Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 134
Delphi Complete Works of Polybius Page 134

by Polybius

[1] ρασκευῇ καιρὸν ἐπετήρουν πρὸς ναυμαχίαν: ὁ δὲ Γάιος Βίλιος ὡς θᾶττον ἔγνω τὴν περιπέτειαν τοῦ τῆς ναυτικῆς δυνάμεως ἡγουμένου, παραδοὺς τὰ πεζικὰ στρατόπεδα τοῖς χιλιάρχοις αὐτὸς διεκομίσθη πρὸς τὸν στόλον. [2] πυθόμενος δὲ τοὺς πολεμίους πορθεῖν τὴν Μυλαῗτιν χώραν ἐπιπλεῖ στόλῳ παντί. [3] συνιδόντες δ᾽ οἱ Καρχηδόνιοι μετὰ χαρᾶς καὶ σπουδῆς ἀνήγοντο ναυσὶν ἑκατὸν καὶ τριάκοντα, καταφρονοῦντες τῆς ἀπειρίας τῶν Ῥωμαίων, καὶ πάντες ἔπλεον ἀντίπρωρροι τοῖς πολεμίοις, οὐδὲ τάξεως καταξιώσαντες τὸν κίνδυνον, ἀλλ᾽ ὡς ἐπὶ λείαν τινὰ πρόδηλον. [4] ἡγεῖτο δ᾽ Ἀννίβας αὐτῶν — οὗτος δ᾽ ἦν ὁ τὰς δυνάμεις ἐκκλέψας νυκτὸς ἐκ τῆς τῶν Ἀκραγαντίνων πόλεως — ἔχων ἑπτήρη τὴν γενομένην Πύρρου τοῦ βασιλέως. [5] ἅμα δὲ τῷ πλησιάζειν συνθεωροῦντες ἀνανενευκότας τοὺς κόρακας ἐν ταῖς ἑκάστων πρώρραις, ἐπὶ ποσὸν μὲν ἠπόρουν οἱ Καρχηδόνιοι, ξενιζόμενοι ταῖς τῶν ὀργάνων κατασκευαῖς: οὐ μὴν ἀλλὰ τελέως κατεγνωκότες τῶν ἐναντίων ἐνέβαλον οἱ πρῶτοι πλέοντες τετολμηκότως. [6] τῶν δὲ συμπλεκομένων σκαφῶν ἀεὶ δεδεμένων τοῖς ὀργάνοις, καὶ τῶν ἀνδρῶν εὐθὺς ἐπιπορευομένων δι᾽ αὐτοῦ τοῦ κόρακος καὶ συμπλεκομένων ἐπὶ τοῖς καταστρώμασιν, οἱ μὲν ἐφονεύοντο τῶν Καρχηδονίων, οἱ δὲ παρεδίδοσαν ἑαυτοὺς ἐκπληττόμενοι τὸ γινόμενον: παραπλήσιον γὰρ πεζομαχίας συνέβαινε τὸν κίνδυνον ἀποτελεῖσθαι. [7] διὸ καὶ τριάκοντα μὲν τὰς πρώτας συμβαλούσας ναῦς αὐτάνδρους ἀπέβαλον, σὺν αἷς ἐγένετ᾽ αἰχμάλωτον καὶ τὸ τοῦ στρατηγοῦ πλοῖον: Ἀννίβας δ᾽ ἀνελπίστως καὶ παραβόλως αὐτὸς ἐν τῇ σκάφῃ διέφυγεν. [8] τὸ δὲ λοιπὸν πλῆθος τῶν Καρχηδονίων ἐποιεῖτο μὲν τὸν ἐπίπλουν ὡς εἰς ἐμβολήν, ἐν δὲ τῷ συνεγγίζειν θεωροῦντες τὸ συμβεβηκὸς περὶ τὰς προπλεούσας ναῦς ἐξέκλινον καὶ διένευον τὰς τῶν ὀργάνων ἐπιβολάς. [9] πιστεύοντες δὲ τῷ ταχυναυτεῖν, οἱ μὲν ἐκ πλαγίων, οἱ δὲ κατὰ πρύμναν ἐκπεριπλέοντες ἀσφαλῶς ἤλπιζον ποιήσασθαι τὰς ἐμβολάς. [10] πάντη δὲ καὶ πάντως ἀντιπεριισταμένων καὶ συνδιανευόντων τῶν ὀργάνων οὕτως ὥστε κατ᾽ ἀνάγκην τοὺς ἐγγίσαντας συνδεδέσθαι, τέλος ἐγκλίναντες ἔφυγον οἱ Καρχηδόνιοι, καταπλαγέντες τὴν καινοτομίαν τοῦ συμβαίνοντος, πεντήκοντα ναῦς ἀποβαλόντες.

