The Complete Plays

Home > Fiction > The Complete Plays > Page 117
The Complete Plays Page 117

by Aristophanes


  Διόνυσος

  αὕτη ποθ᾽ ἡ Μοῦσ᾽ οὐκ ἐλεσβίαζεν, οὔ.

  Αἰσχύλος

  ἀλκυόνες, αἳ παρ᾽ ἀενάοις θαλάσσης

  1310 κύμασι στωμύλλετε,

  τέγγουσαι νοτίοις πτερῶν

  ῥανίσι χρόα δροσιζόμεναι:

  αἵ θ᾽ ὑπωρόφιοι κατὰ γωνίας

  εἱειειειλίσσετε δακτύλοις φάλαγγες

  1315 ἱστόπονα πηνίσματα,

  κερκίδος ἀοιδοῦ μελέτας,

  ἵν᾽ ὁ φίλαυλος ἔπαλλε δελφὶς

  πρῴραις κυανεμβόλοις

  μαντεῖα καὶ σταδίους,

  1320 οἰνάνθας γάνος ἀμπέλου,

  βότρυος ἕλικα παυσίπονον.

  περίβαλλ᾽ ὦ τέκνον ὠλένας.

  ὁρᾷς τὸν πόδα τοῦτον;

  Διόνυσος

  ὁρῶ.

  Αἰσχύλος

  τί δαί; τοῦτον ὁρᾷς;

  Διόνυσος

  ὁρῶ.

  Αἰσχύλος

  1325 τοιαυτὶ μέντοι σὺ ποιῶν

  τολμᾷς τἀμὰ μέλη ψέγειν,

  ἀνὰ τὸ δωδεκαμήχανον

  Κυρήνης μελοποιῶν;

  τὰ μὲν μέλη σου ταῦτα: βούλομαι δ᾽ ἔτι

  1330 τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.

  ὦ νυκτὸς κελαινοφαὴς

  ὄρφνα, τίνα μοι

  δύστανον ὄνειρον

  πέμπεις ἐξ ἀφανοῦς,

  Ἀίδα πρόμολον,

  ψυχὰν ἄψυχον ἔχοντα,

  1335 μελαίνας Νυκτὸς παῖδα,

  φρικώδη δεινὰν ὄψιν,

  μελανονεκυείμονα,

  φόνια φόνια δερκόμενον,

  μεγάλους ὄνυχας ἔχοντα.

  ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε

  κάλπισί τ᾽ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ᾽ ὕδωρ,

  1340 ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.

  ἰὼ πόντιε δαῖμον,

  τοῦτ᾽ ἐκεῖν᾽: ἰὼ ξύνοικοι,

  τάδε τέρα θεάσασθε.

  τὸν ἀλεκτρυόνα μου συναρπάσασα

  φρούδη Γλύκη.

  Νύμφαι ὀρεσσίγονοι.

  1345 ὦ Μανία ξύλλαβε.

  ἐγὼ δ᾽ ἁ τάλαινα προσέχουσ᾽ ἔτυχον

  ἐμαυτῆς ἔργοισι,

  λίνου μεστὸν ἄτρακτον

  εἱειειειλίσσουσα χεροῖν

  κλωστῆρα ποιοῦσ᾽, ὅπως

  1350 κνεφαῖος εἰς ἀγορὰν

  φέρουσ᾽ ἀποδοίμαν:

  ὁ δ᾽ ἀνέπτατ᾽ ἀνέπτατ᾽ ἐς αἰθέρα

  κουφοτάταις πτερύγων ἀκμαῖς:

  ἐμοὶ δ᾽ ἄχε᾽ ἄχεα κατέλιπε,

  δάκρυα δάκρυά τ᾽ ἀπ᾽ ὀμμάτων

  1355 ἔβαλον ἔβαλον ἁ τλάμων.

