Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 165
Delphi Complete Works of Polybius Page 165

by Polybius


  [1] οὐ χρὴ δὲ θαυμάζειν τὴν ἀκρίβειαν τῆς ἀναγραφῆς, εἰ τοιαύτῃ κεχρήμεθα περὶ τῶν ὑπ᾽ Ἀννίβου κατ᾽ Ἰβηρίαν πεπραγμένων οἵᾳ μόλις ἂν χρήσαιτό τις αὐτὸς κεχειρικὼς τὰς κατὰ μέρος πράξεις, οὐδὲ προκαταγινώσκειν, εἰ πεποιήκαμεν παραπλήσιον τοῖς ἀξιοπίστως ψευδομένοις τῶν συγγραφέων. [18] ἡμεῖς γὰρ εὑρόντες ἐπὶ Λακινίῳ τὴν γραφὴν ταύτην ἐν χαλκώματι κατατεταγμένην ὑπ᾽ Ἀννίβου, καθ᾽ οὓς καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰταλίαν τόποις ἀνεστρέφετο, πάντως ἐνομίσαμεν αὐτὴν περί γε τῶν τοιούτων ἀξιόπιστον εἶναι: διὸ καὶ κατακολουθεῖν εἱλόμεθα τῇ γραφῇ ταύτῃ. Ἀννίβας δὲ πάντα προνοηθεὶς περὶ τῆς ἀσφαλείας τῶν τε κατὰ Λιβύην πραγμάτων καὶ τῶν ἐν Ἰβηρίᾳ λοιπὸν ἐκαραδόκει καὶ προσεδέχετο τοὺς παρὰ τῶν Κελτῶν πρὸς αὐτὸν ἀποστελλομένους: [2] σαφῶς γὰρ ἐξητάκει καὶ τὴν ἀρετὴν τῆς ὑπὸ τὰς Ἄλπεις καὶ περὶ τὸν Πάδον ποταμὸν χώρας καὶ τὸ πλῆθος τῶν κατοικούντων αὐτήν, ἔτι δὲ τὴν πρὸς τοὺς πολέμους τῶν ἀνδρῶν τόλμαν, [3] καὶ τὸ μέγιστον, τὴν ὑπάρχουσαν δυσμένειαν αὐτοῖς ἐκ τοῦ προγεγονότος πολέμου πρὸς Ῥωμαίους, ὑπὲρ οὗ διήλθομεν ἡμεῖς ἐν τῇ πρὸ ταύτης βύβλῳ χάριν τοῦ συμπεριφέρεσθαι τοὺς ἐντυγχάνοντας τοῖς νῦν μέλλουσι λέγεσθαι. [4] διόπερ εἴχετο ταύτης τῆς ἐλπίδος καὶ πᾶν ὑπισχνεῖτο, διαπεμπόμενος ἐπιμελῶς πρὸς τοὺς δυνάστας τῶν Κελτῶν καὶ τοὺς ἐπὶ τάδε καὶ τοὺς ἐν αὐταῖς ταῖς Ἄλπεσιν ἐνοικοῦντας, [5] μόνως ἂν ὑπολαμβάνων ἐν Ἰταλίᾳ συστήσασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον, εἰ δυνηθείη διαπεράσας τὰς πρὸ τοῦ δυσχωρίας εἰς τοὺς προειρημένους ἀφικέσθαι τόπους καὶ συνεργοῖς καὶ συμμάχοις χρήσασθαι Κελτοῖς εἰς τὴν προκειμένην ἐπιβολήν. [6] ἀφικομένων δὲ τῶν ἀγγέλων καὶ τήν τε τῶν Κελτῶν βούλησιν καὶ προσδοκίαν ἀπαγγειλάντων τήν τε τῶν Ἀλπεινῶν ὀρῶν ὑπερβολὴν ἐπίπονον μὲν καὶ δυσχερῆ λίαν, οὐ μὴν ἀδύνατον εἶναι φασκόντων, συνῆγε τὰς δυνάμεις ἐκ τῆς παραχειμασίας ὑπὸ τὴν ἐαρινὴν ὥραν. [7] προσπεπτωκότων δὲ προσφάτως αὐτῷ καὶ τῶν ἐκ τῆς Καρχηδόνος, ἐπαρθεὶς τῷ θυμῷ καὶ πιστεύων τῇ τῶν πολιτῶν εὐνοίᾳ παρεκάλει τὰς δυνάμεις φανερῶς ἤδη πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, [8] ἐμφανίζων μὲν ὃν τρόπον ἔκδοτον αὐτὸν ἐγχειρήσαιεν αἰτεῖσθαι Ῥωμαῖοι καὶ πάντας τοὺς τοῦ στρατοπέδου προεστῶτας, ὑποδεικνύων δὲ τὴν τῆς χώρας ἀρετήν, εἰς ἣν ἀφίξονται, καὶ τὴν τῶν Κελτῶν εὔνοιαν καὶ συμμαχίαν. [9] εὐθύμως δὲ τῶν ὄχλων αὐτῷ συνεξισταμένων, ἐπαινέσας καὶ παραγγείλας τακτὴν ἡμέραν, ἐν ᾗ ποιήσεται τὴν ἔξοδον, τότε μὲν διέλυσε τὴν ἐκκλησίαν.

