Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 137
Delphi Complete Works of Polybius Page 137

by Polybius


  [1] οἱ δὲ Καρχηδόνιοι, συνέντες τὸν γεγονότα φθόρον τοῦ τῶν Ῥωμαίων στόλου καὶ νομίσαντες κατὰ μὲν γῆν ἀξιόχρεως σφᾶς εἶναι διὰ τὸ προγεγονὸς εὐτύχημα, κατὰ δὲ θάλατταν διὰ τὴν εἰρημένην τῶν Ῥωμαίων περιπέτειαν, ὥρμησαν προθυμότερον ἐπί τε τὰς ναυτικὰς καὶ πεζικὰς παρασκευάς. [2] καὶ τὸν μὲν Ἀσδρούβαν εὐθὺς ἐξαπέστελλον εἰς τὴν Σικελίαν, δόντες αὐτῷ τούς τε προϋπάρχοντας καὶ τοὺς ἐκ τῆς Ἡρακλείας παραγεγονότας στρατιώτας, ἅμα δὲ τούτοις ἐλέφαντας ἑκατὸν καὶ τετταράκοντα. [3] τοῦτον δ᾽ ἐκπέμψαντες διακοσίας κατεσκευάζοντο ναῦς καὶ τἄλλα τὰ πρὸς τὸν πλοῦν ἡτοίμαζον. [4] ὁ δ᾽ Ἀσδρούβας διακομισθεὶς εἰς τὸ Λιλύβαιον ἀσφαλῶς τά τε θηρία καὶ τὰς δυνάμεις ἐγύμναζεν καὶ δῆλος ἦν ἀντιποιησόμενος τῶν ὑπαίθρων. [5] Ῥωμαῖοι δὲ τῶν ἐκ τῆς ναυαγίας ἀνακομισθέντων διακούσαντες τὸ κατὰ μέρος βαρέως μὲν ἤνεγκαν τὸ γεγονός: οὐ βουλόμενοι δὲ καθάπαξ εἴκειν, αὖθις ἔγνωσαν ἐκ δρυόχων εἴκοσι καὶ διακόσια ναυπηγεῖσθαι σκάφη. [6] τούτων δὲ τὴν συντέλειαν ἐν τριμήνῳ λαβόντων, ὅπερ οὐδὲ πιστεῦσαι ῥᾴδιον, εὐθέως οἱ κατασταθέντες ἄρχοντες Αὖλος Ἀτίλιος καὶ Γνάιος Κορνήλιος καταρτίσαντες τὸν στόλον ἀνήχθησαν, [7] καὶ πλεύσαντες διὰ πορθμοῦ προσέλαβον ἐκ τῆς Μεσσήνης τὰ διασωθέντα τῶν πλοίων ἐκ τῆς ναυαγίας καὶ κατάραντες εἰς Πάνορμον τῆς Σικελίας τριακοσίαις ναυσίν, ἥπερ ἦν βαρυτάτη πόλις τῆς Καρχηδονίων ἐπαρχίας, ἐνεχείρησαν αὐτὴν πολιορκεῖν. [8] συστησάμενοι δὲ κατὰ διττοὺς τόπους ἔργα καὶ τἄλλα παρασκευασάμενοι προσήγαγον τὰς μηχανάς. [9] ῥᾳδίως δὲ τοῦ παρὰ θάλατταν πύργου πεσόντος, καὶ βιασαμένων ταύτῃ τῶν στρατιωτῶν, ἡ μὲν καλουμένη Νέα πόλις ἑαλώκει κατὰ κράτος: ἡ δὲ Παλαιὰ προσαγορευομένη τούτου συμβάντος ἐκινδύνευσεν. διὸ καὶ ταχέως ἐνέδωκαν αὐτὴν οἱ κατοικοῦντες. [10] γενόμενοι δ᾽ ἐγκρατεῖς οὗτοι μὲν ἀπέπλευσαν εἰς τὴν Ῥώμην,

