Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 132
Delphi Complete Works of Polybius Page 132

by Polybius


  [1] ἡμῶν εἰρημένα σκοπεῖν ἐκ τούτων πάρεστιν. ὁ γὰρ Φιλῖνος ἀρχόμενος ἅμα τῶν πραγμάτων καὶ τῆς δευτέρας βύβλου φησὶ προσκαθῆσθαι τῇ Μεσσήνῃ πολεμοῦντας τούς τε Καρχηδονίους καὶ τοὺς Συρακοσίους, [2] παραγενομένους δὲ τοὺς Ῥωμαίους κατὰ θάλατταν εἰς τὴν πόλιν εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς Συρακοσίους: λαβόντας δὲ πολλὰς πληγὰς ἐπανελθεῖν εἰς τὴν Μεσσήνην: αὖθις δ᾽ ἐπὶ τοὺς Καρχηδονίους ἐκπορευθέντας οὐ μόνον πληγὰς λαβεῖν, ἀλλὰ καὶ ζωγρίᾳ τῶν στρατιωτῶν ἱκανοὺς ἀποβαλεῖν. [3] ταῦτα δ᾽ εἰπὼν τὸν μὲν Ἱέρωνά φησι μετὰ τὴν γενομένην συμπλοκὴν οὕτως ἔξω γενέσθαι τοῦ φρονεῖν ὥστε μὴ μόνον παραχρῆμα τὸν χάρακα καὶ τὰς σκηνὰς ἐμπρήσαντα φυγεῖν νυκτὸς εἰς τὰς Συρακούσας, ἀλλὰ καὶ τὰ φρούρια πάντα καταλιπεῖν τὰ κείμενα κατὰ τῆς τῶν Μεσσηνίων χώρας: [4] ὁμοίως δὲ καὶ τοὺς Καρχηδονίους μετὰ τὴν μάχην εὐθέως ἐκλιπόντας τὸν χάρακα διελεῖν σφᾶς εἰς τὰς πόλεις, τῶν δ᾽ ὑπαίθρων οὐδ᾽ ἀντιποιεῖσθαι τολμᾶν ἔτι: διὸ καὶ συνθεωρήσαντας τοὺς ἡγουμένους αὐτῶν ἀποδεδειλιακότας τοὺς ὄχλους βουλεύσασθαι μὴ κρίνειν διὰ μάχης τὰ πράγματα: [5] τοὺς δὲ Ῥωμαίους ἑπομένους αὐτοῖς οὐ μόνον τὴν χώραν πορθεῖν τῶν Καρχηδονίων καὶ Συρακοσίων, ἀλλὰ καὶ τὰς Συρακούσας αὐτὰς προσκαθίσαντας ἐπιβαλέσθαι πολιορκεῖν. [6] ταῦτα δ᾽, ὡς ἐμοὶ δοκεῖ, τῆς πάσης ἐστὶν ἀλογίας πλήρη καὶ διαστολῆς οὐ προσδεῖται τὸ παράπαν. [7] οὓς μὲν γὰρ πολιορκοῦντας τὴν Μεσσήνην καὶ νικῶντας ἐν ταῖς συμπλοκαῖς ὑπέθετο, τούτους φεύγοντας καὶ τῶν ὑπαίθρων ἐκχωροῦντας καὶ τέλος πολιορκουμένους καὶ ταῖς ψυχαῖς ἀποδεδειλιακότας ἀπέφηνεν: [8] οὓς δ᾽ ἡττωμένους καὶ πολιορκουμένους ὑπεστήσατο, τούτους διώκοντας καὶ παραχρῆμα κρατοῦντας τῶν ὑπαίθρων καὶ τέλος πολιορκοῦντας τὰς Συρακούσας ἀπέδειξε. [9] ταῦτα