  [1] οἱ δὲ Ῥωμαῖοι παραδόξως ἀντιπεποιημένοι τῆς κατὰ θάλατταν ἐλπίδος, διπλασίως ἐπερρώσθησαν ταῖς ὁρμαῖς πρὸς τὸν πόλεμον. [2] τότε μὲν οὖν προσσχόντες τῇ Σικελίᾳ τήν τ᾽ Αἰγεσταίων ἔλυσαν πολιορκίαν ἐσχάτως αὐτῶν ἤδη διακειμένων κατά τε τὴν ἐκ τῆς Αἰγέστης ἀναχώρησιν Μάκελλαν πόλιν κατὰ κράτος εἷλον. [3] μετὰ δὲ τὴν ναυμαχίαν Ἀμίλκας, ὁ τῶν Καρχηδονίων στρατηγὸς ὁ τεταγμένος ἐπὶ τῶν πεζικῶν δυνάμεων, διατρίβων περὶ Πάνορμον, γνοὺς ἐν τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις στασιάζοντας τοὺς συμμάχους πρὸς τοὺς Ῥωμαίους περὶ τῶν ἐν ταῖς μάχαις πρωτείων, [4] καὶ πυνθανόμενος στρατοπεδεύειν αὐτοὺς καθ᾽ ἑαυτοὺς τοὺς συμμάχους μεταξὺ τοῦ Παρώπου καὶ τῶν Θερμῶν τῶν Ἱμεραίων, ἐπιπεσὼν αὐτοῖς αἰφνιδίως ἀναστρατοπεδεύουσι μετὰ πάσης τῆς δυνάμεως σχεδὸν εἰς τετρακισχιλίους ἀπέκτεινεν. [5] μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀννίβας ἔχων τὰς διασωθείσας ναῦς ἀπέπλευσεν εἰς τὴν Καρχηδόνα, μετ᾽ οὐ πολὺ δ᾽ ἐκεῖθεν εἰς Σαρδόνα διῆρε, προσλαβὼν ναῦς καί τινας τῶν ἐνδόξων τριηράρχων. [6] χρόνοις δ᾽ οὐ πολλοῖς κατόπιν ἐν τῇ Σαρδόνι συγκλεισθεὶς ὑπὸ Ῥωμαίων ἔν τινι λιμένι καὶ πολλὰς ἀποβαλὼν τῶν νεῶν, παραυτίκα συλληφθεὶς ὑπὸ τῶν διασωθέντων Καρχηδονίων ἀνεσταυρώθη. [7] Ῥωμαῖοι γὰρ ἅμα τῆς θαλάττης ἥψαντο καὶ τῶν κατὰ Σαρδόνα πραγμάτων εὐθέως ἀντείχοντο. [8]

  [1] τὰ δ᾽ ἐν τῇ Σικελίᾳ στρατόπεδα τῶν Ῥωμαίων κατὰ μὲν τὸν ἑξῆς ἐνιαυτὸν οὐδὲν ἄξιον ἔπραξαν λόγου, [9] τότε δὲ προσδεξάμενοι τοὺς ἐπικαθεσταμένους ἄρχοντας Αὖλον Ἀτίλιον καὶ Γάιον Σολπίκιον ὥρμησαν ἐπὶ τὸν Πάνορμον διὰ τὸ τὰς τῶν Καρχηδονίων δυνάμεις ἐκεῖ παραχειμάζειν. [10] οἱ δὲ στρατηγοὶ συνεγγίσαντες τῇ πόλει μετὰ πάσης τῆς δυνάμεως παρετάξαντο. τῶν δὲ πολεμίων οὐκ ἀντεξιόντων, πάλιν ἐντεῦθεν ἐποιήσαντο τὴν ὁρμὴν