  [1] ἀπολιπόντες φυλακὴν τῆς πόλεως. μετὰ δὲ ταῦτα τῆς θερείας ἐπιγενομένης οἱ κατασταθέντες ἄρχοντες Γνάιος Σερουίλιος καὶ Γάιος Σεμπρώνιος ἀνέπλευσαν παντὶ τῷ στόλῳ καὶ διάραντες εἰς τὴν Σικελίαν ἀφώρμησαν ἐντεῦθεν εἰς τὴν Λιβύην. [2] κομιζόμενοι δὲ παρὰ τὴν χώραν ἐποιοῦντο καὶ πλείστας ἀποβάσεις. ἐν αἷς οὐδὲν ἀξιόλογον πράττοντες παρεγίνοντο πρὸς τὴν τῶν Λωτοφάγων νῆσον, ἣ καλεῖται μὲν Μῆνιγξ, οὐ μακρὰν δ᾽ ἀπέχει τῆς μικρᾶς Σύρτεως. [3] ἐν ᾗ προσπεσόντες εἴς τινα βράχεα διὰ τὴν ἀπειρίαν, γενομένης ἀμπώτεως καὶ καθισάντων τῶν πλοίων εἰς πᾶσαν ἦλθον ἀπορίαν. [4] οὐ μὴν ἀλλὰ πάλιν ἀνελπίστως μετά τινα χρόνον ἐπενεχθείσης τῆς θαλάττης, ἐκρίψαντες ἐκ τῶν πλοίων πάντα τὰ βάρη μόλις ἐκούφισαν τὰς ναῦς. [5] οὗ γενομένου φυγῇ παραπλήσιον ἐποιήσαντο τὸν ἀπόπλουν. ἁψάμενοι δὲ τῆς Σικελίας καὶ κάμψαντες τὸ Λιλύβαιον καθωρμίσθησαν εἰς Πάνορμον. [6] ἐντεῦθεν δὲ ποιούμενοι παραβόλως καὶ διὰ πόρου τὸν πλοῦν εἰς τὴν Ῥώμην πάλιν περιέπεσον χειμῶνι τηλικούτῳ τὸ μέγεθος ὥστε πλείω τῶν ἑκατὸν καὶ πεντήκοντα πλοίων ἀποβαλεῖν.

  [1] οἱ δ᾽ ἐν τῇ Ῥώμῃ τούτων συμβάντων, [7] καίπερ ὄντες ἐν παντὶ φιλότιμοι διαφερόντως, ὅμως τότε διὰ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν συμπτωμάτων τοῦ μὲν ἔτι στόλον ἁθροίζειν ἀναγκασθέντες ὑπὸ τῶν πραγμάτων ἀπέστησαν, [8] ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι τὰς ὑπολοίπους ἔχοντες ἐλπίδας, τοὺς μὲν στρατηγοὺς ἀπέστελλον Λεύκιον Καικίλιον καὶ Γάιον Φούριον καὶ στρατόπεδα μετὰ τούτων εἰς τὴν Σικελίαν, ἑξήκοντα δὲ μόνον ἐπλήρωσαν ναῦς χάριν τοῦ τὰς ἀγορὰς κομίζειν τοῖς στρατοπέδοις. [9] ἐκ δὲ τῶν εἰρημένων περιπετειῶν συνέβη πάλιν ἐπικυδέστερα γενέσθαι τὰ τῶν Καρχηδονίων πράγματα. [10] τῆς μὲν γὰρ θαλάττης ἀδεῶς ἐπεκράτουν ἐκκεχωρηκότων τῶν Ῥωμαίων, ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι μεγάλας εἶχον ἐλπίδας. [11] καὶ τοῦτ᾽ ἔπασχον οὐκ ἀλόγως: οἱ γὰρ Ῥωμαῖοι, διαδοθείσης φήμης περὶ τῆς ἐν τῇ Λιβύῃ μάχης ὅτι τὰ θηρία τάς τε