  ἀλλ᾽ ὦ Κρῆτες, Ἴδας τέκνα,

  τὰ τόξα λαβόντες ἐπαμύνατε,

  τὰ κῶλά τ᾽ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.

  ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ

  1360 τὰς κυνίσκας ἔχουσ᾽ ἐλθέτω διὰ δόμων πανταχῇ,

  σὺ δ᾽ ὦ Διὸς διπύρους ἀνέχουσα

  λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον

  ἐς Γλύκης, ὅπως ἂν

  εἰσελθοῦσα φωράσω.

  Διόνυσος

  παύσασθον ἤδη τῶν μελῶν.

  Αἰσχύλος

  κἄμοιγ᾽ ἅλις.

  1365 ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,

  ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.

  τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.

  Διόνυσος

  ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με

  ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.

  Χορός

  1370 ἐπίπονοί γ᾽ οἱ δεξιοί.

  τόδε γὰρ ἕτερον αὖ τέρας

  νεοχμόν, ἀτοπίας πλέων,

  ὃ τίς ἂν ἐπενόησεν ἄλλος;

  *

  μὰ τὸν ἐγὼ μὲν οὐδ᾽ ἂν εἴ τις

  1375 ἔλεγέ μοι τῶν ἐπιτυχόντων,

  ἐπιθόμην, ἀλλ᾽ ᾠόμην ἂν

  αὐτὸν αὐτὰ ληρεῖν. Διόνυσος

  ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ᾽,

  Αἰσχύλος καί Εὐριπίδης

  ἰδού.

  Διόνυσος

  καὶ λαβομένω τὸ ῥῆμ᾽ ἑκάτερος εἴπατον,

  1380 καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.

  Αἰσχύλος καὶ Εὐριπίδης

  ἐχόμεθα.

  Διόνυσος

  τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.

  Εὐριπίδης

  ‘εἴθ᾽ ὤφελ᾽ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.’

  Αἰσχύλος

  ‘Σπερχειὲ ποταμὲ βουνόμοι τ᾽ ἐπιστροφαί.’

  Διόνυσος

  κόκκυ, μέθεσθε: καὶ πολύ γε κατωτέρω

  1385 χωρεῖ τὸ τοῦδε.

  Εὐριπίδης

  καὶ τί ποτ᾽ ἐστὶ ταἴτιον;

  Διόνυσος

  ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς

  ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,

  σὺ δ᾽ εἰσέθηκας τοὔπος ἐπτερωμένον.

  Εὐριπίδης

  ἀλλ᾽ ἕτερον εἰπάτω τι κἀντιστησάτω.

  Διόνυσος

  1390 λάβεσθε τοίνυν αὖθις.

  Αἰσχύλος καί Εὐριπίδης

  ἢν ἰδού.

  Διόνυσος

  λέγε.

  Εὐριπίδης

  ‘οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.’

  Αἰσχύλος

  ‘μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.’

  Διόνυσος

  μέθεσθε μέθεσθε: καὶ τὸ τοῦδέ γ᾽ αὖ ῥέπει:

  θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.

  Εὐριπίδης

  1395 ἐγὼ δὲ πειθώ γ᾽ ἔπος ἄριστ᾽ εἰρημένον.

  Διόνυσος

  πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.

  ἀλλ᾽ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,

  ὅ τι σοι καθέλξει, καρ
τερόν τε καὶ μέγα.

  Εὐριπίδης

  φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;

  Διόνυσος

  φράσω:

  1400 ‘βέβληκ᾽ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.’

  λέγοιτ᾽ ἄν, ὡς αὕτη ‘στὶ λοιπὴ σφῷν στάσις.

  Εὐριπίδης

  ‘σιδηροβριθές τ᾽ ἔλαβε δεξιᾷ ξύλον.’

  Αἰσχύλος

  ‘ἐφ᾽ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.’

  Διόνυσος

  ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.

