by Polybius
[1] δικαιολογεῖσθαι. τὰς μὲν οὖν πρὸς Ἀσδρούβαν ὁμολογίας παρεσιώπων, ὡς οὔτε γεγενημένας, εἴ τε γεγόνασιν, οὐδὲν οὔσας πρὸς αὑτοὺς διὰ τὸ χωρὶς τῆς σφετέρας πεπρᾶχθαι γνώμης. [2] ἐχρῶντο δ᾽ ἐξ αὐτῶν Ῥωμαίων εἰς τοῦτο παραδείγματι. τὰς γὰρ ἐπὶ Λυτατίου γενομένας συνθήκας ἐν τῷ πολέμῳ τῷ περὶ Σικελίας, ταύτας ἔφασαν ἤδη συνωμολογημένας ὑπὸ Λυτατίου μετὰ ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων ἀκύρους ποιῆσαι διὰ τὸ χωρὶς τῆς αὑτοῦ γενέσθαι γνώμης. [3] ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρ᾽ ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συνθήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ. [4] ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγγραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρ᾽ ἀμφοῖν ἀσφάλειαν εἶναι ῥητῶς κατατετάχθαι. [5] Ζακανθαίους δὲ παρεδείκνυον οὐκ ὄντας τότε Ῥωμαίων συμμάχους καὶ παρανεγίνωσκον πρὸς τοῦτο πλεονάκις τὰς συνθήκας. [6] Ῥωμαῖοι δὲ τοῦ μὲν δικαιολογεῖσθαι καθάπαξ ἀπεγίνωσκον, φάσκοντες ἀκεραίου μὲν ἔτι διαμενούσης τῆς τῶν Ζακανθαίων πόλεως ἐπιδέχεσθαι τὰ πράγματα δικαιολογίαν καὶ δυνατὸν εἶναι λόγῳ περὶ τῶν ἀμφισβητουμένων διεξάγειν: [7] ταύτης δὲ παρεσπονδημένης ἢ τοὺς αἰτίους ἐκδοτέον εἶναι σφίσι, δι᾽ οὗ φανερὸν ἔσται πᾶσιν ὡς οὐ μετεσχήκασι τῆς ἀδικίας, ἀλλ᾽ ἄνευ τῆς αὑτῶν γνώμης πεπρᾶχθαι τοῦτο τοὔργον, [8] ἢ μὴ βουλομένους τοῦτο ποιεῖν, ὁμολογοῦντας δὲ κοινωνεῖν τῆς ἀδικίας καὶ συναναδέχεσθαι τὸν πόλεμον. οἱ μὲν οὖν καθολικώτερόν πως ἐχρήσαντο τοῖς λόγοις. [9] ἡμῖν δ᾽ ἀναγκαῖον εἶναι δοκεῖ τὸ μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μήθ᾽ οἷς καθήκει καὶ διαφέρει τὸ σαφῶς εἰδέναι τὴν ἐν τούτοις ἀκρίβειαν, παραπαίωσι τῆς ἀληθείας ἐν τοῖς ἀναγκαιοτάτοις διαβουλίοις, [10] μήθ᾽ οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι, συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων, ἀλλ᾽ ᾖ τις ὁμολογουμένη θεωρία τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δικαίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθ᾽ ἡμᾶς καιρούς.
