by Polybius
[1] ἀμφισβητουμένων. ὃς παραγενόμενος κατὰ θάλατταν μετὰ τῶν χρημάτων καὶ προσπλεύσας πρὸς τὸν Τύνητα, τὸ μὲν πρῶτον λαμβάνων τοὺς ἡγεμόνας, μετὰ δὲ ταῦτα συναθροίζων κατὰ γένη τοὺς πολλούς, [2] ἃ μὲν ἐπετίμα περὶ τῶν γεγονότων, ἃ δὲ διδάσκειν ἐπειρᾶτο περὶ τῶν παρόντων: τὸ δὲ πλεῖον παρεκάλει πρὸς τὸ μέλλον, ἀξιῶν αὐτοὺς εὔνους ὑπάρχειν τοῖς ἐξ ἀρχῆς μισθοδόταις. [3] τέλος δ᾽ ὥρμησε πρὸς τὸ διαλύειν τὰ προσοφειλόμενα τῶν ὀψωνίων, κατὰ γένη ποιούμενος τὴν μισθοδοσίαν. [4] ἦν δέ τις Καμπανὸς ηὐτομοληκὼς παρὰ τῶν Ῥωμαίων δοῦλος, ἔχων σωματικὴν δύναμιν καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς παράβολον, ὄνομα Σπένδιος. [5] οὗτος εὐλαβούμενος μὴ παραγενόμενος αὐτὸν ὁ δεσπότης κομίσηται, καὶ κατὰ τοὺς Ῥωμαίων νόμους αἰκισθεὶς διαφθαρῇ, πᾶν ἐτόλμα καὶ λέγειν καὶ πράττειν, σπουδάζων διακόψαι τὰς διαλύσεις τὰς πρὸς Καρχηδονίους. [6] ἅμα δὲ τούτῳ καὶ Λίβυς τις Μάθως, ὃς ἦν μὲν ἐλεύθερος καὶ τῶν συνεστρατευμένων, πλεῖστα δὲ κεκινηκὼς κατὰ τὰς προειρημένας ταραχάς. ἀγωνιῶν οὖν μὴ τίσῃ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν δίκην, ἐπὶ τῆς αὐτῆς ἐγένετο γνώμης τοῖς περὶ τὸν Σπένδιον. [7] καὶ λαμβάνων τοὺς Λίβυας ὑπεδείκνυε διότι μετὰ τὸν ὀψωνιασμὸν χωρισθέντων τῶν ἄλλων γενῶν εἰς τὰς πατρίδας ἀπερείσονται καὶ τὴν ὑπὲρ ἐκείνων ὀργὴν εἰς αὐτοὺς οἱ Καρχηδόνιοι καὶ βουλήσονται διὰ τῆς εἰς σφᾶς τιμωρίας ἅπαντας καταπλήξασθαι τοὺς ἐν τῇ Λιβύῃ. [8] ταχὺ δὲ προσανασεισθέντες οἱ πολλοὶ τοῖς τοιούτοις λόγοις καὶ λαμβανόμενοι βραχείας ἀφορμῆς ἐκ τοῦ τὸν Γέσκωνα τὰ μὲν ὀψώνια διαλύειν τὰς δὲ τιμὰς τοῦ τε σίτου καὶ τῶν ἵππων ὑπερτίθεσθαι, συνέτρεχον εὐθέως εἰς ἐκκλησίαν. [9] καὶ τοῦ μὲν Σπενδίου καὶ τοῦ Μάθω διαβαλλόντων καὶ κατηγορούντων τοῦ τε Γέσκωνος καὶ τῶν Καρχηδονίων ἤκουον καὶ προσεῖχον ἐπιμελῶς τὸν νοῦν τοῖς λεγομένοις. εἰ δέ τις ἕτερος προπορευθείη συμβουλεύσων, [10] οὐδ᾽ αὐτὸ τοῦτο περιμείναντες ἕως τοῦ γνῶναι πότερον ἀντερῶν ἢ συνηγορήσων πάρεστι τοῖς περὶ τὸν Σπένδιον, παραχρῆμα βάλλοντες τοῖς λίθοις ἀπέκτεινον. [11] καὶ πολλοὺς δὴ τῷ τοιούτῳ τρόπῳ κατὰ τὰς συνδρομὰς καὶ τῶν ἡγεμόνων καὶ τῶν ἰδιωτῶν διέφθειρον. [12] καὶ μόνον τὸ ῥῆμα τοῦτο κοινῇ συνίεσαν τὸ βάλλε διὰ τὸ συνεχῶς αὐτὸ πράττειν. μάλιστα δὲ τοῦτ᾽ ἐποίουν, ὁπότε μεθυσθέντες ἀπὸ τῶν ἀρίστων συνδράμοιεν. [13] διόπερ ὅτε τις ἄρξαιτο βάλλε λέγειν, οὕτως ἐγίνετο πανταχόθεν ἅμα καὶ ταχέως ὥστε μηδένα δύνασθαι διαφυγεῖν τῶν ἅπαξ προελθόντων. [14] πλὴν οὐδενὸς ἔτι τολμῶντος συμβουλεύειν διὰ ταύτην τὴν αἰτίαν, κατέστησαν αὑτῶν