ἐπὶ πόλιν Ἱππάναν, [11] καὶ ταύτην μὲν ἐξ ἐφόδου κατὰ κράτος ἔλαβον, εἷλον δὲ καὶ τὸ Μυττίστρατον, πολλοὺς χρόνους ὑπομεμενηκὸς τὴν πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου. [12] τὴν δὲ Καμαριναίων πόλιν μικρῷ πρότερον ἀπ᾽ αὐτῶν ἀποστᾶσαν, τότε προσενέγκαντες ἔργα καὶ καταβαλόντες τὰ τείχη κατέσχον: ὁμοίως δὲ καὶ τὴν Ἔνναν καὶ ἕτερα πλείω πολισμάτια τῶν Καρχηδονίων. [13] ἀπὸ δὲ τούτων γενόμενοι Λιπαραίους ἐπεχείρησαν πολιορκεῖν. τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ Γάιος Ἀτίλιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρὸς Τυνδαρίδα καθορμισθεὶς καὶ συνθεασάμενος ἀτάκτως παραπλέοντα τὸν τῶν Καρχηδονίων στόλον, παραγγείλας τοῖς ἰδίοις πληρώμασιν ἕπεσθαι τοῖς ἡγουμένοις, αὐτὸς ὥρμησε πρὸ τῶν ἄλλων, ἔχων δέκα ναῦς ὁμοπλοούσας. [2] οἱ δὲ Καρχηδόνιοι συνιδόντες τῶν ὑπεναντίων τοὺς μὲν ἀκμὴν ἐμβαίνοντας, τοὺς δ᾽ ἀναγομένους, τοὺς δὲ πρώτους πολὺ προειληφότας τῶν ἄλλων, ἐπιστρέψαντες αὐτοῖς ἀπήντων. [3] καὶ κυκλώσαντες τὰς μὲν ἄλλας διέφθειραν, τὴν
δὲ τοῦ στρατηγοῦ ναῦν παρ᾽ ὀλίγον αὔτανδρον ἔλαβον. οὐ μὴν ἀλλ᾽ αὕτη μὲν ταῖς ὑπηρεσίαις ἐξηρτυμένη καὶ ταχυναυτοῦσα διέφυγε παραδόξως τὸν κίνδυνον, [4] αἱ δὲ λοιπαὶ τῶν Ῥωμαίων ἐπιπλέουσαι κατὰ βραχὺ συνηθροίζοντο. γενόμεναι δ᾽ ἐν μετώπῳ συνέβαλλον τοῖς πολεμίοις καὶ δέκα μὲν αὐτάνδρους ναῦς ἔλαβον, ὀκτὼ δὲ κατέδυσαν. αἱ δὲ λοιπαὶ τῶν Καρχηδονίων ἀπεχώρησαν εἰς τὰς Λιπαραίας καλουμένας νήσους. [5]

  [1] ἐκ δὲ ταύτης τῆς ναυμαχίας ἀμφότεροι νομίζοντες ἐφάμιλλον πεποιῆσθαι τὸν κίνδυνον, ὥρμησαν ὁλοσχερέστερον ἐπὶ τὸ συνίστασθαι ναυτικὰς δυνάμεις καὶ τῶν κατὰ θάλατταν ἀντέχεσθαι πραγμάτων. [6] αἱ δὲ πεζικαὶ δυνάμεις ἐν τοῖς κατὰ ταῦτα καιροῖς οὐδὲν ἔπραξαν ἄξιον μνήμης, ἀλλὰ περὶ μικρὰς καὶ τὰς τυχούσας πράξεις κατέτριψαν