Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 139
Delphi Complete Works of Polybius Page 139

by Polybius


  [1] τῶν δὲ πολιορκουμένων ταῖς μὲν ἀντοικοδομίαις ἐνεργῶς χρωμένων, τοῦ δὲ λυμαίνεσθαι καὶ διαφθείρειν τὰς τῶν ὑπεναντίων παρασκευὰς ἀπεγνωκότων, [2] γίνεταί τις ἀνέμου στάσις ἔχουσα τηλικαύτην βίαν καὶ φορὰν εἰς αὐτὰς τὰς τῶν μηχανημάτων προσαγωγὰς ὥστε καὶ τὰς στοὰς διασαλεύειν καὶ τοὺς προκειμένους τούτων πύργους τῇ βίᾳ βαστάζειν. [3] ἐν ᾧ καιρῷ συννοήσαντές τινες τῶν Ἑλληνικῶν μισθοφόρων τὴν ἐπιτηδειότητα τῆς περιστάσεως πρὸς τὴν τῶν ἔργων διαφθορὰν προσφέρουσι τῷ στρατηγῷ τὴν ἐπίνοιαν. [4] τοῦ δὲ δεξαμένου καὶ ταχέως ἑτοιμάσαντος πᾶν τὸ πρὸς τὴν χρείαν ἁρμόζον, συστραφέντες οἱ νεανίσκοι κατὰ τριττοὺς τόπους ἐνέβαλον πῦρ τοῖς ἔργοις. [5] ὡς δ᾽ ἂν τῶν μὲν κατασκευασμάτων διὰ τὸν χρόνον εὖ παρεσκευασμένων πρὸς τὸ ῥᾳδίως ἐμπρησθῆναι, τῆς δὲ τοῦ πνεύματος βίας φυσώσης κατ᾽ αὐτῶν τῶν πύργων καὶ μηχανημάτων, τὴν μὲν νομὴν τοῦ πυρὸς ἐνεργὸν συνέβαινε γίνεσθαι καὶ πρακτικήν, τὴν δ᾽ ἐπάρκειαν καὶ βοήθειαν τοῖς Ῥωμαίοις εἰς τέλος ἄπρακτον καὶ δυσχερῆ. [6] τοιαύτην γὰρ ἔκπληξιν παρίστα τὸ συμβαῖνον τοῖς βοηθοῦσιν ὥστε μήτε συννοῆσαι μήτε συνιδεῖν δύνασθαι τὸ γινόμενον, ἀλλ᾽ ἀποσκοτουμένους ὑπὸ τῆς εἰς αὐτοὺς φερομένης λιγνύος καὶ τῶν φεψαλύγων, ἔτι δὲ τῆς τοῦ καπνοῦ πολυπληθίας, οὐκ ὀλίγους ἀπόλλυσθαι καὶ πίπτειν, μὴ δυναμένους ἐγγίσαι πρὸς αὐτὴν τὴν τοῦ πυρὸς βοήθειαν. [7] ὅσῳ δὲ μείζω συνέβαινε γίνεσθαι τὴν δυσχρηστίαν περὶ τοὺς ὑπεναντίους διὰ τὰς προειρημένας αἰτίας, τοσούτῳ πλείων εὐχρηστία περὶ τοὺς ἐνιέντας ἦν τὸ πῦρ. [8] τὸ μὲν γὰρ ἐπισκοτοῦν καὶ βλάπτειν δυνάμενον πᾶν ἐξεφυσᾶτο καὶ προωθεῖτο κατὰ τῶν ὑπεναντίων, τὸ δὲ βαλλόμενον ἢ ῥιπτούμενον ἐπί τε τοὺς βοηθοῦντας καὶ τὴν τῶν ἔργων διαφθορὰν εὔστοχον μὲν ἐπεγίνετο διὰ τὸ συνορᾶν τοὺς ἀφιέντας τὸν πρὸ αὑτῶν τόπον, πρακτικὸν δὲ διὰ τὸ γίνεσθαι σφοδρὰν τὴν πληγήν, συνεργούσης τοῖς βάλλουσι τῆς τοῦ πνεύματος βίας. [9] τὸ δὲ πέρας τοιαύτην συνέβη γενέσθαι τὴν παντέλειαν τῆς καταφθορᾶς ὥστε καὶ τὰς βάσεις τῶν πύργων καὶ τὰ στύπη τῶν κριῶν ὑπὸ τοῦ πυρὸς ἀχρειωθῆναι. [10] τούτων δὲ συμβάντων τὸ μὲν ἔτι διὰ τῶν ἔργων πολιορκεῖν ἀπέγνωσαν οἱ Ῥωμαῖοι: περιταφρεύσαντες δὲ καὶ χάρακι περιλαβόντες κύκλῳ τὴν πόλιν, ἔτι δὲ τῆς ἰδίας στρατοπεδείας τεῖχος προβαλόμενοι τῷ χρόνῳ παρέδοσαν τὴν πρᾶξιν. [11] οἱ δ᾽ ἐν τῷ Λιλυβαίῳ τὸ πεπτωκὸς ἐξοικοδομησάμενοι τεῖχος εὐθαρσῶς ὑπέμενον ἤδη τὴν πολιορκίαν.