  [1] ἐπιτελέσας δὲ τὰ προειρημένα κατὰ τὴν παραχειμασίαν καὶ παρασκευάσας ἱκανὴν ἀσφάλειαν τοῖς τε κατὰ τὴν Λιβύην καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι, παραγενομένης τῆς ταχθείσης ἡμέρας, προῆγε, πεζῶν μὲν ἔχων εἰς ἐννέα μυριάδας, ἱππεῖς δὲ περὶ μυρίους καὶ δισχιλίους. [2] καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν κατεστρέφετο τό τε τῶν Ἰλουργητῶν ἔθνος καὶ Βαργουσίων ἔτι δὲ τοὺς Αἰρηνοσίους καὶ τοὺς Ἀνδοσίνους μέχρι τῆς προσαγορευομένης Πυρήνης. [3] ποιησάμενος δὲ πάντας ὑφ᾽ ἑαυτὸν καί τινας πόλεις κατὰ κράτος ἑλών, ταχέως μὲν καὶ παρ᾽ ἐλπίδα, μετὰ πολλῶν δὲ καὶ μεγάλων ἀγώνων ἔτι δὲ πολλῆς καταφθορᾶς ἀνδρῶν, [4] ἡγεμόνα μὲν ἐπὶ πάσης κατέλιπε τῆς ἐπὶ τάδε τοῦ ποταμοῦ χώρας Ἄννωνα, τῶν δὲ Βαργουσίων καὶ δεσπότην: μάλιστα γὰρ τούτοις ἠπίστει διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιαν. [5] ἀπεμέρισε δὲ καὶ τῆς δυνάμεως ἧς εἶχε τῷ μὲν Ἄννωνι πεζοὺς μυρίους ἱππεῖς δὲ χιλίους καὶ τὰς ἀποσκευὰς ἀπέλιπε τούτῳ τῶν αὐτῷ συνεξορμώντων. [6] εἰς δὲ τὴν οἰκείαν ἀπέλυσε τοὺς ἴσους τοῖς προειρημένοις, βουλόμενος αὐτούς τε τούτους εὔνους ἀπολιπεῖν, τοῖς τε λοιποῖς ὑποδεικνύων ἐλπίδα τῆς εἰς οἶκον ἐπανόδου καὶ τοῖς μεθ᾽ ἑαυτοῦ μὲν στρατευομένοις, οὐχ ἧττον δὲ καὶ τοῖς ἐν οἴκῳ μένουσι τῶν Ἰβήρων, ἵνα προθύμως ἐξορμῶσι πάντες, ἄν ποτέ τις ἐπικουρίας χρεία γένηται παρ᾽ αὐτῶν. [7] τὴν δὲ λοιπὴν στρατιὰν ἀναλαβὼν εὔζωνον πεζοὺς μὲν πεντακισμυρίους ἱππεῖς δὲ πρὸς ἐννακισχιλίους ἦγεν διὰ τῶν Πυρηναίων λεγομένων ὀρῶν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ καλουμένου ποταμοῦ διάβασιν, [8] ἔχων οὐχ οὕτως πολλὴν δύναμιν ὡς χρησίμην καὶ γεγυμνασμένην διαφερόντως ἐκ τῆς συνεχείας τῶν κατὰ τὴν Ἰβηρίαν ἀγώνων.