  Εὐριπίδης

  τῷ τρόπῳ;

  Διόνυσος

  1405 δύ᾽ ἅρματ᾽ εἰσέθηκε καὶ νεκρὼ δύο,

  οὓς οὐκ ἂν ἄραιντ᾽ οὐδ᾽ ἑκατὸν Αἰγύπτιοι.

  Αἰσχύλος

  καὶ μηκέτ᾽ ἔμοιγε κατ᾽ ἔπος, ἀλλ᾽ ἐς τὸν σταθμὸν

  αὐτὸς τὰ παιδί᾽ ἡ γυνὴ Κηφισοφῶν

  ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία:

  1410 ἐγὼ δὲ δύ᾽ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.

  Διόνυσος

  ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.

  οὐ γὰρ δι᾽ ἔχθρας οὐδετέρῳ γενήσομαι.

  τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δ᾽ ἥδομαι.

  Πλούτων

  οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;

  Διόνυσος

  1415 ἐὰν δὲ κρίνω;

  Πλούτων

  τὸν ἕτερον λαβὼν ἄπει,

  ὁπότερον ἂν κρίνῃς, ἵν᾽ ἔλθῃς μὴ μάτην.

  Διόνυσος

  εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.

  ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;

  ἵν᾽ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.

  1420 ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ

  μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.

  πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν᾽ ἔχετον

  γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.

  Εὐριπίδης

  ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;

  Διόνυσος

  τίνα;

  1425 ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν.

  ἀλλ᾽ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.

  Εὐριπίδης

  μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν

  βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,

  καὶ πόριμον αὑτῷ τῇ πόλει δ᾽ ἀμήχανον.

  Διόνυσος

  1430 εὖ γ᾽ ὦ Πόσειδον: σὺ δὲ τίνα γνώμην ἔχεις;

  Δις.

  οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,

  μάλιστα μὲν λέοντα μὴ ν᾽ πόλει τρέφειν,

  ἢν δ᾽ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.

  Διόνυσος

  νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γ᾽ ἔχω:

  ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ᾽ ἕτερος σαφῶς.

  1435 ἀλλ᾽ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον

  περὶ τῆς πόλεως ἥντιν᾽ ἔχετον σωτηρίαν.

  Εὐριπίδης

  εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,

  αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.

  Διόνυσος

  γέλοιον ἂν φαίνοιτο: νοῦν δ᾽ ἔχει τίνα;

  Εὐριπίδης

  1440 εἰ ναυμαχοῖεν κᾆτ᾽ ἔχοντες ὀξίδας

  ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.

  ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.

  Διόνυσος

  λέγε.

  Εὐριπίδης

  ὅταν τὰ νῦν ἄπιστα πίσθ᾽ ἡγώμεθα,

  τὰ δ᾽ ὄντα πίστ᾽ ἄπιστα.

  Διόνυσος

  πῶς; οὐ μανθάνω.

  1445 ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.

  Εὐριπίδης

  εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,

  τούτοις ἀπιστήσαιμεν, οἷς δ᾽ οὐ χρώμεθα,

  τούτοισι χρησαίμεσθ᾽, ἴσως σωθεῖμεν ἄν.

  εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς

  1450 τἀναντί᾽ ἂν πράττοντες οὐ σῳζοίμεθ᾽ ἄν;

  Διόνυσος

  εὖ γ᾽ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.

  ταυτὶ πότερ᾽ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;

  Εὐριπίδης

  ἐγὼ μόνος: τὰς δ᾽ ὀξίδας Κηφισοφῶν.

  τί δαὶ σύ; τί λέγεις;

  Αἰσχύλος

  τὴν πόλιν νῦν μοι φράσον

  πρῶτον τίσι χρῆται: πότερα τοῖς χρηστοῖς;

  Διόνυσος

  πόθεν;

  μισεῖ κάκιστα.

  Αἰσχύλος

  τοῖς πονηροῖς δ᾽ ἥδεται;

  Διόνυσος

  οὐ δῆτ᾽ ἐκείνη γ᾽, ἀλλὰ χρῆται πρὸς βίαν.