  [1] εἰς δὲ τὴν Ῥώμην προσπεσόντων τούτων, καὶ μετὰ ταῦτα πλειόνων ἀναγγελλόντων διότι συμβαίνει τῶν ἀπὸ τοῦ στόλου πληρωμάτων τὸ πλεῖστον μέρος ἔν τε τοῖς ἔργοις καὶ τῇ καθόλου πολιορκίᾳ διεφθάρθαι, [2] σπουδῇ κατέγραφον ναύτας καὶ συναθροίσαντες εἰς μυρίους ἐξέπεμψαν εἰς τὴν Σικελίαν. [3] ὧν διὰ τοῦ πορθμοῦ περαιωθέντων καὶ πεζῇ παραγενομένων εἰς τὸ στρατόπεδον, συναγαγὼν τοὺς χιλιάρχους ὁ στρατηγὸς τῶν Ῥωμαίων Πόπλιος Κλαύδιος ἔφη καιρὸν εἶναι πλεῖν ἐπὶ τὰ Δρέπανα παντὶ τῷ στόλῳ. [4] τὸν γὰρ στρατηγὸν τῶν Καρχηδονίων Ἀτάρβαν τὸν τεταγμένον ἐπ᾽ αὐτῶν ἀπαράσκευον εἶναι πρὸς τὸ μέλλον, ἀγνοοῦντα μὲν τὴν παρουσίαν τῶν πληρωμάτων, πεπεισμένον δὲ μὴ δύνασθαι πλεῖν τὸν αὑτῶν στόλον διὰ τὴν γεγενημένην ἐν τῇ πολιορκίᾳ καταφθορὰν τῶν ἀνδρῶν. προχείρως δ᾽ αὐτῶν συγκατατιθεμένων, [5] εὐθέως ἐνεβίβαζε τά τε προϋπάρχοντα καὶ τὰ προσφάτως παραγεγονότα πληρώματα, τοὺς δ᾽ ἐπιβάτας ἐκ παντὸς ἐπέλεξε τοῦ στρατεύματος ἐθελοντὴν τοὺς ἀρίστους, ἅτε δὴ τοῦ μὲν πλοῦ σύνεγγυς ὄντος, τῆς δ᾽ ὠφελείας ἑτοίμου προφαινομένης. [6] ταῦτα δὲ παρασκευασάμενος ἀνήχθη περὶ μέσας νύκτας, λαθὼν τοὺς πολεμίους. καὶ τὰς μὲν ἀρχὰς ἅθρους ἔπλει, δεξιὰν ἔχων τὴν γῆν. [7] ἅμα δὲ τῷ φωτὶ τῶν πρώτων ἐπὶ τὰ Δρέπανα νεῶν ἐπιφαινομένων, κατιδὼν Ἀτάρβας τὸ μὲν πρῶτον ἐξενίσθη διὰ τὸ παράδοξον: [8] ταχὺ δ᾽ ἐν αὑτῷ γενόμενος καὶ νοήσας τὸν ἐπίπλουν τῶν ὑπεναντίων ἔκρινε παντὸς ἔργου πεῖραν λαμβάνειν καὶ πᾶν ὑπομένειν χάριν τοῦ μὴ περιιδεῖν σφᾶς εἰς πρόδηλον συγκλεισθέντας πολιορκίαν. [9] διόπερ εὐθέως τὰ μὲν πληρώματα συνῆγε πρὸς τὸν αἰγιαλόν, τοὺς δ᾽ ἐκ τῆς πόλεως μισθοφόρους ἥθροιζε μετὰ κηρύγματος. [10] τῶν δὲ συλλεχθέντων, ἐπεβάλετο διὰ βραχέων εἰς ἔννοιαν αὐτοὺς ἄγειν τῆς τε τοῦ νικᾶν ἐλπίδος, ἐὰν τολμήσωσι ναυμαχεῖν, καὶ τῆς ἐν τῇ πολιορκίᾳ δυσχρηστίας, ἐὰν καταμελλήσωσι προϊδόμενοι τὸν κίνδυνον. [11] ἑτοίμως δ᾽ αὐτῶν παρορμηθέντων πρὸς τὴν ναυμαχίαν καὶ βοώντων ἄγειν καὶ μὴ μέλλειν, ἐπαινέσας καὶ δεξάμενος τὴν ὁρμὴν παρήγγειλε κατὰ τάχος ἐμβαίνειν καὶ βλέποντας πρὸς τὴν αὑτοῦ ναῦν ἕπεσθαι ταύτῃ κατὰ πρύμναν. [12] διασαφήσας δὲ τὰ προειρημένα κατὰ σπουδὴν πρῶτος ἐποιεῖτο τὸν ἀνάπλουν, ὑπ᾽ αὐτὰς τὰς πέτρας ἐπὶ θάτερα μέρη τοῦ λιμένος ἐξάγων τοῦ τῶν πολεμίων εἴς

