by Aristophanes
τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
καὶ ταῦτα μὲν ξυγγνώσθ᾽. ἃ δ᾽ ἦν ἡμῖν πρὸ τοῦ
αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν
420 ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτ᾽ ἔτι
ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια
αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα
Λακωνίκ᾽ ἄττα, τρεῖς ἔχοντα γομφίους.
πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ᾽ ὑποῖξαι τὴν θύραν
425 ποιησαμέναισι δακτύλιον τριωβόλου,
νῦν δ᾽ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
ἐδίδαξε θριπήδεστ᾽ ἔχειν σφραγίδια
ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
ὄλεθρόν τιν᾽ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
430 ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
ὅπως ἀπολεῖται. ταῦτ᾽ ἐγὼ φανερῶς λέγω,
τὰ δ᾽ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
Χορός
οὔπω ταύτης ἤκουσα
435 πολυπλοκωτέρας γυναικὸς
οὐδὲ δεινότερον λεγούσης.
πάντα γὰρ λέγει δίκαια,
†πάσας δ᾽ ἰδέας ἐξήτασεν,
πάντα δ᾽ ἐβάστασεν φρενὶ πυκνῶς τε†
ποικίλους λόγους ἀνηῦρεν
εὖ διεζητημένους:
440 ὥστ᾽ ἂν εἰ λέγοι παρ᾽ αὐτὴν
Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
ἂν αὐτόν, ὡς ἐγᾦμαι,
πᾶσιν ὑμῖν
ἄντικρυς μηδὲν λέγειν. Γυνὴ Β
ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
τὰ μὲν γὰρ ἄλλ᾽ αὕτη κατηγόρηκεν εὖ:
445 ἃ δ᾽ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
στεφανηπλοκοῦσ᾽ ἔβοσκον ἐν ταῖς μυρρίναις.
τέως μὲν οὖν ἀλλ᾽ ἡμικάκως ἐβοσκόμην:
450 νῦν δ᾽ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς:
ὥστ᾽ οὐκέτ᾽ ἐμπολῶμεν οὐδ᾽ εἰς ἥμισυ.
νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα:
455 ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά,
ἅτ᾽ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
ἀλλ᾽ εἰς ἀγορὰν ἄπειμι: δεῖ γὰρ ἀνδράσιν
πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν. Χορός
ἕτερον αὖ τι λῆμα τοῦτο
460 κομψότερον ἔτ᾽ ἢ τὸ πρότερον
ἀναπέφηνεν.
οἷα κατεστωμύλατο
οὐκ ἄκαιρα, φρένας ἔχουσα
καὶ πολύπλοκον νόημ᾽, οὐδ᾽
ἀσύνετ᾽ ἀλλὰ πιθανὰ πάντα.
465 δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν
τὸν ἄνδρα
περιφανῶς δοῦναι δίκην. Μνησίλοχος
τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
Εὐριπίδῃ, τοιαῦτ᾽ ἀκουούσας κακά,
οὐ θαυμάσιόν ἐστ᾽, οὐδ᾽ ἐπιζεῖν τὴν χολήν.
καὐτὴ γὰρ ἔγωγ᾽, οὕτως ὀναίμην τῶν τέκνων,
470 μισῶ τὸν ἄνδρ᾽ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
ὅμως δ᾽ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον:
αὐταὶ γάρ ἐσμεν, κοὐδεμί᾽ ἔκφορος λόγου.
τί ταῦτ᾽ ἔχουσαι ‘κεῖνον αἰτιώμεθα
βαρέως τε φέρομεν, εἰ δύ᾽ ἡμῶν ἢ τρία
475 κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
ξύνοιδ᾽ ἐμαυτῇ πολλὰ δείν᾽: ἐκεῖνο δ᾽ οὖν
δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
ὁ δ᾽ ἀνὴρ παρ᾽ ἐμοὶ καθηῦδεν: ἦν δέ μοι φίλος,
480 ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
οὖτος πόθῳ μου ‘κνυεν ἐλθὼν τὴν θύραν:
κᾆτ᾽ εὐφὺς ἔγνων: εἶτα καταβαίνω λάθρᾳ.
ὁ δ᾽ ἀνὴρ ἐρωτᾷ ‘ποῖ σὺ καταβαίνεις’; ‘ὅποι;
στρόφος μ᾽ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη:
485 ἐς τὸν κοπρῶν᾽ οὖν ἔρχομαι.’ ‘βάδιζέ νυν:’
κᾆθ᾽ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον:
ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
ἐξῆλθον ὡς τὸν μοιχόν: εἶτ᾽ ἠρειδόμην
παρὰ τὸν Ἀγυιᾶ κύβδ᾽ ἐχομένη τῆς δάφνης.