τάξεις αὐτῶν διασπάσαι καὶ τοὺς πλείστους διαφθείραι τῶν ἀνδρῶν, [12] οὕτως ἦσαν κατάφοβοι τοὺς ἐλέφαντας ὡς ἐπὶ δύ᾽ ἐνιαυτοὺς τοὺς ἑξῆς τῶν προειρημένων καιρῶν πολλάκις μὲν ἐν τῇ Λιλυβαιίτιδι χώρᾳ, πολλάκις δ᾽ ἐν τῇ Σελινουντίᾳ παραταττόμενοι τοῖς πολεμίοις ἐν ἓξ καὶ πέντε σταδίοις οὐκ ἐθάρρησαν οὐδέποτε κατάρξαι τῆς μάχης οὐδ᾽ εἰς τοὺς ὁμαλοὺς καθόλου συγκαταβῆναι τόπους, δεδιότες τὴν τῶν ἐλεφάντων ἔφοδον. [13] Θέρμαν δὲ μόνον καὶ Λιπάραν ἐξεπολιόρκησαν ἐν τούτοις τοῖς καιροῖς, ἀντεχόμενοι τῶν ὀρεινῶν καὶ δυσδιαβάτων τόπων. [14] διὸ καὶ θεωροῦντες οἱ Ῥωμαῖοι τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις πτοίαν καὶ δυσελπιστίαν αὖθις ἔγνωσαν ἐκ μεταμελείας ἀντιλαμβάνεσθαι τῆς θαλάττης. [15] καὶ καταστήσαντες στρατηγοὺς Γάιον Ἀτίλιον καὶ Λεύκιον Μάλιον ναυπηγοῦνται πεντήκοντα σκάφη καὶ κατέγραφον καὶ συνήθροιζον στόλον ἐνεργῶς. ὁ δὲ προεστὼς τῶν Καρχηδονίων Ἀσδρούβας, ὁρῶν ἀποδειλιῶντας τοὺς Ῥωμαίους ἐν ταῖς προγεγενημέναις παρατάξεσιν, πυθόμενος τὸν μὲν ἕνα τῶν στρατηγῶν μετὰ τῆς ἡμισείας δυνάμεως εἰς τὴν Ἰταλίαν ἀπηλλάχθαι, τὸν δὲ Καικίλιον ἐν τῷ Πανόρμῳ διατρίβειν
τὸ λοιπὸν μέρος ἔχοντα τῆς στρατιᾶς, βουλόμενον ἐφεδρεῦσαι τοῖς τῶν συμμάχων καρποῖς ἀκμαζούσης τῆς συγκομιδῆς, [2] ἀναλαβὼν ἐκ τοῦ Λιλυβαίου τὴν δύναμιν ὥρμησεν καὶ κατεστρατοπέδευσεν πρὸς τοῖς ὅροις τῆς χώρας τῆς Πανορμίτιδος. ὁ δὲ Καικίλιος, [3] θεωρῶν αὐτὸν κατατεθαρρηκότα, καὶ σπουδάζων ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ, συνεῖχε τοὺς στρατιώτας ἐντὸς τῶν πυλῶν. [4] οἷς ἐπαιρόμενος Ἀσδρούβας, ὡς οὐ τολμῶντος ἀντεξιέναι τοῦ Καικιλίου, θρασέως ὁρμήσας παντὶ τῷ στρατεύματι κατῆρε διὰ τῶν στενῶν εἰς τὴν Πανορμῖτιν. [5] φθείροντος δὲ τοὺς καρποὺς αὐτοῦ μέχρι τῆς πόλεως, ἔμενεν ἐπὶ τῆς ὑποκειμένης γνώμης ὁ Καικίλιος, ἕως αὐτὸν ἐξεκαλέσατο διαβῆναι τὸν πρὸ τῆς πόλεως ποταμόν. [6] ἐπεὶ δὲ τὰ θηρία διεβίβασαν οἱ Καρχηδόνιοι καὶ τὴν δύναμιν, τὸ τηνικαῦτα δὲ τοὺς εὐζώνους