[1] γίνονται τοιγαροῦν συνθῆκαι Ῥωμαίοις καὶ Καρχηδονίοις πρῶται κατὰ Λεύκιον Ἰούνιον Βροῦτον καὶ Μάρκον Ὡράτιον, τοὺς πρώτους κατασταθέντας ὑπάτους μετὰ τὴν τῶν βασιλέων κατάλυσιν, ὑφ᾽ ὧν συνέβη καθιερωθῆναι καὶ τὸ τοῦ Διὸς ἱερὸν τοῦ Καπετωλίου. [2] ταῦτα δ᾽ ἔστι πρότερα τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα τριάκοντ᾽ ἔτεσι λείπουσι δυεῖν. [3] ἃς καθ᾽ ὅσον ἦν δυνατὸν ἀκριβέστατα διερμηνεύσαντες ἡμεῖς ὑπογεγράφαμεν. τηλικαύτη γὰρ ἡ διαφορὰ γέγονε τῆς διαλέκτου καὶ παρὰ Ῥωμαίοις τῆς νῦν πρὸς τὴν ἀρχαίαν ὥστε τοὺς συνετωτάτους ἔνια μόλις ἐξ ἐπιστάσεως διευκρινεῖν. [4] εἰσὶ δ᾽ αἱ συνθῆκαι τοιαίδε τινές: “1ἐπὶ τοῖσδε φιλίαν “1εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ “1Καρχηδονίοις καὶ τοῖς Καρχηδονίων συμμάχοις: “ [5] 1μὴ πλεῖν Ῥωμαίους μηδὲ τοὺς Ῥωμαίων συμμάχους “1ἐπέκεινα τοῦ Καλοῦ ἀκρωτηρίου, ἐὰν μὴ ὑπὸ χει” [6] 1μῶνος ἢ πολεμίων ἀναγκασθῶσιν: ἐὰν δέ τις βίᾳ “1κατενεχθῇ, μὴ ἐξέστω αὐτῷ μηδὲν ἀγοράζειν μηδὲ “1λαμβάνειν πλὴν ὅσα πρὸς πλοίου ἐπισκευὴν ἢ πρὸς “ [7;8] 1ἱερά, ἐν πέντε δ᾽ ἡμέραις ἀποτρεχέτω. τοῖς δὲ “1κατ᾽ ἐμπορίαν παραγινομένοις μηδὲν ἔστω τέλος “ [9] 1πλὴν ἐπὶ κήρυκι ἢ γραμματεῖ. ὅσα δ᾽ ἂν τούτων “1παρόντων πραθῇ, δημοσίᾳ πίστει ὀφειλέσθω τῷ “1ἀποδομένῳ, ὅσα ἂν ἢ ἐν Λιβύῃ ἢ ἐν Σαρδόνι “ [10] 1πραθῇ. ἐὰν Ῥωμαίων τις εἰς Σικελίαν παρα”1γίνηται, ἧς Καρχηδόνιοι ἐπάρχουσιν, ἴσα ἔστω τὰ “ [11] 1Ῥωμαίων πάντα. Καρχηδόνιοι δὲ μὴ ἀδικείτωσαν “1δῆμον Ἀρδεατῶν, Ἀντιατῶν, Λαρεντίνων, Κιρκαιι”1τῶν, Ταρρακινιτῶν, μηδ᾽ ἄλλον μηδένα Λατίνων, “ [12] 1ὅσοι ἂν ὑπήκοοι: ἐὰν δέ τινες μὴ ὦσιν ὑπήκοοι, “1τῶν πόλεων ἀπεχέσθωσαν: ἂν δὲ λάβωσι, Ῥω” [13] 1μαίοις ἀποδιδότωσαν ἀκέραιον. φρούριον μὴ ἐνοι”1κοδομείτωσαν ἐν τῇ Λατίνῃ. ἐὰν ὡς πολέμιοι εἰς “1τὴν χώραν εἰσέλθωσιν, ἐν τῇ χώρᾳ μὴ ἐννυκτερευέτωσαν.”2
[1] τὸ μὲν οὖν Καλὸν ἀκρωτήριόν ἐστι τὸ προκείμενον αὐτῆς τῆς Καρχηδόνος ὡς πρὸς τὰς ἄρκτους: [2] οὗ καθάπαξ ἐπέκεινα πλεῖν ὡς πρὸς μεσημβρίαν οὐκ οἴονται δεῖν οἱ Καρχηδόνιοι τοὺς Ῥωμαίους μακραῖς ναυσὶ διὰ τὸ μὴ βούλεσθαι γινώσκειν αὐτούς, ὡς ἐμοὶ δοκεῖ, μήτε τοὺς κατὰ τὴν Βυσσάτιν μήτε τοὺς κατὰ τὴν μικρὰν Σύρτιν τόπους, ἃ δὴ καλοῦσιν Ἐμπόρια, διὰ τὴν ἀρετὴν τῆς χώρας. [3] ἐὰν δέ τις ὑπὸ χειμῶνος ἢ πολεμίων βίᾳ κατενεχθεὶς δέηταί του τῶν ἀναγκαίων πρὸς ἱερὰ καὶ πρὸς ἐπισκευὴν πλοίου, ταῦτα, πάρεξ δὲ μηδὲν οἴονται δεῖν λαμβάνειν, καὶ κατ᾽ ἀνάγκην ἐν πένθ᾽ ἡμέραις ἀπαλλάττεσθαι τοὺς καθορμισθέντας. [4] εἰς δὲ Καρχηδόνα καὶ πᾶσαν τὴν ἐπὶ τάδε τοῦ Καλοῦ ἀκρωτηρίου τῆς Λιβύης καὶ Σαρδόνα καὶ Σικελίαν, ἧς ἐπάρχουσι Καρχηδόνιοι, κατ᾽ ἐμπορίαν πλεῖν Ῥωμαίοις ἔξεστι, καὶ τὸ δίκαιον ὑπισχνοῦνται βεβαιώσειν οἱ Καρχηδόνιοι δημοσίᾳ πίστει. [5] ἐκ δὲ τούτων τῶν συνθηκῶν περὶ μὲν Σαρδόνος καὶ Λιβύης ἐμφαίνουσιν ὡς περὶ ἰδίας ποιούμενοι τὸν λόγον: ὑπὲρ δὲ Σικελίας τἀναντία διαστέλλονται ῥητῶς, ὑπὲρ αὐτῶν τούτων ποιούμενοι τὰς συνθήκας, ὅσα τῆ�
� Σικελίας ὑπὸ τὴν Καρχηδονίων πίπτει δυναστείαν. [6] ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης αὐτῆς χώρας ποιοῦνται τὰς συνθήκας, τῆς δὲ λοιπῆς Ἰταλίας οὐ μνημονεύουσι διὰ τὸ μὴ πίπτειν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν.