τοὺς χρόνους. [7] διὸ παρασκευασάμενοι, καθάπερ εἶπον, εἰς τὴν ἐπιφερομένην θερείαν ἀνήχθησαν Ῥωμαῖοι μὲν τριάκοντα καὶ τριακοσίαις μακραῖς ναυσὶ καταφράκτοις καὶ κατέσχον εἰς Μεσσήνην. [8] ὅθεν ἀναχθέντες ἔπλεον δεξιὰν ἔχοντες τὴν Σικελίαν, κάμψαντες δὲ τὸν Πάχυνον ὑπερῆραν εἰς Ἔκνομον διὰ τὸ καὶ τὸ πεζὸν στράτευμα περὶ τούτους αὐτοὺς εἶναι τοὺς τόπους. [9] Καρχηδόνιοι δὲ πεντήκοντα καὶ τριακοσίαις ναυσὶ καταφράκτοις ἀναπλεύσαντες Λιλυβαίῳ προσέσχον, ἐντεῦθεν δὲ πρὸς Ἡράκλειαν τὴν Μινῴαν καθωρμί σθησαν. ἦν δὲ τῶν μὲν Ῥωμαίων πρόθεσις εἰς τὴν Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν, ἵνα τοῖς Καρχηδονίοις μὴ περὶ Σικελίας, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῆς ἰδίας χώρας ὁ κίνδυνος γίνηται. [2] τοῖς δὲ Καρχηδονίοις τἀναντία τούτων ἐδόκει: συνιδόντες γὰρ ὡς εὐέφοδός ἐστιν ἡ Λιβύη καὶ πᾶς ὁ κατὰ τὴν χώραν λαὸς εὐχείρωτος τοῖς ἅπαξ εἰς αὐτὴν ἐμβαλοῦσιν, οὐχ οἷοί τ᾽ ἦσαν ἐπιτρέπειν, ἀλλὰ διακινδυνεύειν καὶ ναυμαχεῖν ἔσπευδον. [3] ὄντων δὲ τῶν μὲν πρὸς τὸ κωλύειν, τῶν δὲ πρὸς τὸ βιάζεσθαι, προφανὴς ἦν ὁ μέλλων ἀγὼν ἐκ τῆς ἑκατέρων συνίστασθαι φιλοτιμίας. [4] οἱ μὲν οὖν Ῥωμαῖοι πρὸς ἀμφότερα τὴν παρασκευὴν ἁρμόζουσαν ἐποιοῦντο πρός τε τὴν κατὰ θάλατταν χρείαν καὶ πρὸς τὴν ἀπόβασιν τὴν εἰς τὴν πολεμίαν. [5] διόπερ ἐπιλέξαντες ἐκ τῶν πεζικῶν στρατοπέδων τὰς ἀρίστας χεῖρας διεῖλον τὴν πᾶσαν δύναμιν, ἣν ἤμελλον ἀναλαμβάνειν, εἰς τέτταρα μέρη. [6] τὸ δὲ μέρος ἕκαστον διττὰς εἶχεν προσηγορίας: πρῶτον μὲν γὰρ ἐκαλεῖτο στρατόπεδον καὶ πρῶτος στόλος καὶ τὰ λοιπὰ κατὰ λόγον. τὸ δὲ τέταρτον καὶ τρίτην ἐπωνυμίαν ἔτι προσειλήφει: τριάριοι γὰρ ὠνομάζοντο κατὰ τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις συνήθειαν. [7] καὶ τὸ μὲν σύμπαν ἦν στράτευμα τούτων τῆς ναυτικῆς