490 ταῦτ᾽ οὐδεπώποτ᾽ εἶφ᾽, ὁρᾶτ᾽, Εὐριπίδης:
οὐδ᾽ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
σποδούμεθ᾽, ἢν μὴ ‘χωμεν ἕτερον, οὐ λέγει:
οὐδ᾽ ὡς ὅταν μάλισθ᾽ ὑπό του ληκώμεθα
τὴν νύχθ᾽, ἕωθεν σκόροδα διαμασώμεθα,
495 ἵν᾽ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθ᾽, ὁρᾷς,
οὐπώποτ᾽ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
ἡμῖν τί τοῦτ᾽ ἔστ᾽; οὐδ᾽ ἐκεῖν᾽ εἴρηκέ πω,
ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
500 †ὑπ᾽ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον
τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
ἑτέραν δ᾽ ἐγᾦδ᾽ ἣ ‘φασκεν ὠδίνειν γυνὴ
δέχ᾽ ἡμέρας, ἔως ἐπρίατο παιδίον:
ὁ δ᾽ ἀνὴρ περιέτρεχ᾽ ὠκυτόκι᾽ ὠνούμενος:
505 τὸ δ᾽ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον:
εἶθ᾽ ὡς ἔνευσεν ἡ φέρουσ᾽, εὐθὺς βοᾷ,
‘ἄπελθ᾽ ἄπελθ᾽, ἤδη γὰρ ὦνέρ μοι δοκῶ
τέξειν.’ τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν:
510 χὠ μὲν γεγηθὼς
ἔτρεχεν, ἡ δ᾽ ἐξέσπασεν
ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ᾽ ἀνέκραγεν.
εἶθ᾽ ἡ μιαρὰ γραῦς, ἣ ‘φερεν τὸ παιδίον,
θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,
‘λέων λέων σοι γέγονεν, αὔτ᾽ ἔκμαγμα σόν,
515 τά τ᾽ ἄλλ᾽ ἁπαξάπαντα καὶ τὸ πόσθιον
τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.’
ταῦτ᾽ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
ἡμεῖς γε. κᾆτ᾽ Εὐριπίδῃ θυμούμεθα,
οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν; Χορός
520 τουτὶ μέντοι θαυμαστόν,
ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
χἤτις ἐξέθρεψε χώρα
τήνδε τὴν θρασεῖαν οὕτω.
τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
525 κατὰ τὸ φανερὸν ὧδ᾽ ἀναιδῶς
οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
οὐδὲ τολμῆσαί ποτ᾽ ἄν.
ἀλλ᾽ ἅπαν γένοιτ᾽ ἂν ἤδη:
τὴν παροιμίαν δ᾽ ἐπαινῶ
τὴν παλαιάν: ὑπὸ λίθῳ γὰρ
530 παντί νου χρὴ
μὴ δάκῃ ῥητωρ ἀθρεῖν. Χορός
ἀλλ᾽ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρ᾽ εἰ γυναῖκες. Γυνὴ Α
οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
ἀλλ᾽ ἢ πεφάρμαχθ᾽ ἢ κακόν τι μέγα πεπόνθατ᾽ ἄλλο,
535 ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν: εἰ δὲ μή, ἡμεῖς
αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
Μνησίλοχος
540 μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης
παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
εἶτ᾽ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφ᾽ ὑμῶν;
Γυνὴ Α
οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
545 ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε: Πηνελόπην δὲ
οὐπώποτ᾽ ἐποίησ᾽, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
Μνησίλοχος
ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
550 τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δ᾽ ἁπαξαπάσας.
Γυνὴ Α
ἀκούετ᾽ ὦ γυναῖκες οἷ᾽ εἴρηκεν ἡ πανοῦργος
ἡμᾶς ἁπάσας αὖθις αὖ.
Μνησίλοχος
καὶ νὴ Δί᾽ οὐδέπω γε
εἴρηχ᾽ ὅσα ξύνοιδ᾽: ἐπεὶ βούλεσθε πλείον᾽ εἴπω;
Γυνὴ Α
ἀλλ᾽ οὐκ ἂν ἔτ᾽ ἔχοις: ὅσα γὰρ ᾔδησθ᾽ ἐξέχεας ἅπαντα.