[1] μετὰ δὲ ταύτας ἑτέρας ποιοῦνται συνθήκας, ἐν αἷς προσπεριειλήφασι Καρχηδόνιοι Τυρίους καὶ τὸν Ἰτυκαίων δῆμον. [2] πρόσκειται δὲ καὶ τῷ Καλῷ ἀκρωτηρίῳ Μαστία Ταρσήιον: ὧν ἐκτὸς οἴονται δεῖν Ῥωμαίους μήτε λῄζεσθαι μήτε πόλιν κτίζειν. [3] εἰσὶ δὲ τοιαίδε τινές: “1ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις “1καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίων “1καὶ Τυρίων καὶ Ἰτυκαίων δήμῳ καὶ τοῖς τούτων “ [4] 1συμμάχοις. τοῦ Καλοῦ ἀκρωτηρίου, Μαστίας Ταρ”1σηίου, μὴ λῄζεσθαι ἐπέκεινα Ῥωμαίους μηδ᾽ ἐμ” [5] 1πορεύεσθαι μηδὲ πόλιν κτίζειν. ἐὰν δὲ Καρχη”1δόνιοι λάβωσιν ἐν τῇ Λατίνῃ πόλιν τινὰ μὴ οὖσαν “1ὑπήκοον Ῥωμαίοις, τὰ χρήματα καὶ τοὺς ἄνδρας “ [6] 1ἐχέτωσαν, τὴν δὲ πόλιν ἀποδιδότωσαν. ἐὰν δέ “1τινες Καρχηδονίων λάβωσί τινας, πρὸς οὓς εἰρήνη “1μέν ἐστιν ἔγγραπτος Ῥωμαίοις, μὴ ὑποτάττονται “1δέ τι αὐτοῖς, μὴ καταγέτωσαν εἰς τοὺς Ῥωμαίων “1λιμένας: ἐὰν δὲ καταχθέντος ἐπιλάβηται ὁ Ῥω” [7] 1μαῖος, ἀφιέσθω. ὡσαύτως δὲ μηδ᾽ οἱ Ῥωμαῖοι “ [8] 1ποιείτωσαν. ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι “1ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ “1τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς “ [9] 1οὓς εἰρήνη καὶ φιλία ἐστὶ Καρχηδονίοις. ὡσαύ” [10] 1τως δὲ μηδ᾽ ὁ Καρχηδόνιος ποιείτω. εἰ δέ, μὴ “1ἰδίᾳ μεταπορευέσθω: ἐὰν δέ τις τοῦτο ποιήσῃ, “ [11] 1δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ “1Λιβύῃ μηδεὶς Ῥωμαίων μήτ᾽ ἐμπορευέσθω μήτε “1πόλιν κτιζέτω, *** εἰ μὴ ἕως τοῦ ἐφόδια λαβεῖν “1ἢ πλοῖον ἐπισκευάσαι. ἐὰν δὲ χειμὼν κατενέγκῃ, “ [12] 1ἐν πένθ᾽ ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ ἧς “1Καρχηδόνιοι ἐπάρχουσι καὶ ἐν Καρχηδόνι πάντα “1καὶ ποιείτω καὶ πωλείτω ὅσα καὶ τῷ πολίτῃ ἔξ” [13] 1εστιν. ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν “1Ῥώμῃ.”2 [14]