ἐξαποστέλλων ἠρέθιζε, μέχρι πᾶν αὐτοὺς ἐκτάξαι τὸ στρατόπεδον ἠνάγκασε. [7] συνθεασάμενος δὲ γινόμενον ὃ προέθετο, τινὰς μὲν τῶν εὐκινήτων πρὸ τοῦ τείχους καὶ τάφρου παρενέβαλε, προστάξας, ἂν ἐγγίζῃ τὰ θηρία πρὸς αὐτούς, χρῆσθαι τοῖς βέλεσιν ἀφθόνως, [8] ὅταν δ᾽ ἐκπιέζωνται, καταφεύγειν εἰς τὴν τάφρον καὶ πάλιν ἐκ ταύτης ὁρμωμένους εἰσακοντίζειν εἰς τὰ προσπίπτοντα τῶν ζῴων: [9] τοῖς δ᾽ ἐκ τῆς ἀγορᾶς βαναύσοις φέρειν προσέταξε τὰ βέλη καὶ παραβάλλειν ἔξω παρὰ τὸν θεμέλιον τοῦ τείχους. [10] αὐτὸς δὲ τὰς σημείας ἔχων ἐπὶ τῆς κατὰ τὸ λαιὸν κέρας τῶν ὑπεναντίων κειμένης πύλης ἐφεστήκει, πλείους ἀεὶ καὶ πλείους ἐπαποστέλλων τοῖς ἀκροβολιζομένοις. [11] ἅμα δὲ τῷ τούτων ὁλοσχερεστέραν γενέσθαι τὴν συμπλοκὴν ἀντιφιλοδοξοῦντες οἱ τῶν ἐλεφάντων ἐπιστάται πρὸς τὸν Ἀσδρούβαν καὶ βουλόμενοι δι᾽ αὑτῶν ποιῆσαι τὸ προτέρημα πάντες ὥρμησαν ἐπὶ τοὺς προκινδυνεύοντας: τρεψάμενοι δὲ τούτους ῥᾳδίως συνεδίωξαν εἰς τὴν τάφρον. [12] προσπεσόντων δὲ τῶν θηρίων καὶ τιτρωσκομένων μὲν ὑπὸ τῶν ἐκ τοῦ τείχους τοξευόντων, συνακοντιζομένων δ᾽ ἐνεργοῖς καὶ πυκνοῖς τοῖς ὑσσοῖς καὶ τοῖς γρόσφοις ὑπ᾽ ἀκεραίων τῶν πρὸ τῆς τάφρου διατεταγμένων, [13] συμβελῆ γινόμενα καὶ κατατραυματιζόμενα ταχέως διεταράχθη καὶ στραφέντα κατὰ τῶν ἰδίων ἐφέρετο, τοὺς μὲν ἄνδρας καταπατοῦντα καὶ διαφθείροντα, τὰς δὲ τάξεις συγχέοντα καὶ κατασπῶντα τὰς αὑτῶν. [14] ἃ καὶ κατιδὼν ὁ Καικίλιος ἐξῆγε τὴν δύναμιν ἐνεργῶς: καὶ συμπεσὼν ἐκ πλαγίου κατὰ κέρας τεταραγμένοις τοῖς πολεμίοις ἀκεραίους ἔχων καὶ συντεταγμένους τροπὴν ἐποίει τῶν ὑπεναντίων ἰσχυρὰν καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φεύγειν προτροπάδην. [15] θηρία δὲ σὺν αὐτοῖς μὲν Ἰνδοῖς ἔλαβε δέκα, τῶν δὲ λοιπῶν τοὺς Ἰνδοὺς ἀπερριφότων μετὰ τὴν μάχην περιελασάμενος ἐκυρίευσε πάντων. [16] ταῦτα δ᾽ ἐπιτελεσάμενος ὁμολογουμένως αἴτιος ἐδόκει γεγονέναι τοῖς Ῥωμαίων πράγμασι τοῦ πάλιν ἀναθαρρῆσαι τὰς πεζικὰς δυνάμεις καὶ κρατῆσαι τῶν ὑπαίθρων.