δυνάμεως περὶ τέτταρας καὶ δέκα μυριάδας, ὡς ἂν ἑκάστης νεὼς λαμβανούσης ἐρέτας μὲν τριακοσίους, ἐπιβάτας δ᾽ ἑκατὸν εἴκοσιν. [8] οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πλεῖον καὶ τὸ πᾶν ἡρμόζοντο πρὸς τὸν κατὰ θάλατταν κίνδυνον: τό γε μὴν πλῆθος αὐτῶν ἦν ὑπὲρ πεντεκαίδεκα μυριάδας κατὰ τὸν τῶν νεῶν λόγον. [9] ἐφ᾽ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλομερίαν καὶ δύναμιν, στοχαζόμενος ἔκ τε τοῦ τῶν ἀνδρῶν καὶ τοῦ τῶν νεῶν πλήθους. [10] οἱ δὲ Ῥωμαῖοι συλλογιζόμενοι διότι τὸν μὲν πλοῦν εἶναι συμβαίνει πελάγιον, τοὺς δὲ πολεμίους ταχυναυτεῖν, πανταχόθεν ἐπειρῶντο ποιεῖσθαι τὴν τάξιν ἀσφαλῆ καὶ δυσπρόσοδον. [11] τὰς μὲν οὖν ἑξήρεις δύ᾽ οὔσας, ἐφ᾽ ὧν ἔπλεον οἱ στρατηγοὶ Μάρκος Ἀτίλιος καὶ Λεύκιος Μάλιος, πρώτας ἐν μετώπῳ παραλλήλους ἔταξαν. [12] τούτων δ᾽ ἑκατέρᾳ συνεχεῖς κατὰ μίαν ναῦν ἐπιτάττοντες τῇ μὲν τὸν πρῶτον, τῇ δὲ τὸν δεύτερον στόλον ἐπέστησαν, ἀεὶ καθ᾽ ἑκάστην ναῦν ἑκατέρου τοῦ στόλου μεῖζον τὸ μεταξὺ ποιοῦντες διάστημα. ταῖς δὲ πρώρραις ἔξω νεύοντα τὰ σκάφη τὴν ἐπίστασιν ἐπ᾽ ἀλλήλοις εἶχεν. [13] ἐπειδὴ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἁπλῶς εἰς ἔμβολον ἔταξαν, ἐπέβαλον τούτοις ἐπὶ μίαν ναῦν ἐν μετώπῳ τὸ τρίτον στρατόπεδον: ὧν ἐπιστάντων ἀπετελέσθη τρίγωνον τὸ πᾶν εἶδος τῆς τάξεως. [14] ἐπὶ δὲ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν. [15] ταύταις δὲ κατόπιν ἐπέβαλον τὸν τέταρτον στόλον, τοὺς τριαρίους κληθέντας, ἐπὶ μίαν παρεκτείναντες ναῦν, ὡς ὑπερτείνειν ἐξ ἑκατέρου τοῦ μέρους τοὺς πρὸ ἑαυτῶν. [16] καὶ συναρμοσθέντων πάντων κατὰ τὸν εἰρημένον τρόπον, τὸ μὲν ὅλον ἀπετελέσθη σχῆμα τῆς τάξεως ἔμβολον, οὗ τὸ μὲν ἐπὶ τὴν κορυφὴν μέρος ἦν κοῖλον, τὸ δὲ πρὸς τῇ βάσει στερεόν, τὸ δὲ σύμπαν ἐνεργὸν καὶ πρακτικόν, ἅμα δὲ καὶ δυσδιάλυτον.