[1] πάλιν ἐν ταύταις ταῖς συνθήκαις τὰ μὲν κατὰ Λιβύην καὶ Σαρδόνα προσεπιτείνουσιν ἐξιδιαζόμενοι καὶ πάσας ἀφαιρούμενοι τὰς ἐπιβάθρας Ῥωμαίων, [15] περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι, περὶ τῆς ὑπ᾽ αὐτοὺς ταττομένης. [16] ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης: οὐκ οἴονται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας, Ἀντιάτας, Κιρκαιίτας, Ταρρακινίτας. αὗται δ᾽ εἰσὶν αἱ πόλεις αἱ περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας. ἔτι τοιγαροῦν τελευταίας συνθήκας ποιοῦνται Ῥωμαῖοι κατὰ τὴν Πύρρου διάβασιν πρὸ τοῦ συστήσασθαι τοὺς Καρχηδονίους τὸν περὶ Σικελίας πόλεμον: [2] ἐν αἷς τὰ μὲν ἄλλα τηροῦσι πάντα κατὰ τὰς ὑπαρχούσας ὁμολογίας, πρόσκειται δὲ τούτοις τὰ ὑπογεγραμμένα. [3] “1ἐὰν συμμαχίαν ποιῶνται πρὸς “1Πύρρον ἔγγραπτον, ποιείσθωσαν ἀμφότεροι, ἵνα “1ἐξῇ βοηθεῖν ἀλλήλοις ἐν τῇ τῶν πολεμουμένων “ [4] 1χώρᾳ: ὁπότεροι δ᾽ ἂν χρείαν ἔχωσι τῆς βοηθείας, “1τὰ πλοῖα παρεχέτωσαν Καρχηδόνιοι καὶ εἰς τὴν “1ὁδὸν καὶ εἰς τὴν ἄφοδον, τὰ δὲ ὀψώνια τοῖς αὑ” [5] 1τῶν ἑκάτεροι. Καρχηδόνιοι δὲ καὶ κατὰ θάλατταν “1Ῥωμαίοις βοηθείτωσαν, ἂν χρεία ᾖ. τὰ δὲ πληρώ”1ματα μηδεὶς ἀναγκαζέτω ἐκβαίνειν ἀκουσίως.”2
[1] τὸν δ᾽ ὅρκον ὀμνύειν ἔδει τοιοῦτον, [6] ἐπὶ μὲν τῶν πρώτων συνθηκῶν Καρχηδονίους μὲν τοὺς θεοὺς τοὺς πατρῴους, Ῥωμαίους δὲ Δία λίθον κατά τι παλαιὸν ἔθος, ἐπὶ δὲ τούτων τὸν Ἄρην καὶ τὸν Ἐνυάλιον. [7] ἔστι δὲ τὸ Δία λίθον τοιοῦτον: λαβὼν εἰς τὴν χεῖρα λίθον ὁ ποιούμενος τὰ ὅρκια περὶ τῶν συνθηκῶν, ἐπειδὰν ὀμόσῃ δημοσίᾳ πίστει, λέγει τάδε: “ [8] 1εὐορκοῦντι μέν μοι εἴη τἀγαθά: εἰ δ᾽ ἄλλως διανοηθείην τι ἢ πράξαιμι, πάντων τῶν ἄλλων σῳζομένων ἐν ταῖς ἰδίαις πατρίσιν, ἐν τοῖς ἰδίοις νόμοις, ἐπὶ τῶν ἰδίων βίων, ἱερῶν, τάφων, ἐγὼ μόνος ἐκπέσοιμι οὕτως ὡς ὅδε λίθος νῦν. [9] “2 καὶ ταῦτ᾽ εἰπὼν ῥίπτει τὸν λίθον ἐκ τῆς χειρός. τούτων δὴ τοιούτων ὑπαρχόντων, καὶ τηρουμένων τῶν συνθηκῶν ἔτι νῦν ἐν χαλκώμασι παρὰ τὸν Δία τὸν Καπετώλιον ἐν τῷ τῶν ἀγορανόμων ταμιείῳ, [2] τίς οὐκ ἂν εἰκότως θαυμάσειεν Φιλίνου τοῦ συγγραφέως, οὐ διότι ταῦτ᾽ ἠγνόει — τοῦτο μὲν γὰρ οὐ θαυμαστόν, ἐπεὶ καθ᾽ ἡμᾶς ἔτι καὶ Ῥωμαίων καὶ Καρχηδονίων οἱ πρεσβύτατοι καὶ μάλιστα δοκοῦντες περὶ τὰ κοινὰ σπουδάζειν ἠγνόουν — [3] ἀλλὰ πόθεν ἢ πῶς ἐθάρρησε γράψαι τἀναντία τούτοις, διότι Ῥωμαίοις καὶ Καρχηδονίοις ὑπάρχοιεν συνθῆκαι, καθ᾽ ἃς ἔδει Ῥωμαίους μὲν ἀπέχεσθαι Σικελίας ἁπάσης, [4] Καρχηδονίους