  [1] τοῦ δὲ προτερήματος τούτου προσπεσόντος εἰς τὴν Ῥώμην, περιχαρεῖς ἦσαν οὐχ οὕτως ἐπὶ τῷ τοὺς πολεμίους ἠλαττῶσθαι τῶν θηρίων ἐστερημένους, ὡς ἐπὶ τῷ τοὺς ἰδίους τεθαρρηκέναι τῶν ἐλεφάντων κεκρατηκότας. [2] διὸ καὶ πάλιν ἐπερρώσθησαν διὰ ταῦτα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν εἰς τὸ μετὰ στόλου καὶ ναυτικῆς δυνάμεως τοὺς στρατηγοὺς ἐπὶ τὰς πράξεις ἐκπέμπειν, σπουδάζοντες εἰς δύναμιν πέρας ἐπιθεῖναι τῷ πολέμῳ. [3] παρασκευασθέντων δὲ τῶν ἐπιτηδείων πρὸς τὴν ἐξαποστολὴν ἔπλεον οἱ στρατηγοὶ διακοσίαις ναυσὶν ὡς ἐπὶ τῆς Σικελίας. ἔτος δ᾽ ἦν τῷ πολέμῳ τετταρεσκαιδέκατον. [4] καθορμισθέντες δὲ πρὸς τὸ Λιλύβαιον, ἅμα καὶ τῶν πεζικῶν ἐκεῖ στρατοπέδων αὐτοῖς ἀπηντηκότων, ἐνεχείρουν πολιορκεῖν, ὅτι κρατήσαντες ταύτης ῥᾳδίως μεταβιβάσουσι τὸν πόλεμον εἰς τὴν Λιβύην. [5] σχεδὸν δὲ περί γε τούτου τοῦ μέρους καὶ τῶν Καρχηδονίων οἱ προεστῶτες ὡμοδόξουν καὶ τοὺς αὐτοὺς εἶχον λογισμοὺς τοῖς Ῥωμαίοις. [6] διὸ καὶ τἄλλα πάρεργα ποιησάμενοι περὶ τὸ βοηθεῖν ἐγίνοντο καὶ παραβάλλεσθαι καὶ πᾶν ὑπομένειν ὑπὲρ τῆς προειρημένης πόλεως διὰ τὸ μηδεμίαν ἀφορμὴν καταλείπεσθαι σφίσιν, πάσης δὲ τῆς ἄλλης Σικελίας ἐπικρατεῖν Ῥωμαίους πλὴν Δρεπάνων. [7] ἵνα δὲ μὴ τοῖς ἀγνοοῦσι τοὺς τόπους ἀσαφῆ τὰ λεγόμενα γίνηται, πειρασόμεθα διὰ βραχέων ἀγαγεῖν εἰς ἔννοιαν τῆς εὐκαιρίας καὶ θέσεως αὐτῶν τοὺς ἐντυγχάνοντας.

  [1] τὴν μὲν οὖν σύμπασαν Σικελίαν τῇ θέσει τετάχθαι συμβαίνει πρὸς τὴν Ἰταλίαν καὶ τἀκείνης πέρατα παραπλησίως τῇ τῆς Πελοποννήσου θέσει πρὸς τὴν λοιπὴν Ἑλλάδα καὶ τὰ ταύτης ἄκρα, [2] τούτῳ δ᾽ αὐτῷ διαφέρειν ἀλλήλων, ᾗ ‘κείνη μὲν χερρόνησός ἐστιν, αὕτη δὲ νῆσος: ἧς μὲν γὰρ ὁ μεταξὺ τόπος ἐστὶ πορευτός, ἧς δὲ πλωτός. [3] τὸ δὲ σχῆμα τῆς Σικελίας ἐστὶ μὲν τρίγωνον, αἱ δὲ κορυφαὶ τῶν γωνιῶν ἑκάστης ἀκρωτηρίων λαμβάνουσι τάξεις, [4] ὧν τὸ μὲν πρὸς μεσημβρίαν νεῦον, εἰς δὲ τὸ Σικελικὸν πέλαγος ἀνατεῖνον Πάχυνος καλεῖται, [5] τὸ δ᾽ εἰς τὰς ἄρκτους κεκλιμένον ὁρίζει μὲν τοῦ πορθμοῦ τὸ πρὸς δύσεις μέρος, ἀπέχει δὲ τῆς Ἰταλίας ὡς δεκαδύο στάδια, προσαγορεύεται δὲ Πελωριάς. [6] τὸ δὲ