  [1] πλου. Πόπλιος δ᾽ ὁ τῶν Ῥωμαίων στρατηγὸς θεωρῶν τοὺς μὲν πολεμίους παρὰ τὴν αὑτοῦ δόξαν οὔτ᾽ εἴκοντας οὔτε καταπεπληγμένους τὸν ἐπίπλουν ἀλλὰ πρὸς τῷ ναυμαχεῖν ὄντας, [2] τῶν δὲ σφετέρων
νεῶν τὰς μὲν ἐντὸς ἤδη τοῦ λιμένος οὔσας τὰς δ᾽ ἐν αὐτῷ τῷ στόματι, τὰς δὲ φερομένας ἐπὶ τὸν εἴσπλουν, πάσαις ἀναστρέφειν παρήγγειλε καὶ ποιεῖσθαι τὸν πλοῦν ἔξω πάλιν. [3] ἔνθα δὴ τῶν μὲν ἐν τῷ λιμένι τῶν δὲ κατὰ τὸν εἴσπλουν ἐκ τῆς μεταβολῆς συμπιπτουσῶν, οὐ μόνον θόρυβος ἦν ἐκ τῶν ἀνδρῶν ἄπλετος, ἀλλὰ καὶ τοὺς ταρσοὺς ἐθραύονθ᾽ αἱ νῆες ἀλλήλαις συγκρούουσαι. [4] ὅμως δ᾽ οὖν ἀεὶ τοὺς ἀνατρέχοντας ἐκτάττοντες οἱ τριήραρχοι παρ᾽ αὐτὴν τὴν γῆν ταχέως ἐποίουν ἀντιπρώρρους τοῖς πολεμίοις. [5] ὁ δὲ Πόπλιος αὐτὸς ἐπέπλει μὲν ἀρχῆθεν κατόπιν ἐπὶ παντὶ τῷ στόλῳ, τότε δ᾽ ἐπιστρέψας κατ᾽ αὐτὸν τὸν πλοῦν πρὸς τὸ πέλαγος ἔλαβε τὴν εὐώνυμον τῆς ὅλης δυνάμεως τάξιν. [6] Ἀτάρβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν ὑπεράρας τὸ λαιὸν τῶν πολεμίων [Ῥωμαίων], ἔχων πέντε ναῦς ἐπίπλους, ὑπέστησε τὴν ἑαυτοῦ ναῦν ἀντίπρωρρον τοῖς πολεμίοις ἀπὸ τοῦ κατὰ τὸ πέλαγος μέρους: [7] ἅμα δὲ καὶ τῶν ἐπιπλεόντων ἀεὶ τοῖς συνάπτουσι προσεπιταττομένοις ταὐτὸ ποιεῖν παραγγείλας διὰ τῶν ὑπηρετῶν, [8] καταστάντων δὲ πάντων εἰς μέτωπον σημήνας διὰ τῶν συνθημάτων τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὸν ἐπίπλουν ἐν τάξει, μενόντων πρὸς τῇ γῇ τῶν Ῥωμαίων διὰ τὸ προσδέχεσθαι τὰς ἐκ τοῦ λιμένος ἀνατρεχούσας ναῦς. [9] ἐξ οὗ συνέβαινε μεγάλα τοὺς Ῥωμαίους ἐλαττωθῆναι πρὸς αὐτῇ τῇ γῇ