  [1] οἱ δὲ τῶν Καρχηδονίων στρατηγοὶ κατὰ τὸν αὐτὸν καιρὸν παρακαλέσαντες τὰ πλήθη διὰ βραχέων καὶ συνυποδείξαντες αὐτοῖς ὅτι νικήσαντες μὲν τῇ ναυμαχίᾳ περὶ Σικελίας ποιήσονται τὸν πόλεμον, ἡττηθέντες δὲ περὶ τῆς σφετέρας πατρίδος κινδυνεύσουσιν καὶ τῶν ἀναγκαίων, οὕτως αὐτοῖς παρήγγειλαν ἐμβαίνειν εἰς τὰς ναῦς. [2] προθύμως δὲ πάντων ποιούντων τὸ παραγγελλόμενον διὰ τὸ προορᾶσθαι τὸ μέλλον ἐκ τῶν εἰρημένων, εὐθαρσῶς ἀνήγοντο καὶ καταπληκτικῶς. [3
] θεωροῦντες δὲ τὴν τῶν πολεμίων τάξιν οἱ στρατηγοὶ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὰ μὲν τρία μέρη τῆς αὑτῶν δυνάμεως ἐπὶ μίαν ἔταττον ναῦν, πρὸς τὸ πέλαγος ἀνατείναντες τὸ δεξιὸν κέρας, ὡς κυκλώσοντες τοὺς ὑπεναντίους, πάσας ἱστάντες ἀντιπρώρρους τὰς ναῦς τοῖς πολεμίοις. τὸ δὲ τέταρτον εὐώνυμον τῆς ὅλης τάξεως ἐποίουν, [4] ἐν ἐπικαμπίῳ νεῦον πρὸς τὴν γῆν. [5] ἡγοῦντο δὲ τῶν Καρχηδονίων τοῦ μὲν δεξιοῦ κέρως, ἔχων ἐπίπλους καὶ πεντήρεις τὰς μάλιστα ταχυναυτούσας πρὸς τὴν ὑπερκέρασιν, Ἄννων ὁ περὶ τὸν Ἀκράγαντα λειφθεὶς τῇ παρατάξει: [6] τῶν δ᾽ εὐωνύμων εἶχε τὴν ἐπιμέλειαν Ἀμίλκας ὁ περὶ τὴν Τυνδαρίδα ναυμαχήσας: ὃς τότε κατὰ μέσην τὴν τάξιν ποιούμενος τὸν κίνδυνον ἐχρήσατό τινι στρατηγήματι κατὰ τὸν ἀγῶνα τοιῴδε. [7] τῶν γὰρ Ῥωμαίων συνθεασαμένων ἐπὶ λεπτὸν ἐκτεταμένους τοὺς Καρχηδονίους καὶ ποιησαμένων τὴν ὁρμὴν ἐπὶ μέσους, τὴν μὲν ἀρχὴν ὁ κίνδυνος ἔλαβε τοιαύτην. [8] ταχὺ δὲ τῶν περὶ τὰ μέσα Καρχηδονίων ἐκ παραγγέλματος κλινάντων πρὸς φυγὴν χάριν τοῦ διασπάσαι τὴν τῶν Ῥωμαίων τάξιν, οὗτοι μὲν ὑπεχώρουν μετὰ σπουδῆς, οἱ δὲ Ῥωμαῖοι κατόπιν ἠκολούθουν ἐκθύμως. [9] ὁ μὲν οὖν πρῶτος καὶ δεύτερος στόλος ἐπέκειτο τοῖς φεύγουσιν, τὸ δὲ τρίτον καὶ τὸ τέταρτον στρατόπεδον ἀπεσπᾶτο, τῶν μὲν ῥυμουλκούντων τὰς ἱππηγοὺς ναῦς, τῶν δὲ τριαρίων συμμενόντων καὶ συνεφεδρευόντων τούτοις. [10] ἐπεὶ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἱκανὸν τῶν ἄλλων ἐδόκουν ἀπεσπακέναι τόπον οἱ Καρχηδόνιοι, συνθήματος ἀρθέντος ἐκ τῆς Ἀμίλκου νεὼς μετεβάλοντο πάντες ἅμα καὶ συνέβαλον τοῖς ἐπικειμένοις. [11] ἀγῶνος δὲ συστάντος καρτεροῦ, τῷ μὲν ταχυναυτεῖν ἐκπεριπλέοντες καὶ ῥᾳδίως μὲν προσιόντες ὀξέως δ᾽ ἀποχωροῦντες πολὺ περιῆσαν οἱ Καρχηδόνιοι, [12] τῷ δὲ βιαιομαχεῖν κατὰ τὰς συμπλοκὰς καὶ συνδεῖν τοῖς κόραξιν τοὺς ἅπαξ ἐγγίσαντας, ἅμα δὲ καὶ τῷ συναγωνιζομένων ἀμφοτέρων τῶν στρατηγῶν ἐν ὄψει τῶν ἡγουμένων ποιεῖσθαι τὸν κίνδυνον, οὐχ ἧττον ἐπικυδεστέρας εἶχον οἱ Ῥωμαῖοι τῶν Καρχηδονίων τὰς ἐλπίδας. [13] ἡ μὲν οὖν κατὰ τούτους μάχη τοιαύ

 

‹ Prev