τρίτον τέτραπται μὲν εἰς αὐτὴν τὴν Λιβύην, ἐπίκειται δὲ τοῖς προκειμένοις τῆς Καρχηδόνος ἀκρωτηρίοις εὐκαίρως, διέχον ὡς χιλίους σταδίους, νεύει δ᾽ εἰς χειμερινὰς δύσεις, διαιρεῖ δὲ τὸ Λιβυκὸν καὶ τὸ Σαρδῷον πέλαγος, προσαγορεύεται δὲ Λιλύβαιον. [7] ἐπὶ δὲ τούτῳ πόλις ὁμώνυμος κεῖται τῷ τόπῳ, περὶ ἣν τότε συνέβαινε τοὺς Ῥωμαίους συνίστασθαι τὴν πολιορκίαν, τείχεσί τε διαφερόντως ἠσφαλισμένην καὶ πέριξ τάφρῳ βαθείᾳ καὶ τενάγεσιν ἐκ θαλάττης, δι᾽ ὧν ἐστιν εἰς τοὺς λιμένας εἴσπλους πολλῆς δεόμενος ἐμπειρίας καὶ συνηθείας. [8] ταύτῃ δὲ προσστρατοπεδεύσαντες ἐξ ἑκατέρου μέρους οἱ Ῥωμαῖοι καὶ τὰ μεταξὺ τῶν στρατοπέδων τάφρῳ καὶ χάρακι καὶ τείχει διαλαβόντες ἤρξαντο προσάγειν ἔργα κατὰ τὸν ἔγγιστα κείμενον τῆς θαλάττης πύργον ὡς πρὸς τὸ Λιβυκὸν πέλαγος. [9] προσκατασκευάζοντες δ᾽ ἀεὶ τοῖς ὑποκειμένοις καὶ παρεκτείνοντες τῶν ἔργων τὰς κατασκευὰς τέλος ἓξ πύργους τοὺς συνεχεῖς τῷ προειρημένῳ κατέβαλον, τοὺς δὲ λοιποὺς πάντας ἅμα κριοκοπεῖν ἐνεχείρησαν. [10] γινομένης δ᾽ ἐνεργοῦ καὶ καταπληκτικῆς τῆς πολιορκίας, καὶ τῶν πύργων τῶν μὲν πονούντων ἀν᾽ ἑκάστην ἡμέραν, τῶν δ᾽ ἐρειπομένων, ἅμα δὲ καὶ τῶν ἔργων ἐπιβαινόντων ἀεὶ καὶ μᾶλλον ἐντὸς τῆς πόλεως, [11] ἦν ἰσχυρὰ διατροπὴ καὶ κατάπληξις παρὰ τοῖς πολιορκουμένοις, καίπερ ὄντων ἐν τῇ πόλει χωρὶς τοῦ πολιτικοῦ πλήθους αὐτῶν τῶν μισθοφόρων εἰς μυρίους. [12] οὐ μὴν ἀλλ᾽ ὅ γε στρατηγὸς αὐτῶν Ἰμίλκων οὐδὲν παρέλειπε τῶν δυνατῶν, ἀλλὰ τὰ μὲν ἀντοικοδομῶν, τὰ δ᾽ ἀντιμεταλλεύων οὐ τὴν τυχοῦσαν ἀπορίαν παρεῖχε τοῖς ὑπεναντίοις. [13] ἔτι δὲ καθ᾽ ἑκάστην ἡμέραν ἐπιπορευόμενος καὶ τοῖς ἔργοις ἐγχειρῶν, εἴ πως δύναιτο πῦρ ἐμβαλεῖν, πολλοὺς ὑπὲρ τούτου τοῦ μέρους καὶ παραβόλους ἀγῶνας δὴ συνίστατο καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ, ὥστε πλείους ἐνίοτε γίνεσθαι νεκροὺς ἐν ταῖς τοιαύταις συμπλοκαῖς τῶν εἰωθότων πίπτειν ἐν ταῖς παρατάξεσι.

 

‹ Prev