Μνησίλοχος
555 μὰ Δί᾽ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
ἐπεὶ τάδ᾽ οὐκ εἴρηχ᾽, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
ἔπειτα σιφωνίζομεν τὸν οἶνον.
Γυνὴ Α
ἐπιτριβείης.
Μνησίλοχος
ὥς τ᾽ αὖ τὰ κρέ᾽ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
ἔπειτα τὴν γαλῆν φαμεν —
Γυνὴ Α
τάλαιν᾽ ἐγώ: φλυαρεῖς.
Μνησίλοχος
560 οὐδ᾽ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
οὐκ εἶπον: οὐδ᾽ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρ᾽ ἔμηνεν,
οὐδ᾽ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτ᾽ —
Γυνὴ Α
ἐξόλοιο.
Μνησίλοχος
ἁχαρνικὴ τὸν πατέρα.
Γυνὴ Α
ταυτὶ δῆτ᾽ ἀνέκτ᾽ ἀκούειν;
Μνησίλοχος
565 οὐδ᾽ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
τοῦθ᾽ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
Γυνὴ Α
οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
ἀλλ᾽ ἐκποκιῶ σου τὰς ποκάδας.
Μνησίλοχος
οὐ δὴ μὰ Δία σύ γ᾽ ἅψει.
Γυνὴ Α
καὶ μὴν ἰδού.
Μνησίλοχος
καὶ μὴν ἰδού.
Γυνὴ Α
λαβὲ θοἰμάτιον Φιλίστη.
Μνησίλοχος
πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν —
Γυνὴ Α
τί δράσεις;
Μνησίλοχος
570 τὸν σησαμοῦνθ᾽ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.
Χορός
παύσασθε λοιδορούμεναι: καὶ γὰρ γυνή τις ἡμῖν
ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
σιγᾶθ᾽, ἵν᾽ αὐτῆς κοσμίως πυθώμεθ᾽ ἅττα λέξει.
Κλεισθένης
φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου:
575 ὅτι μὲν φίλος εἴμ᾽ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις:
γυναικομανῶ γὰρ προξενῶ θ᾽ ὑμῶν ἀεί.
καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατ᾽ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτ᾽ ἀγγελῶν θ᾽ ὑμῖν, ἵνα
580 σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
Χορός
τί δ᾽ ἔστιν ὦ παῖ; παῖδα γάρ σ᾽ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Κλεισθένης
Εὐριπίδην φάσ᾽ ἄνδρα κηδεστήν τινα
585 αὑτοῦ γέροντ
α δεῦρ᾽ ἀναπέμψαι τήμερον.
Χορός
πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
Κλεισθένης
ἵν᾽ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
Χορός
καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
Κλεισθένης
590 ἀφηῦσεν αὐτὸν κἀπέτιλ᾽ Εὐριπίδης
καὶ τἄλλ᾽ ἅπανθ᾽ ὥσπερ γυναῖκ᾽ ἐσκεύασεν.
Μνησίλοχος
πείθεσθε τούτῳ ταῦτα; τίς δ᾽ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
οὐκ οἴομαι ‘γωγ᾽ ὦ πολυτιμήτω θεώ.
Κλεισθένης
595 ληρεῖς: ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
εἰ μὴ ‘πεπύσμην ταῦτα τῶν σάφ᾽ εἰδότων.
Χορός
τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
ἀλλ᾽ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
600 λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
καὶ σὺ ξυνέξευρ᾽ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
Κλεισθένης
φέρ᾽ ἴδω: τίς ἡ πρώτη σύ;
Μνησίλοχος
ποῖ τις τρέψεται;
Κλεισθένης
ζητητέαι γάρ ἐστε.
Μνησίλοχος
κακοδαίμων ἐγώ.
Γυνὴ Α
605 ἔμ᾽ ἥτις εἴμ᾽ ἤρου; Κλεωνύμου γυνή.
Κλεισθένης
γιγνώσκεθ᾽ ὑμεῖς ἥτις ἔσθ᾽ ἥδ᾽ ἡ γυνή;
Χορός
γιγνώσκομεν δῆτ᾽. ἀλλὰ τὰς ἄλλας ἄθρει.
Κλεισθένης
ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
ἔχουσα;
Γυνὴ Α
τίτθη νὴ Δί᾽ ἐμή.
Μνησίλοχος
διοίχομαι.