[1] στρατηγοὺς Μάθω καὶ Σπένδιον. ὁ δὲ Γέσκων ἑώρα μὲν τὴν ὅλην ἀκαταστασίαν καὶ ταραχήν, περὶ πλείστου δὲ ποιούμενος τὸ τῇ πατρίδι συμφέρον καὶ θεωρῶν ὅτι τούτων ἀποθηριωθέντων κινδυνεύουσι προφανῶς οἱ Καρχηδόνιοι τοῖς ὅλοις πράγμασι, [2] παρεβάλλετο καὶ προσεκαρτέρει, ποτὲ μὲν τοὺς προεστῶτας αὐτῶν εἰς τὰς χεῖρας λαμβάνων, ποτὲ δὲ κατὰ γένη συναθροίζων καὶ παρακαλῶν. [3] οὐ μὴν ἀλλὰ τῶν Λιβύων οὐδέπω κεκομισμένων τὰς σιταρχίας, οἰομένων δὲ δεῖν ἀποδεδόσθαι σφίσι καὶ προσιόντων θρασέως, βουλόμενος ὁ Γέσκων ἐπιπλῆξαι τὴν προπέτειαν αὐτῶν, Μάθω τὸν στρατηγὸν ἀπαιτεῖν ἐκέλευεν. [4] οἱ δ᾽ ἐπὶ τοσοῦτον διωργίσθησαν ὥστ᾽ οὐδὲ τὸν τυχόντα χρόνον ἀναστροφὴν δόντες ὥρμησαν τὸ μὲν πρῶτον ἐπὶ τὸ διαρπάζειν τὰ πρόχειρα τῶν χρημάτων, μετὰ δὲ ταῦτα συλλαμβάνειν τόν τε Γέσκωνα καὶ τοὺς μετ᾽ αὐτοῦ Καρχηδονίους. [5] οἱ δὲ περὶ τὸν Μάθω καὶ τὸν Σπένδιον ὑπολαμβάνοντες τάχιστ᾽ ἂν οὕτως ἐκκαυθῆναι τὸν πόλεμον, εἰ παράνομόν τι πράξειαν καὶ παράσπονδον, συνήργουν ταῖς τῶν ὄχλων ἀπονοίαις καὶ τὴν μὲν ἀποσκευὴν τῶν Καρχηδονίων ἅμα τοῖς χρήμασι διήρπαζον, τὸν δὲ Γέσκωνα καὶ τοὺς σὺν αὐτῷ δήσαντες ὑβριστικῶς εἰς φυλακὴν παρεδίδοσαν. [6] καὶ τὸ λοιπὸν ἐπολέμουν ἤδη φανερῶς πρὸς τοὺς Καρχηδονίους, συνωμοσίας ἀσεβεῖς καὶ παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη ποιησάμενοι. [7]
[1] ὁ μὲν οὖν πρὸς τοὺς ξένους καὶ Λιβυκὸς ἐπικληθεὶς πόλεμος διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν. [8] οἱ δὲ περὶ τὸν Μάθω συντελεσάμενοι τὰ προειρημένα παραυτίκα μὲν ἐξαπέστελλον πρέσβεις ἐπὶ τὰς κατὰ τὴν Λιβύην πόλεις, παρακαλοῦντες ἐπὶ τὴν ἐλευθερίαν καὶ δεόμενοι σφίσι βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τῶν πραγμάτων. [9] μετὰ δὲ ταῦτα πάντων σχεδὸν τῶν κατὰ τὴν Λιβύην ἑτοίμως συνυπακουσάντων αὐτοῖς πρὸς τὴν ἀπὸ τῶν Καρχηδονίων ἀπόστασιν καὶ τάς τε χορηγίας καὶ τὰς βοηθείας προθύμως ἐξαποστελλόντων, διελόντες σφᾶς πολιορκεῖν ἐνεχείρησαν οἱ μὲν τὴν Ἰτύκην, οἱ δὲ τοὺς Ἱππακρίτας, διὰ τὸ ταύτας τὰς πόλεις μὴ βού λεσθαι μετασχεῖν αὐτοῖς τῆς ἀποστάσεως. Καρχηδόνιοι δὲ τοὺς μὲν κατ᾽ ἰδίαν βίους ἀεὶ διεξαγαγόντες ἀπὸ τῶν ἐκ τῆς χώρας γεννημάτων, τὰς δὲ κοινὰς παρασκευὰς καὶ χορηγίας ἁθροίζοντες ἐκ τῶν κατὰ τὴν Λιβύην προσόδων, ἔτι δὲ πολεμεῖν εἰθισμένοι ξενικαῖς δυνάμεσι, [2] τότε πάντων ἅμα τούτων οὐ μόνον ἐστερημένοι παραλόγως, ἀλλὰ καὶ καθ᾽ αὑτῶν ὁρῶντες ἕκαστα τῶν προειρημ
