μηλοσφαγεῖν τε βουθύτοις ἐπ᾽ ἐσχάραις
κνισᾶν τ᾽ ἀγυιάς.
Πισθέταιρος
τί σὺ λέγεις; ποίοις θεοῖς;
Ἶρις
ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.
Πισθέταιρος
1235 θεοὶ γὰρ ὑμεῖς;
Ἶρις
τίς γάρ ἐστ᾽ ἄλλος θεός;
Πισθέταιρος
ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δί᾽ οὐ τῷ Διί.
Ἶρις
ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας
δεινάς, ὅπως μή σου γένος πανώλεθρον
1240 Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,
λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς
καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.
Πισθέταιρος
ἄκουσον αὕτη: παῦε τῶν παφλασμάτων:
ἔχ᾽ ἀτρέμα. φέρ᾽ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα
1245 ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;
ἆρ᾽ οἶσθ᾽ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,
μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος
καταιθαλώσω πυρφόροισιν αἰετοῖς;
πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν
1250 ὄρνις ἐπ᾽ αὐτὸν παρδαλᾶς ἐνημμένους
πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε
εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.
σὺ δ᾽ εἴ με λυπήσεις τι, τῆς διακόνου
πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ
1255 τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν �
�πως
οὕτω γέρων ὢν στύομαι τριέμβολον.
Ἶρις
διαρραγείης ὦ μέλ᾽ αὐτοῖς ῥήμασιν.
Πισθέταιρος
οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ.
Ἶρις
ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.
Πισθέταιρος
1260 οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη
καταιθαλώσεις τῶν νεωτέρων τινά;
Χορός
ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς
μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,
1265 μηδέ γέ τιν᾽ ἱερόθυτον ἀνὰ δάπεδον ἔτι
τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.
Πισθέταιρος
δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς
1270 οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.
Κῆρυξ
ὦ Πισθέταιρ᾽ ὦ μακάρι᾽ ὦ σοφώτατε,
ὦ κλεινότατ᾽ ὦ σοφώτατ᾽ ὦ γλαφυρώτατε,
ὦ τρισμακάρι᾽ ὦ κατακέλευσον.
Πισθέταιρος
τί σὺ λέγεις;
Κῆρυξ
στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα
1275 στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.
Πισθέταιρος
δέχομαι. τί δ᾽ οὕτως οἱ λεῲ τιμῶσί με;
Κῆρυξ
ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,
οὐκ οἷσθ᾽ ὅσην τιμὴν παρ᾽ ἀνθρώποις φέρει,
ὅσους τ᾽ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.
1280 πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,
ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν
σκυτάλι᾽ ἐφόρουν, νυνὶ δ᾽ ὑποστρέψαντες αὖ
ὀρνιθομανοῦσι, πάντα δ᾽ ὑπὸ τῆς ἡδονῆς
1285 ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι:
πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
ἐπέτονθ᾽ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν:
κἄπειτ᾽ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία:
εἶτ᾽ ἀπενέμοντ᾽ ἐνταῦθα τὰ ψηφίσματα.
1290 ὠρνιθομάνουν δ᾽ οὕτω περιφανῶς ὥστε καὶ
πολλοῖσιν ὀρνίθων ὀνόματ᾽ ἦν κείμενα.
πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο
χωλός, Μενίππῳ δ᾽ ἦν χελιδὼν τοὔνομα,
Ὀπουντίῳ δ᾽ ὀφθαλμὸν οὐκ ἔχων κόραξ,
1295 κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει,
ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς,
Συρακοσίῳ δὲ κίττα: Μειδίας δ᾽ ἐκεῖ
ὄρτυξ ἐκαλεῖτο: καὶ γὰρ ᾔκειν ὄρτυγι
ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.
1300 ᾖδον δ᾽ ὑπὸ φιλορνιθίας πάντες μέλη,
ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη
ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ
ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.
τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω:
1305 ἥξουσ᾽ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι
πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων:
ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.