δὲ συνᾴδειν ἀλλήλοις οὐδαμῶς δύναται: πῶς γάρ; ἀλλ᾽ ἀναγκαῖον ἢ τὰς ὑποθέσεις εἶναι τὰς πρώτας ψευδεῖς ἢ τὰς ὑπὲρ τῶν συμβαινόντων ἀποφάσεις. [10] εἰσὶ δ᾽ αὗται μὲν ἀληθεῖς: καὶ γὰρ ἐξεχώρησαν οἱ Καρχηδόνιοι καὶ Συρακόσιοι τῶν ὑπαίθρων, καὶ τὰς Συρακούσας ἐπολέμουν οἱ Ῥωμαῖοι κατὰ πόδας, ὡς δ᾽ οὗτός φησι, καὶ τὴν Ἐχέτλαν, ἐν μέσῃ κειμένην τῇ τῶν Συρακοσίων καὶ Καρχηδονίων ἐπαρχίᾳ. [11] λοιπὸν ἀνάγκη συγχωρεῖν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εἶναι ψευδεῖς, καὶ νικώντων εὐθέως τῶν Ῥωμαίων ἐν ταῖς περὶ τὴν Μεσσήνην συμπλοκαῖς ἡττημένους αὐτοὺς ἡμῖν ὑπὸ τοῦ συγγραφέως ἀπηγγέλθαι. [12]

  [1] Φιλῖνον μὲν οὖν παρ᾽ ὅλην ἄν τις τὴν πραγματείαν εὕροι τοιοῦτον ὄντα, παραπλησίως δὲ καὶ Φάβιον, ὡς ἐπ᾽ αὐτῶν δειχθήσεται τῶν καιρῶν. [13] ἡμεῖς δ᾽ ἐπειδὴ τοὺς ἁρμόζοντας πεποιήμεθα λόγους ὑπὲρ τῆς παρεκβάσεως, ἐπανελθόντες ἐπὶ τὰς πράξεις πειρασόμεθα προστιθέντες ἀεὶ τὸν ἑξῆς λόγον εἰς ἀληθινὰς ἐννοίας ἄγειν διὰ βραχέων τοὺς ἐντυγχάνοντας ὑπὲρ τοῦ προειρημένου πολέμου. προσπεσόντων γὰρ εἰς τὴν Ῥώμην ἐκ τῆς Σικελίας τῶν περὶ τὸν Ἄππιον καὶ τὰ στρατόπεδα προτερημάτων, καταστήσαντες ὑπάτους Μάνιον Ὀτακίλιον καὶ Μάνιον Οὐαλέριον τάς τε δυνάμεις ἁπάσας ἐξαπέστελλον καὶ τοὺς στρατηγοὺς ἀμφοτέρους εἰς τὴν Σικελίαν. [2] ἔστι δὲ παρὰ Ῥωμαίοις τὰ πάντα τέτταρα στρατόπεδα Ῥωμαϊκὰ χωρὶς τῶν συμμάχων, ἃ κατ᾽ ἐνιαυτὸν προχειρίζονται: τούτων ἕκαστον ἀνὰ τετρακισχιλίους πεζούς, ἱππεῖς δὲ τριακοσίους. [3] ὧν παραγενομένων ἀπό τε τῶν Καρχηδονίων αἱ πλείους ἀφιστάμεναι πόλεις προσετίθεντο τοῖς Ῥωμαίοις ἀπό τε τῶν Συρακοσίων. [4] ὁ δ᾽ Ἱέρων θεωρῶν τὴν διατροπὴν καὶ κατάπληξιν τῶν Σικελιωτῶν, ἅμα δὲ τὸ πλῆθος καὶ τὸ βάρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἐκ πάντων συνελογίζετο τούτων ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἢ τὰς τῶν Καρχηδονίων