ένων ἐπιστρέφοντα, τελέως ἐν μεγάλῃ δυσθυμίᾳ καὶ δυσελπιστίᾳ καθέστασαν, ἅτε παρὰ τὴν προσδοκίαν αὐτοῖς τῶν πραγμάτων ἀποβεβηκότων. [3] τετρυμένοι γὰρ ἐν τῷ περὶ Σικελίας πολέμῳ συνεχῶς ἤλπιζον ἐπιτελεσθεισῶν τῶν διαλύσεων ἀναπνοῆς τινος τεύξεσθαι καὶ καταστάσεως εὐδοκουμένης. [4] συνέβαινε δ᾽ αὐτοῖς τἀναντία: μείζονος γὰρ ἐνίστατο πολέμου καταρχὴ καὶ φοβερωτέρου. [5] πρόσθεν μὲν γὰρ ὑπὲρ Σικελίας ἠμφισβήτουν Ῥωμαίοις, τότε δὲ περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἔμελλον κινδυνεύσειν, πόλεμον ἀναλαμβάνοντες ἐμφύλιον. [6] πρὸς δὲ τούτοις οὐχ ὅπλων πλῆθος, οὐ ναυτικὴ δύναμις, οὐ πλοίων κατασκευὴ παρ᾽ αὐτοῖς ἦν, ὡς ἂν τοσαύταις ναυμαχίαις περιπεπτωκότων: καὶ μὴν οὐδὲ χορηγιῶν διάθεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων ἔξωθεν ἐλπὶς οὐδ᾽ ἡτισοῦν ὑπῆρχεν. [7] διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς. [8] οὐχ ἥκιστα δ᾽ αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλι
[1] κούτων κακῶν ἐγεγόνεισαν αἴτιοι. κατὰ γὰρ τὸν προγεγονότα πόλεμον εὐλόγους ἀφορμὰς ἔχειν ὑπολαμβάνοντες πικρῶς ἐπεστάτησαν τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων, [2] παραιρούμενοι μὲν τῶν ἄλλων πάντων τῶν καρπῶν τοὺς ἡμίσεις, διπλασίους δὲ ταῖς πόλεσι τοὺς φόρους ἢ πρὶν ἐπιτάττοντες, συγγνώμην δὲ τοῖς ἀπόροις ἢ συμπεριφορὰν οὐδ᾽ ἡντινοῦν ἐπ᾽ οὐδενὶ τῶν πραττομένων διδόντες, [3] θαυμάζοντες δὲ καὶ τιμῶντες τῶν ἀεὶ στρατηγῶν οὐ τοὺς πρᾴως καὶ φιλανθρώπως τῷ πλήθει χρωμένους, ἀλλὰ τοὺς αὐτοῖς μὲν ἑτοιμάζοντας πλείστας χορηγίας καὶ ἐπισκευάς, τοῖς δὲ κατὰ τὴν χώραν πικρότατα χρωμένους, ὧν εἷς ἦν Ἄννων. [4] τοιγαροῦν οἱ μὲν ἄνδρες οὐχ οἷον παρακλήσεως πρὸς τὴν ἀπόστασιν, ἀλλ᾽ ἀγγέλου μόνον ἐδεήθησαν: [5] αἱ δὲ γυναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περιορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφ᾽ ᾧ μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρούμεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς ὀψωνιασμούς. [6] καὶ τοιαύτην παρεσκεύασαν εὐπορίαν τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον ὥστε μὴ μόνον διαλῦσαι τὰ προσοφειλόμενα τῶν ὀψωνίων τοῖς μισθοφόροις κατὰ τὰς ἐπαγγελίας, ἃς ἐποιήσαντο πρὸς τὴν ἀπόστασιν, ἀλλὰ καὶ πρὸς τὸ συνεχὲς εὐπορῆσαι χορηγίας. [7] οὕτως οὐδέποτε δεῖ πρὸς τὸ παρὸν μόνον, ἔτι δὲ μᾶλλον πρὸς τὸ μέλλον ἀποβλέπειν ἀεὶ τοὺς ὀρθῶς βουλευομένους.
[1] οὐ μὴν ἀλλὰ καίπερ ἐν τοιούτοις κακοῖς ὄντες οἱ Καρχηδόνιοι, προστησάμενοι τὸν Ἄννωνα στρατηγὸν διὰ τὸ δοκεῖν τοῦτον καὶ πρότερον αὐτοῖς τὰ κατὰ τὴν Ἑκατοντάπυλον τῆς Λιβύης καταστρέψασθαι, συνήθροιζον μὲν μισθοφόρους, καθώπλιζον δὲ τοὺς ἐν ταῖς ἡλικίαις τῶν πολιτῶν: [2] ἐγύμναζον δὲ καὶ συνέταττον τοὺς πολιτικοὺς ἱππεῖς: παρεσκεύαζον δὲ καὶ τὰ περιλιπῆ τῶν πλοίων, τριήρεις καὶ πεντηκοντόρους καὶ τὰ μέγιστα τῶν ἀκατίων. [3] οἱ δὲ περὶ τὸν Μάθω, παραγενομένων αὐτοῖς εἰς ἑπτὰ μυριάδας Λιβύων, ἐπιδιελόντες τούτους, ἀσφαλῶς ἐπολιόρκουν τοὺς Ἰτυκαίους καὶ τοὺς Ἱππακρίτας, βεβαίως δὲ τὴν ἐν τῷ Τύνητι στρατοπεδείαν κατεῖχον, ἀποκεκλείκεσαν δὲ τοὺς Καρχηδονίους ἁπάσης τῆς ἐκτὸς Λιβύης. [4] ἡ γὰρ Καρχηδὼν αὐτὴ μὲν ἐν κόλπῳ κεῖται, προτείνουσα καὶ χερρονησίζουσα τῇ θέσει, τὸ μὲν τῇ θαλάττῃ τὸ δέ τι καὶ λίμνῃ περιεχομένη κατὰ τὸ πλεῖστον: [5] ὁ δὲ συνάπτων ἰσθμὸς αὐτὴν τῇ Λιβύῃ τὸ πλάτος ὡς εἴκοσι καὶ πέντε σταδίων ἐστιν. τούτου δ᾽ ἐπὶ μὲν τοῦ πρὸς τὸ πέλαγος νεύοντος μέρους οὐ μακρὰν ἡ τῶν Ἰτυκαίων κεῖται πόλις, ἐπὶ δὲ θατέρου παρὰ τὴν λίμνην ὁ Τύνης. [6] ἐφ᾽ ὧν ἑκατέρων τότε στρατοπεδεύσαντες οἱ μισθοφόροι καὶ διακλείσαντες ἀπὸ τῆς χώρας τοὺς Καρχηδονίους λοιπὸν ἐπεβούλευον αὐτῇ τῇ πόλει, [7] καὶ ποτὲ μὲν ἡμέρας, ποτὲ δὲ καὶ νύκτωρ παραγινόμενοι πρὸς τὸ τεῖχος εἰς φόβους καὶ θορύβους ὁλοσχε
[1] ρεῖς ἐνέβαλλον τοὺς ἔνδον. Ἄννων δὲ περὶ μὲν τὰς παρασκευὰς ἐνδεχομένως ἐγίνετο: καὶ γὰρ ἦν πρὸς τοῦτο τὸ μέρος εὐφυής: [2] ἐξορμήσας δὲ μετὰ τῆς δυνάμεως ἕτερος ἦν: καὶ γὰρ τοῖς καιροῖς ἀστόχως ἐχρῆτο καὶ τοῖς ὅλοις πράγμασιν ἀπείρως καὶ νωθρῶς. [3] διὸ καὶ τὸ μὲν πρῶτον εἰς Ἰτύκην παραβοηθήσας τοῖς πολιορκουμένοις καὶ καταπληξάμενος τοὺς ὑπεναντίους τῷ πλήθει τῶν θηρίων: εἶχεν γὰρ οὐκ ἐλάττους ἑκατὸν ἐλεφάντων: καὶ μετὰ ταῦτα λαβὼν προτερήματος ἀρχὴν ὁλοσχεροῦς οὕτως ἐχρήσατο κακῶς ὥστε κινδυνεῦσαι προσαπολέσαι καὶ τοὺς πολιορκουμένους. [4] κομίσας γὰρ ἐκ τῆς πόλεως