  [1] ποιησαμένους τὴν συμπλοκήν. ἐπειδὴ δὲ σύνεγγυς αὑτῶν ἦσαν, ἀρθέντων τῶν συνθημάτων ἐφ᾽ ἑκατέρας τῆς ναυαρχίδος συνέβαλλον ἀλλήλοις. [2] τὸ μὲν οὖν πρῶτον ἰσόρροπος ἦν ὁ κίνδυνος, ὡς ἂν ἀμφοτέρων τοῖς ἀρίστοις ἐκ τῆς πεζικῆς δυνάμεως ἐπιβάταις χρωμένων: [3] ἀεὶ δὲ μᾶλλον ὑπερεῖχον οἱ Καρχηδόνιοι διὰ τὸ πολλὰ προτερήματα παρ᾽ ὅλον ἔχειν τὸν ἀγῶνα. [4] τῷ τε γὰρ ταχυναυτεῖν πολὺ περιῆσαν διὰ τὴν διαφορὰν τῆς ναυπηγίας καὶ τὴν τῶν πληρωμάτων ἕξιν, ἥ τε χώρα μεγάλα συνεβάλλετ᾽ αὐτοῖς, ἅτε πεποιημένων τὴν ἔκταξιν ἀπὸ τῶν κατὰ τὸ πέλαγος τόπων. [5] εἴτε γὰρ πιέζοιντό τινες ὑπὸ τῶν πολεμίων, κατόπιν ἀνεχώρουν ἀσφαλῶς διὰ τὸ ταχυναυτεῖν εἰς τὸν ἀναπεπταμένον τόπον: [6] κἄπειτ᾽ ἐκ μεταβολῆς τοῖς προπίπτουσι τῶν διωκόντων, τοτὲ μὲν περιπλέοντες τοτὲ δὲ πλάγιοι προσπίπτοντες στρεφομένοις καὶ δυσχρηστοῦσι διὰ τὸ βάρος τῶν πλοίων καὶ διὰ τὴν ἀπειρίαν τῶν πληρωμάτων, ἐμβολάς τε συνεχεῖς ἐδίδοσαν καὶ πολλὰ τῶν σκαφῶν ἐβάπτιζον: [7] εἴτε κινδυνεύοι τις τῶν συμμάχων, ἑτοίμως παρεβοήθουν ἔξω τοῦ δεινοῦ καὶ μετ᾽ ἀσφαλείας, παρὰ τὰς πρύμνας κατὰ τὸ πέλαγος ποιούμενοι τὸν πλοῦν. [8] τοῖς γε μὴν Ῥωμαίοις τἀναντία τούτων συνέβαινε: τοῖς τε γὰρ πιεζομένοις οὐκ ἦν εἰς τοὔπισθεν δυνατὸν ἀποχωρεῖν, πρὸς τῇ γῇ ποιουμένοις τὸν κίνδυνον, ἀεὶ δὲ τὸ θλιβόμενον ὑπὸ τῶν κατὰ πρόσωπον σκάφος ἢ τοῖς βραχέσι περιπῖπτον ἐκάθιζε κατὰ πρύμναν ἢ πρὸς τὴν γῆν φερόμενον ἐπώκελλε. [9] διεκπλεῖν μὲν οὖν διὰ τῶν πολεμίων νεῶν καὶ κατόπιν ἐπιφαίνεσθαι τοῖς ἤδη πρὸς ἑτέρους διαμαχομένοις, ὅπερ ἐν τῷ ναυμαχεῖν ἐστι πρακτικώτατον, ἀδυνάτως εἶχον διά τε τὴν βαρύτητα τῶν πλοίων, προσέτι δὲ καὶ τὴν ἀπειρίαν τῶν πληρωμάτων. [10] οὐδὲ μὴν ἐπιβοηθεῖν τοῖς δεομένοις κατὰ πρύμναν ἐδύναντο διὰ τὸ συγκεκλεῖσθαι πρὸς τῇ γῇ καὶ μηδὲ μικρὸν ἀπολείπεσθαι τόπον τοῖς βουλομένοις ἐπαρκεῖν τῷ δεομένῳ. [11] τοιαύτης δὲ δυσχρηστίας ὑπαρχούσης περὶ τὸν ὅλον ἀγῶνα, καὶ τῶν μὲν καθιζόντων ἐν τοῖς βράχεσι, τῶν δ᾽ ἐκπιπτόντων σκαφῶν, κατιδὼν ὁ στρατηγὸς τῶν Ῥωμαίων τὸ συμβαῖνον ὥρμησε πρὸς φυγήν, ἀπὸ τῶν εὐωνύμων παρὰ τὴν γῆν ἐξελίξας, καὶ σὺν αὐτῷ περὶ τριάκοντα νῆας, αἵπερ ἔτυχον ἐγγὺς οὖσαι. [12] τῶν δὲ λοιπῶν σκαφῶν, ὄντων ἐνενήκοντα καὶ τριῶν, ἐκυρίευσαν οἱ Καρχηδόνιοι καὶ τῶν πληρωμάτων, ὅσοι μὴ τῶν ἀνδρῶν τὰς ναῦς εἰς τὴν γῆν ἐκβαλόντες ἀπεχώρησαν.