ἐλπίδας. [5] διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τοῖς λογισμοῖς διεπέμπετο πρὸς τοὺς στρατηγούς, ὑπὲρ εἰρήνης καὶ φιλίας ποιούμενος τοὺς λόγους. [6] οἱ δὲ Ῥωμαῖοι προσεδέξαντο, καὶ μάλιστα διὰ τὰς χορηγίας: [7] θαλαττοκρατούντων γὰρ τῶν Καρχηδονίων εὐλαβοῦντο μὴ πανταχόθεν ἀποκλεισθῶσι τῶν ἀναγκαίων διὰ τὸ καὶ περὶ τὰ πρὸ τοῦ διαβάντα στρατόπεδα πολλὴν ἔνδειαν γεγονέναι τῶν ἐπιτηδείων. [8] διόπερ ὑπολαβόντες τὸν Ἱέρωνα μεγάλην εἰς τοῦτο τὸ μέρος αὑτοῖς παρέξεσθαι χρείαν ἀσμένως προσεδέξαντο τὴν φιλίαν. [9] ποιησάμενοι δὲ συνθήκας ἐφ᾽ ᾧ τὰ μὲν αἰχμάλωτα χωρὶς λύτρων ἀποδοῦναι τὸν βασιλέα Ῥωμαίοις, ἀργυρίου δὲ προσθεῖναι τάλαντα τούτοις ἑκατόν, λοιπὸν ἤδη Ῥωμαῖοι μὲν ὡς φίλοις καὶ συμμάχοις ἐχρῶντο τοῖς Συρακοσίοις. [10] ὁ δὲ βασιλεὺς Ἱέρων ὑποστείλας ἑαυτὸν ὑπὸ τὴν Ῥωμαίων σκέπην καὶ χορηγῶν ἀεὶ τούτοις εἰς τὰ κατεπείγοντα τῶν πραγμάτων ἀδεῶς ἐβασίλευε τῶν Συρακοσίων τὸν μετὰ ταῦτα χρόνον, φιλοστεφανῶν καὶ φιλοδοξῶν εἰς τοὺς Ἕλληνας. [11] ἐπιφανέστατος γὰρ δὴ πάντων οὗτος δοκεῖ καὶ πλεῖστον χρόνον ἀπολελαυκέναι τῆς ἰδίας εὐβουλίας ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν.

  [1] Ἐπανενεχθεισῶν δὲ τῶν συνθηκῶν εἰς τὴν Ῥώμην, καὶ προσδεξαμένου τοῦ δήμου καὶ κυρώσαντος τὰς πρὸς Ἱέρωνα διαλύσεις, λοιπὸν οὐκέτι πάσας
ἔκρινον ἐξαποστέλλειν οἱ Ῥωμαῖοι τὰς δυνάμεις, ἀλλὰ δύο μόνον στρατόπεδα, [2] νομίζοντες ἅμα μὲν κεκουφίσθαι τὸν πόλεμον αὐτοῖς προσκεχωρηκότος τοῦ βασιλέως, ἅμα δὲ μᾶλλον ὑπολαμβάνοντες οὕτως εὐπορήσειν τὰς δυνάμεις τοῖς ἀναγκαίοις. [3] οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὸν μὲν Ἱέρωνα πολέμιον αὑτοῖς γεγονότα, τοὺς δὲ Ῥωμαίους ὁλοσχερέστερον ἐμπλεκομένους εἰς τὰ κατὰ τὴν Σικελίαν ὑπέλαβον βαρυτέρας προσδεῖσθαι παρασκευῆς, δι᾽ ἧς ἀντοφθαλμεῖν δυνήσονται τοῖς πολεμίοις καὶ συνέχειν τὰ κατὰ τὴν Σικελίαν. [4] διὸ καὶ ξενολογήσαντες