  [1] ἵνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων παντάπασιν ἀσαφῆ γίνεσθαι συμβαίνῃ τὴν διήγησιν, ῥητέον ἂν εἴη πόθεν ὁρμήσας Ἀννίβας καὶ τίνας καὶ πόσους διελθὼν τόπους εἰς ποῖα μέρη κατῆρε τῆς Ἰταλίας. [2] ῥητέον δ᾽ οὐκ αὐτὰς τὰς ὀνομασίας τῶν τόπων καὶ ποταμῶν καὶ πόλεων, ὅπερ ἔνιοι ποιοῦσι τῶν συγγραφέων, ὑπολαμβάνοντες ἐν παντὶ πρὸς γνῶσιν καὶ σαφήνειαν αὐτοτελὲς εἶναι τοῦτο τὸ μέρος. [3] οἶμαι δ᾽, ἐπὶ μὲν τῶν γνωριζομένων τόπων οὐ μικρὰ μεγάλα δὲ συμβάλλεσθαι πεποίηκε πρὸς ἀνάμνησιν ἡ τῶν ὀνομάτων παράθεσις: ἐπὶ δὲ τῶν ἀγνοουμένων εἰς τέλος ὁμοίαν ἔχει τὴν δύναμιν ἡ τῶν ὀνομάτων ἐξήγησις ταῖς ἀδιανοήτοις καὶ κρουσματικαῖς λέξεσι. [4] τῆς γὰρ διανοίας ἐπ᾽ οὐδὲν ἀπερειδομένης οὐδὲ δυναμένης ἐφαρμόττειν τὸ λεγόμενον ἐπ᾽ οὐδ�
��ν γνώριμον, ἀνυπότακτος καὶ κωφὴ γίνεθ᾽ ἡ διήγησις. [5] διόπερ ὑποδεικτέος ἂν εἴη τρόπος, δι᾽ οὗ δυνατὸν ἔσται περὶ τῶν ἀγνοουμένων λέγοντας κατὰ ποσὸν εἰς ἀληθινὰς καὶ γνωρίμους ἐννοίας ἄγειν τοὺς ἀκούοντας.

  [1] πρώτη μὲν οὖν καὶ μεγίστη γνῶσις, [6] ἔτι δὲ κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἡ τοῦ περιέχοντος ἡμᾶς διαίρεσις καὶ τάξις, καθ᾽ ἣν πάντες, ὧν καὶ μικρὸν ὄφελος, ἀνατολάς, δύσεις, μεσημβρίαν, ἄρκτον γνωρίζομεν: [7] δευτέρα δέ, καθ᾽ ἣν ἑκάστῃ διαφορᾷ τῶν προειρημένων τοὺς ἐπὶ τῆς γῆς τόπους ὑποτάττοντες καὶ φέροντες ἀεὶ τῇ διανοίᾳ τὸ λεγόμενον ἐπί τι τῶν προειρημένων εἰς γνωρίμους καὶ συνήθεις ἐπινοίας ἐμπίπτομεν ὑπὲρ τῶν ἀγνώστων καὶ ἀοράτων τόπων. τούτων δὲ περὶ τῆς ὅλης γῆς ὑποκειμένων, ἀκόλουθον ἂν εἴη τὸ καὶ περὶ τῆς καθ᾽ ἡμᾶς οἰκουμένης ἀνὰ τὸν αὐτὸν λόγον διελομένους εἰς ἐπίστασιν ἀγαγεῖν τοὺς ἀκούοντας. [2] ταύτης διῃρημένης εἰς τρία μέρη καὶ τρεῖς ὀνομασίας, τὸ μὲν ἓν μέρος αὐτῆς Ἀσίαν, τὸ δ᾽ ἕτερον Λιβύην, τὸ δὲ τρίτον Εὐρώπην προσαγορεύουσι. [3] τὰς δὲ διαφορὰς ταύτας ὁρίζουσιν ὅ τε Τάναϊς ποταμὸς καὶ Νεῖλος καὶ τὸ καθ᾽ Ἡρακλέους στήλας στόμα. [4] Νείλου μὲν οὖν καὶ Τανάιδος μεταξὺ τὴν Ἀσίαν κεῖσθαι συμβέβηκε, πίπτειν δὲ τοῦ περιέχοντος ὑπὸ τὸ μεταξὺ διάστημα θερινῶν ἀνατολῶν καὶ μεσημβρίας. [5] ἡ δὲ Λιβύη κεῖται μὲν μεταξὺ Νείλου καὶ στηλῶν Ἡρακλείων, τοῦ δὲ περιέχοντος πέπτωκεν ὑπό τε τὴν μεσημβρίαν καὶ κατὰ τὸ συνεχὲς ὑπὸ τὰς χειμερινὰς δύσεις ἕως τῆς ἰσημερινῆς καταφορᾶς, ἣ πίπτει καθ᾽ Ἡρακλείους στήλας. [6] αὗται μὲν οὖν αἱ χῶραι καθολικώτερον θεωρούμεναι τὸν πρὸς τὴν μεσημβρίαν τόπον ἐπέχουσι τῆς καθ᾽ ἡμᾶς θαλάττης ἀπὸ τῶν ἀνατολῶν ὡς πρὸς τὰς δύσεις. [7] ἡ δ᾽ Εὐρώπη ταύταις ἀμφοτέραις ὡς πρὸς τὰς ἄρκτους ἀντιπαράκειται, κατὰ τὸ συνεχὲς ἀπὸ τῶν ἀνατολῶν παρήκουσα μὲν ἄχρι πρὸς τὰς δύσεις, [8] κεῖται δ᾽ αὐτῆς τὸ μὲν ὁλοσχερέστερον καὶ βαθύτερον μέρος ὑπ᾽ αὐτὰς τὰς ἄρκτους μεταξὺ τοῦ τε Τανάιδος ποταμοῦ καὶ τοῦ Νάρβωνος, ὃς οὐ πολὺν ἀπέχει τόπον ὡς πρὸς δύσεις ἀπὸ Μασσαλίας καὶ τῶν τοῦ Ῥοδανοῦ στομάτων, δι᾽ ὧν εἰς τὸ Σαρδόνιον πέλαγος ἐξίησιν ὁ προειρημένος ποταμός. [9] ἀπὸ δὲ τοῦ Νάρβωνος καὶ τὰ περὶ τοῦτον Κελτοὶ νέμονται μέχρι τῶν προσαγορευομένων Πυρηναίων ὀρῶν, ἃ διατείνει κατὰ τὸ συνεχὲς ἀπὸ τῆς καθ᾽ ἡμᾶς θαλάττης ἕως εἰς τὴν ἐκτός. [10] τὸ δὲ λοιπὸν μέρος τῆς Εὐρώπης ἀπὸ τῶν προειρημένων ὀρῶν τὸ συνάπτον πρός τε τὰς δύσεις καὶ πρὸς Ἡρακλείους στήλας περιέχεται μὲν ὑπό τε τῆς καθ᾽ ἡμᾶς καὶ τῆς ἔξω θαλάττης, καλεῖται δὲ τὸ μὲν παρὰ τὴν καθ᾽ ἡμᾶς παρῆκον ἕως Ἡρακλείων στηλῶν Ἰβηρία, [11] τὸ δὲ παρὰ τὴν ἔξω καὶ μεγάλην προσαγορευομένην κοινὴν μὲν ὀνομασίαν οὐκ ἔχει διὰ τὸ προσφάτως κατωπτεῦσθαι, κατοικεῖται δὲ πᾶν ὑπὸ βαρβάρων ἐθνῶν καὶ πολυανθρώπων, ὑπὲρ ὧν ἡμεῖς μετὰ ταῦτα τὸν

  [1] κατὰ μέρος λόγον ἀποδώσομεν. καθάπερ δὲ καὶ τῆς Ἀσίας καὶ τῆς Λιβύης, καθὸ συνάπτουσιν ἀλλήλαις περὶ τὴν Αἰθιοπίαν, οὐδεὶς ἔχει λέγειν ἀτρεκῶς ἕως τῶν καθ᾽ ἡμᾶς καιρῶν πότερον ἤπειρός ἐστι κατὰ τὸ συνεχὲς τὰ πρὸς τὴν μεσημβρίαν ἢ θαλάττῃ περιέχεται, [2] τὸν αὐτὸν τρόπον τὸ μεταξὺ Τανάιδος καὶ Νάρβωνος εἰς τὰς ἄρκτους ἀνῆκον ἄγνωστον ἡμῖν ἕως τοῦ νῦν ἐστιν, ἐὰν μή τι μετὰ ταῦτα πολυπραγμονοῦντες ἱστορήσωμεν. [3] τοὺς δὲ λέγοντάς τι περὶ τούτων ἄλλως ἢ γράφοντας ἀγνοεῖν καὶ μύθους διατιθέναι νομιστέον. [4]