  [1] γενομένης δὲ τῆς ναυμαχίας τοιαύτης Ἀτάρβας μὲν εὐδοκίμει παρὰ τοῖς Καρχηδονίοις, ὡς δι᾽ αὑτὸν καὶ διὰ τὴν ἰδίαν πρόνοιαν καὶ τόλμαν κατωρθωκώς, [2] Πόπλιος δὲ παρὰ τοῖς Ῥωμαίοις ἠδόξει καὶ διεβέβλητο μεγάλως, ὡς εἰκῇ καὶ ἀλογίστως τοῖς πράγμασι κεχρημένος καὶ τὸ καθ᾽ αὑτὸν οὐ μικροῖς ἐλαττώμασι περιβεβληκὼς τὴν Ῥώμην: [3] διὸ καὶ μετὰ ταῦτα μεγάλαις ζημίαις καὶ κινδύνοις κριθεὶς περιέπεσεν. [4] οὐ μὴν οἵ γε Ῥωμαῖοι, καίπερ τοιούτων συμβεβηκότων, διὰ τὴν ὑπὲρ τῶν ὅλων φιλοτιμίαν οὐδὲν ἀπέλειπον τῶν ἐνδεχομένων, ἀλλ᾽ εἴχοντο τῶν ἑξῆς πραγμάτων. [5] διὸ καὶ συνάψαντος τοῦ κατὰ τὰς ἀρχαιρεσίας χρόνου, στρατηγοὺς ὑπάτους καταστήσαντες παραυτίκα τὸν ἕτερον αὐτῶν ἐξέπεμπον Λεύκιον Ἰούνιον, τάς τε σιταρχίας παρακομίζοντα τοῖς τὸ Λιλύβαιον πολιορκοῦσι καὶ τὰς ἄλλας ἀγορὰς καὶ χορηγίας τῷ στρατοπέδῳ: πρὸς δὲ καὶ παραπομποὺς τούτοις ἐπλήρωσαν ἑξήκοντα ναῦς. [6] ὁ δ᾽ Ἰούνιος ἀφικόμενος εἰς τὴν Μεσσήνην καὶ προσλαβὼν τὰ συνηντηκότα τῶν πλοίων ἀπό τε τοῦ στρατοπέδου καὶ τῆς ἄλλης Σικελίας παρεκομίσθη κατὰ σπουδὴν εἰς τὰς Συρακούσας, ἔχων ἑκατὸν εἴκοσι σκάφη καὶ τὴν ἀγορὰν σχεδὸν ἐν ὀκτακοσίαις ναυσὶ φορτηγοῖς. [7] ἐντεῦθεν δὲ παραδοὺς τοῖς ταμίαις τὰς ἡ�
�ισείας φορτηγοὺς καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, διακομισθῆναι σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. [8] αὐτὸς δ᾽ ἐν ταῖς Συρακούσαις ὑπέμενε, τούς τε κατὰ πλοῦν ἀφυστεροῦντας ἐκ τῆς Μεσσήνης ἀναδεχόμενος καὶ παρὰ τῶν ἐκ τῆς μεσογαίου συμμάχων σῖτον προσαναλαμβάνων.

 

‹ Prev