τοὺς καταπέλτας καὶ τὰ βέλη καὶ συλλήβδην ἁπάσας τὰς πρὸς τὴν πολιορκίαν παρασκευὰς καὶ στρατοπεδεύσας πρὸ τῆς πόλεως ἐνεχείρησε προσβάλλειν πρὸς τὸν τῶν ὑπεναντίων χάρακα. [5] τῶν δὲ θηρίων βιασαμένων εἰς τὴν παρεμβολήν, οὐ δυνάμενοι τὸ βάρος οὐδὲ τὴν ἔφοδον οἱ πολέμιοι μεῖναι πάντες ἐξέπεσον ἐκ τῆς στρατοπεδείας. [6] καὶ πολλοὶ μὲν αὐτῶν ἀπέθανον τρωθέντες ὑπὸ τῶν θηρίων, τὸ δὲ διασῳζόμενον μέρος πρός τινα λόφον ἐρυμνὸν καὶ σύμφυτον ἔμενεν, πιστεῦον ταῖς ἐξ αὐτῶν τῶν τόπων ἀσφαλεία�
�ς. [7] ὁ δ᾽ Ἄννων εἰθισμένος Νομάσι καὶ Λίβυσι πολεμεῖν, οἵτινες ὅταν ἅπαξ ἐγκλίνωσι ποιοῦνται τὴν φυγὴν ἐπὶ δύ᾽ ἡμέρας καὶ τρεῖς ἐκτοπίζοντες αὑτούς, ὑπολαβὼν καὶ τότε πέρας ἔχειν τοῦ πολέμου καὶ νενικηκέναι τοῖς ὅλοις, [8] τῶν μὲν στρατιωτῶν ὠλιγώρησε καὶ καθόλου τῆς παρεμβολῆς, αὐτὸς δ᾽ εἰσελθὼν εἰς τὴν πόλιν ἐγίνετο περὶ τὴν τοῦ σώματος θεραπείαν. [9] οἱ δὲ συμπεφευγότες τῶν μισθοφόρων εἰς τὸν λόφον, σύντροφοι μὲν γεγονότες τῆς Βάρκα τόλμης, συνήθεις δ᾽ ἐκ τῶν κατὰ Σικελίαν ἀγώνων πολλάκις τῆς αὐτῆς ἡμέρας ποτὲ μὲν ὑποχωρεῖν, ποτὲ δὲ πάλιν ἐκ μεταβολῆς ἐγχειρεῖν τοῖς πολεμίοις, [10] καὶ τότε συνιδόντες τὸν μὲν στρατηγὸν ἀπηλλαγμένον εἰς τὴν πόλιν, τοὺς δὲ πολλοὺς διὰ τὸ προτέρημα ῥᾳθυμοῦντας καὶ διαρρέοντας ἐκ τῆς στρατοπεδείας, [11] συστραφέντες ἐπιτίθενται τῷ χάρακι καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἠνάγκασαν φυγεῖν αἰσχρῶς ὑπὸ τὰ τείχη καὶ τὰς πύλας: [12] ἐκυρίευσαν δὲ τῆς ἀποσκευῆς ἁπάσης καὶ τῆς τῶν πολιορκουμένων παρασκευῆς, ἣν Ἄννων πρὸς τοῖς ἄλλοις ἐκκομίσας ἐκ τῆς πόλεως ἐποίησε τοῖς ἐχθροῖς ὑποχείριον. [13] οὐ μόνον δὲ περὶ τοῦτον τὸν καιρὸν οὕτως ἀνεστράφη νωθρῶς, ἀλλὰ καὶ μετ᾽ ὀλίγας ἡμέρας περὶ τὴν καλουμένην Γόρζαν ἀντιστρατοπεδευσάντων αὐτῷ τῶν πολεμίων, λαβὼν καιροὺς δὶς μὲν ἐκ παρατάξεως εἰς τὸ νικᾶν δὶς δ᾽ ἐξ ἐπιθέσεως, [14] ἅτε καὶ στρατοπεδευόντων σύνεγγυς αὐτῷ τῶν ὑπεναντίων, ἀμφοτέρους δοκεῖ τούτους εἰκῇ καὶ παραλόγως προέσθαι.