  Αἰσχύλος

  πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,

  ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;

  Διόνυσος

  1460 εὕρισκε νὴ Δί᾽, εἴπερ ἀναδύσει πάλιν.

  Αἰσχύλος

  ἐκεῖ φράσαιμ᾽ ἄν: ἐνθαδὶ δ᾽ οὐ βούλομαι.

  Διόνυσος

  μὴ δῆτα σύ γ᾽, ἀλλ᾽ ἐνθένδ᾽ ἀνίει τἀγαθά.

  Αἰσχύλος

  τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων

  εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,

  1465 πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.

  Διόνυσος

  εὖ, πλήν γ᾽ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.

  Πλούτων

  κρίνοις ἄν.

  Διόνυσος

  αὕτη σφῷν κρίσις γενήσεται:

  αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.

  Εὐριπίδης

  μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας

  1470 ἦ μὴν ἀπάξειν μ᾽ οἴκαδ᾽, αἱροῦ τοὺς φίλους.

  Διόνυσος

  ‘ἡ γλῶττ᾽ ὀμώμοκ᾽,’ Αἰσχύλον δ᾽ αἱρήσομαι.

  Εὐριπίδης

  τί δέδρακας ὦ μιαρώτατ᾽ ἀνθρώ�
�ων;

  Διόνυσος

  ἐγώ;

  ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;

  Εὐριπίδης

  αἴσχιστον ἔργον προσβλέπεις μ᾽ εἰργασμένος;

  Διόνυσος

  1475 τί δ᾽ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;

  Εὐριπίδης

  ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;

  Διόνυσος

  τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,

  τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;

  Πλούτων

  χωρεῖτε τοίνυν ὦ Διόνυσ᾽ εἴσω.

  Διόνυσος

  τί δαί;

  Πλούτων

  1480 ἵνα ξενίσω ‘γὼ σφὼ πρὶν ἀποπλεῖν.

  Διόνυσος

  εὖ λέγεις

  νὴ τὸν Δί᾽: οὐ γὰρ ἄχθομαι τῷ πράγματι.

  Χορός

  μακάριός γ᾽ ἀνὴρ ἔχων

  ξύνεσιν ἠκριβωμένην.

  πάρα δὲ πολλοῖσιν μαθεῖν.

  1485 ὅδε γὰρ εὖ φρονεῖν δοκήσας

  πάλιν ἄπεισιν οἴκαδ᾽ αὖ,

  ἐπ᾽ ἀγαθῶ μὲν τοῖς πολίταις,

  ἐπ᾽ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ

  ξυγγενέσι τε καὶ φίλοισι,

  1490 διὰ τὸ συνετὸς εἶναι. Χορός

  χαρίεν οὖν μὴ Σωκράτει

  παρακαθήμενον λαλεῖν,

  ἀποβαλόντα μουσικὴν

  τά τε μέγιστα παραλιπόντα

  1495 τῆς τραγῳδικῆς τέχνης.

  τὸ δ᾽ ἐπὶ σεμνοῖσιν λόγοισι

  καὶ σκαριφησμοῖσι λήρων

  διατριβὴν ἀργὸν ποιεῖσθαι,

  παραφρονοῦντος ἀνδρός. Πλούτων

  1500 ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,

  καὶ σῷζε πόλιν τὴν ἡμετέραν

  γνώμαις ἀγαθαῖς καὶ παίδευσον

  τοὺς ἀνοήτους: πολλοὶ δ᾽ εἰσίν:

  καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων

  1505 καὶ τουτὶ τοῖσι πορισταῖς

  Μύρμηκί θ᾽ ὁμοῦ καὶ Νικομάχῳ,

  τόδε δ᾽ Ἀρχενόμῳ:

  καὶ φράζ᾽ αὐτοῖς ταχέως ἥκειν

 

‹ Prev