δ᾽ Ἰταλίας, καὶ διότι ὑπερέβαινον Ῥωμαῖοι τὰς συνθήκας καὶ τοὺς ὅρκους, ἐπεὶ ἐποιήσαντο τὴν πρώτην εἰς Σικελίαν διάβασιν, μήτε γεγονότος μήθ᾽ ὑπάρχοντος παράπαν ἐγγράφου τοιούτου μηδενός. [5] ταῦτα γὰρ ἐν τῇ δευτέρᾳ λέγει βύβλῳ διαρρήδην. περὶ ὧν ἡμεῖς ἐν τῇ παρασκευῇ τῆς ἰδίας πραγματείας μνησθέντες εἰς τοῦτον ὑπερεθέμεθα τὸν καιρὸν κατὰ μέρος περὶ αὐτῶν ἐξεργάσασθαι διὰ τὸ καὶ πλείους διεψεῦσθαι τῆς ἀληθείας ἐν τούτοις, πιστεύσαντας τῇ Φιλίνου γραφῇ. [6] οὐ μὴν ἀλλ᾽ εἰ κατὰ τοῦτό τις ἐπιλαμβάνεται Ῥωμαίων
περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθόλου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον τὴν Μεσσηνίων πόλιν ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόνδησαν, εἰκότως ἂν δόξειεν δυσαρεστεῖν. [7] εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμβάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς.
[1] συντελεσθέντος τοίνυν τοῦ περὶ Σικελίας πολέμου ποιοῦνται συνθήκας ἄλλας, ἐν αἷς τὰ συνέχοντα τῶν ἐγγράπτων ἦν ταῦτα: “ [2] 1ἐκχωρεῖν Καρχηδονίους “1καὶ Σικελίας ἁπάσης καὶ τῶν νήσων ἁπασῶν τῶν “ [3] 1κειμένων Ἰταλίας μεταξὺ καὶ Σικελίας. τὴν ἀσφάλειαν “1ὑπάρχειν παρ᾽ ἑκατέρων τοῖς ἑκατέρων συμμάχοις. “ [4] 1μηδετέρους ἐν ταῖς ἀλλήλων ἐπαρχίαις μηδὲν ἐπι”1τάττειν μηδ᾽ οἰκοδομεῖν δημοσίᾳ μηδὲ ξενολογεῖν “1μηδὲ προσλαμβάνειν εἰς φιλίαν τοὺς ἀλλήλων συμ” [5] 1μάχους. ἐξενεγκεῖν Καρχηδονίους ἐν ἔτεσιν δέκα “1δισχίλια καὶ διακόσια τάλαντα, παραυτίκα δὲ δοῦ” [6] 1ναι χίλια. τοὺς αἰχμαλώτους χωρὶς λύτρων ἀπο”1δοῦναι πάντας Καρχηδονίους τοῖς Ῥωμαίοις.”2 μετὰ δὲ ταῦτα πάλιν, [7] λήξαντος τοῦ Λιβυκοῦ πολέμου, Ῥωμαῖοι Καρχηδονίοις πόλεμον ἐξενέγκαντες ἕως δόγματος ἐπισυνθήκας ἐποιήσαντο τοιαύτας: “ [8] 1ἐκ”1χωρεῖν Καρχηδονίους Σαρδόνος καὶ προσεξενεγκεῖν “1ἄλλα χίλια καὶ διακόσια τάλαντα,”2 καθάπερ ἐπάνω προείπαμεν. [9] ἐπὶ δὲ τοῖς προειρημένοις τελευταῖαι πρὸς Ἀσδρούβαν ἐν Ἰβηρίᾳ γίνονται διομολογήσεις, “1ἐφ᾽ ᾧ μὴ διαβαίνειν Καρχηδονίους ἐπὶ πολέμῳ “ [10] 1τὸν Ἴβηρα ποταμόν.”2 ταῦθ᾽ ὑπῆρχε τὰ δίκαια Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τοὺς κατ᾽ Ἀννίβαν καιρούς.