ἐκ τῆς ἀντιπέρας χώρας πολλοὺς μὲν Λιγυστίνους καὶ Κελτούς, ἔτι δὲ πλείους τούτων Ἴβηρας, ἅπαντας εἰς τὴν Σικελίαν ἀπέστειλαν. [5] ὁρῶντες δὲ τὴν τῶν Ἀκραγαντίνων πόλιν εὐφυεστάτην οὖσαν πρὸς τὰς παρασκευὰς καὶ βαρυτάτην ἅμα τῆς αὑτῶν ἐπαρχίας εἰς ταύτην συνήθροισαν τά τε χορήγια καὶ τὰς δυνάμεις, ὁρμητηρίῳ κρίνοντες χρῆσθαι ταύτῃ τῇ πόλει πρὸς τὸν πόλεμον. [6] τῶν δὲ Ῥωμαίων οἱ μὲν πρὸς τὸν Ἱέρωνα ποιησάμενοι στρατηγοὶ τὰς συνθήκας ἀνακεχωρήκεισαν: οἱ δὲ μετὰ τούτους κατασταθέντες Λεύκιος Ποστόμιος καὶ Κόιντος Μαμίλιος ἧκον εἰς τὴν Σικελίαν μετὰ τῶν στρατοπέδων. [7] θεωροῦντες δὲ τὴν τῶν Καρχηδονίων ἐπιβολὴν καὶ τὰς περὶ τὸν Ἀκράγαντα παρασκευὰς ἔγνωσαν τολμηρότερον ἐγχειρεῖν τοῖς πράγμασιν: [8] διὸ καὶ τὰ μὲν ἄλλα μέρη τοῦ πολέμου παρῆκαν, φέροντες δὲ παντὶ τῷ στρατεύματι πρὸς αὐτὸν Ἀκράγαντα προσήρεισαν: καὶ στρατοπεδεύσαντες ἐν ὀκτὼ σταδίοις ἀπὸ τῆς πόλεως συνέκλεισαν ἐντὸς τειχῶν τοὺς Καρχηδονίους. [9] ἀκμαζούσης δὲ τῆς τοῦ σίτου συναγωγῆς, καὶ προφαινομένης χρονίου πολιορκίας, ὥρμησαν ἐκθυμότερον τοῦ δέοντος οἱ στρατιῶται πρὸς τὸ σιτολογεῖν. [10] οἱ δὲ Καρχηδόνιοι κατιδόντες τοὺς πολεμίους ἐσκεδασμένους κατὰ τῆς χώρας, ἐξελθόντες ἐπέθεντο τοῖς σιτολογοῦσιν. τρεψάμενοι δὲ τούτους ῥᾳδίως οἱ μὲν ἐπὶ τὴν τοῦ χάρακος ἁρπαγὴν ὥρμησαν, οἱ δ᾽ ἐπὶ τὰς ἐφεδρείας. [11] ἀλλ᾽ ἡ τῶν ἐθισμῶν διαφορὰ καὶ τότε καὶ πολλάκις ἤδη σέσωκε τὰ Ῥωμαίων πράγματα. τὸ γὰρ πρόστιμον παρ᾽ αὐτοῖς θάνατός ἐστι τῷ προεμένῳ τὸν τόπον καὶ φυγόντι τὸ παράπαν ἐξ ἐφεδρείας. [12] διὸ καὶ τότε πολλαπλασίους ὄντας τοὺς ὑπεναντίους ὑποστάντες γενναίως πολλοὺς μὲν τῶν ἰδίων ἀπέβαλον, ἔτι δὲ πλείους τῶν ἐχθρῶν ἀπέκτειναν. [13] τέλος δὲ κυκλώσαντες τοὺς πολεμίους ὅσον οὔπω διασπῶντας τὸν χάρακα, τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς ἐπικείμενοι καὶ φονεύοντες συνεδίωξαν εἰς τὴν πόλιν.