Πισθέταιρος
οὐκ ἆρα μὰ Δί᾽ ἡμῖν ἔτ᾽ ἔργον ἑστάναι.
ἀλλ᾽ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους
1310 καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν:
Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά:
ἐγὼ δ᾽ ἐκείνων τοὺς προσιόντας δέξομαι.
Χορός
ταχὺ δὴ πολυάνορα τάνδε πόλιν
καλεῖ τις ἀνθρώπων.
Πισθέταιρος
1315 τύχη μόνον προσείη.
Χορός
κατέχουσι δ᾽ ἔρωτες ἐμᾶς πόλεως.
Πισθέταιρος
θάττον φέρειν κελεύω.
Χορός
τί γὰρ οὐκ ἔνι ταύτῃ
καλὸν ἀνδρὶ μετοικεῖν;
1320 Σοφία Πόθος Ἀμβροσία Χάριτες
τό τε τῆς ἀγανόφρονος Ἡσυχίας
εὐήμερον πρόσωπον.
Πισθέταιρος
ὡς βλακικῶς διακονεῖς: οὐ θᾶττον ἐγκονήσεις;
Χορός
1325 φερέτω κάλαθον ταχύ τις πτερύγων,
σὺ δ᾽ αὖθις ἐξόρμα —
Πισθέταιρος
τύπτων γε τοῦτον ὡδί.
Χορός
πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.
Πισθέταιρος
Μανῆς γάρ ἐστι δειλός.
Χορός
1330 σὺ δὲ τὰ πτερὰ πρῶτον
διάθες τάδε κόσμῳ,
τά τε μουσίχ᾽ ὁμοῦ τά τε μαντικὰ καὶ
τὰ θαλάττι᾽. ἔπειτα δ᾽ ὅπως φρονίμως
πρὸς ἄνδρ᾽ ὁρῶν πτερώσεις.
Πισθέταιρος
1335 οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι,
οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.
Πατραλοίας
γενοίμαν αἰετὸς ὑψιπέτας,
ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου
γλαυκᾶς ἐπ᾽ οἶδμα λίμνας.
Πισθέταιρος
1340 ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος.
ᾁδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.
Πατραλοίας
αἰβοῖ:
οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον:
ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι
1345 οἰκεῖν μεθ᾽ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.
Πισθέταιρος
ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.
Πατραλοίας
πάντων: μάλιστα δ᾽ ὅτι καλὸν νομίζεται
τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.
Πισθέταιρος
καὶ νὴ Δί᾽ ἀνδρεῖόν γε πάνυ
νομιζομεν,
1350 ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.
Πατραλοίας
διὰ ταῦτα μέντοι δεῦρ᾽ ἀνοικισθεὶς ἐγὼ
ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντ᾽ ἔχειν.
Πισθέταιρος
ἀλλ᾽ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος
παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν:
1355 ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους
πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων,
δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.
Πατραλοίας
ἀπέλαυσά τἄρα νὴ Δί᾽ ἐλθὼν ἐνθαδί,
εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.
Πισθέταιρος
1360 οὐδέν γ᾽. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε
εὔνους, πτερώσω σ᾽ ὥσπερ ὄρνιν ὀρφανόν.
σοὶ δ᾽ ὦ νεανίσκ᾽ οὐ κακῶς ὑποθήσομαι,
ἀλλ᾽ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ
τὸν μὲν πατέρα μὴ τύπτε: ταυτηνδὶ λαβὼν
1365 τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ,
νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,
φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε,
τὸν πατέρ ἔα ζῆν: ἀλλ᾽ ἐπειδὴ μάχιμος εἶ,
ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.
Πατραλοίας
1370 νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,
καὶ πείσομαί σοι.
Πισθέταιρος
νοῦν ἄρ᾽ ἔξεις νὴ Δία.
Κινησίας
ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις:
πέτομαι δ᾽ ὁδὸν ἄλλοτ᾽ ἐπ᾽ ἄλλαν μελέων —
Πισθέταιρος
1375 τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.
Κινησίας
ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων —
Πισθέταιρος
ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;