  [1] μετὰ δὲ ταῦτα συνέβη τοὺς μὲν Καρχηδονίους εὐλαβέστερον διακεῖσθαι πρὸς τὰς ἐπιθέσεις, τοὺς δὲ Ῥωμαίους φυλακτικώτερον χρῆσθαι ταῖς προνομαῖς. [2] ἐπεὶ δ᾽ οὐκ ἀντεξῄεσαν οἱ Καρχηδόνιοι πλὴν ἕως ἀκροβολισμοῦ, διελόντες οἱ στρατηγοὶ τῶν Ῥωμαίων εἰς δύο μέρη τὴν δύναμιν τῷ μὲν ἑνὶ περὶ τὸ πρὸ τῆς πόλεως Ἀσκληπιεῖον ἔμενον, θατέρῳ δὲ κατεστρατοπέδευσαν ἐν τοῖς πρὸς Ἡράκλειαν κεκλιμένοις μέρεσιν τῆς πόλεως. [3] τὰ δὲ μεταξὺ τῶν στρατοπέδων ἐξ ἑκατέρου τοῦ μέρους τῆς πόλεως ὠχυρώσαντο καὶ τὴν μὲν ἐντὸς αὐτῶν τάφρον προεβάλοντο χάριν τῆς πρὸς τοὺς ἐξιόντας ἐκ τῆς πόλεως ἀσφαλείας, τὴν δ᾽ ἐκτὸς αὐτῶν περιεβάλοντο, φυλακὴν ποιούμενοι τῶν ἔξωθεν ἐπιθέσεων καὶ τῶν παρεισάγεσθαι καὶ παρεισπίπτειν εἰωθότων εἰς τὰς πολιορκουμένας πόλεις. [4] τὰ δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν στρατοπέδων διαστήματα φυλακαῖς διέλαβον, ὀχυροποιησάμενοι τοὺς εὐκαίρους τῶν τόπων ἐν διαστάσει. [5] τὰ δὲ χορήγια καὶ τὴν ἄλλην παρασκευὴν οἱ μὲν ἄλλοι σύμμαχοι πάντες ἥθροιζον αὐτοῖς καὶ παρῆγον εἰς Ἑρβησόν, αὐτοὶ δ᾽ ἐκ ταύτης τῆς πόλεως οὐ μακρὰν ὑπαρχούσης ἄγοντες καὶ φέροντες συνεχῶς τὰς ἀγορὰς δαψιλῆ τἀναγκαῖα σφίσι παρεσκεύαζον. [6] πέντε μὲν οὖν ἴσως μῆνας ἐπὶ τῶν αὐτῶν διέμενον, οὐδὲν ὁλοσχερὲς προτέρημα δυνάμενοι λαβεῖν κατ᾽ ἀλλήλων πλὴν τῶν ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς συμβαινόντων. [7] συναγομένων δὲ τῷ λιμῷ τῶν Καρχηδονίων διὰ τὸ πλῆθος τῶν ἐν τῇ πόλει συγκεκλεισμένων ἀνδρῶν — οὐ γὰρ ἐλάττους πέντε μυριάδων ὑπῆρχον — δυσχρηστούμενος Ἀννίβας ἤδη τοῖς πράγμασιν, ὁ τεταγμένος ἐπὶ τῶν πολιορκουμένων δυνάμεων, διεπέμπετο συνεχῶς εἰς τὴν Καρχηδόνα τήν τε περίστασιν διασαφῶν καὶ βοηθεῖν παρακαλῶν. [8] οἱ δ᾽ ἐν τῇ Καρχηδόνι τῶν ἐπισυνηγμένων στρατιωτῶν καὶ θηρίων γεμίσαντες τὰς ναῦς ἐξέπεμψαν εἰς τὴν Σικελίαν πρὸς Ἄννωνα τὸν ἕτερον στρατηγόν. [9] ὃς συναγαγὼν τὰς παρασκευὰς καὶ δυνάμεις εἰς Ἡράκλειαν πρῶτον μὲν πραξικοπήσας κατέσχε τὴν τῶν Ἑρβησέων πόλιν καὶ παρείλετο τὰς ἀγορὰς καὶ τὴν τῶν ἀναγκαίων χορηγίαν τοῖς τῶν ὑπεναντίων στρατοπέδοις. [10] ἐξ οὗ συνέβη τοὺς Ῥωμαίους ἐπ᾽ ἴσου πολιορκεῖν καὶ πολιορκεῖσθαι τοῖς πράγμασιν. εἰς γὰρ τοῦτο συνήγοντο τῇ σιτοδείᾳ καὶ σπάνει τῶν ἀναγκαίων ὥστε πολλάκις βουλεύεσθαι περὶ τοῦ λύειν τὴν πολιορκίαν. [11] ὃ δὴ καὶ τέλος ἂν ἐποίησαν, εἰ μὴ πᾶσαν σπουδὴν καὶ μηχανὴν προσφερόμενος Ἱέρων τὰ μέτρια καὶ τἀναγκαῖα σφίσι παρεσκεύαζε

 

‹ Prev