  [1] ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τοῦ μὴ τελέως ἀνυπότακτον εἶναι τοῖς ἀπείροις τῶν τόπων τὴν διήγησιν, ἀλλὰ κατά γε τὰς ὁλοσχερεῖς διαφορὰς συνεπιβάλλειν καὶ φέρειν ἐπί τι τῇ διανοίᾳ τὸ λεγόμενον, τεκμαιρομένους ἐκ τοῦ περιέχοντος. [5] καθάπερ γὰρ ἐπὶ τῆς ὁράσεως εἰθίσμεθα συνεπιστρέφειν ἀεὶ τὰ πρόσωπα πρὸς τὸ κατὰ τὴν ἔνδειξιν ὑποδεικνύμενον, οὕτως καὶ τῇ διανοίᾳ χρὴ συνδιανεύειν καὶ συρρέπειν ἐπὶ τοὺς τόπους ἀεὶ τοὺς διὰ τοῦ λόγου συνεπιδεικνυμένους. ἀφέμενοι δὲ τούτων τρεψόμεθα πρὸς τὸ συνεχὲς τῆς προκειμένης ἡμῖν διηγήσεως. [2]

  [1] Καρχηδόνιοι γὰρ ἐν τούτοις τοῖς καιροῖς τῆς μὲν Λιβύης ἐκυρίευον πάντων τῶν ἐπὶ τὴν ἔσω θάλατταν νευόντων μερῶν ἀπὸ τῶν Φιλαίνου βωμῶν, οἳ κεῖνται κατὰ τὴν μεγάλην Σύρτιν, ἕως ἐφ᾽ Ἡρακλέους στήλας. [3] τοῦτο δὲ τὸ μῆκός ἐστι τῆς παραλίας ὑπὲρ τοὺς ἑξακισχιλίους καὶ μυρίους σταδίους. [4] διαβάντες δὲ τὸν καθ᾽ Ἡρακλείους στήλας πόρον ὁμοίως ἐκεκρατήκεισαν καὶ τῆς Ἰβηρίας ἁπάσης ἕως τῆς ῥαχίας, ὃ πέρας ἐστὶ πρὸς τῇ καθ᾽ ἡμᾶς θαλάττῃ τῶν Πυρηναίων ὀρῶν, ἃ διορίζει τοὺς Ἴβηρας καὶ Κελτούς. [5] ἀπέχει δὲ τοῦ καθ᾽ Ἡρακλείους στήλας στόματος οὗτος ὁ τόπος περὶ ὀκτακισχιλίους σταδίους. [6] ἐπὶ μὲν γὰρ Καινὴν πόλιν ἀπὸ στηλῶν εἶναι συμβαίνει τρισχιλίους, ὅθεν ἐποιεῖτο τὴν ὁρμὴν Ἀννίβας τὴν εἰς Ἰταλίαν: [τὴν δὲ Καινὴν πόλιν ἔνιοι Νέαν Καρχηδόνα καλοῦσιν]: ἀπὸ δὲ ταύτης εἰσὶν ἐπὶ μὲν τὸν Ἴβηρα ποταμὸν ἑξακόσιοι στάδιοι πρὸς δισχιλίοις, [7] ἀπὸ δὲ τούτου πάλιν εἰς Ἐμπόριον χίλιοι σὺν ἑξακοσίοις, ἀπὸ δ᾽
Ἐμπορίου πόλεως εἰς *** περὶ ἑξακοσίους, [8] καὶ μὴν ἐντεῦθεν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν περὶ χιλίους ἑξακοσίους: [ταῦτα γὰρ νῦν βεβημάτισται καὶ σεσημείωται κατὰ σταδίους ὀκτὼ διὰ Ῥωμαίων ἐπιμελῶς: [9] ] ἀπὸ δὲ τῆς διαβάσεως τοῦ Ῥοδανοῦ πορευομένοις παρ᾽ αὐτὸν τὸν ποταμὸν ὡς ἐπὶ τὰς πηγὰς ἕως πρὸς τὴν ἀναβολὴν τῶν Ἄλπεων τὴν εἰς Ἰταλίαν χίλιοι τετρακόσιοι. [10] λοιπαὶ δ᾽ αἱ τῶν Ἄλπεων ὑπερβολαί, περὶ χιλίους διακοσίους: ἃς ὑπερβαλὼν ἔμελλεν ἥξειν εἰς τὰ περὶ τὸν Πάδον πεδία τῆς Ἰταλίας. [11] ὥστ᾽ εἶναι τοὺς πάντας ἐκ Καινῆς πόλεως σταδίους περὶ ἐννακισχιλίους, οὓς ἔδει διελθεῖν αὐτόν. [12] τούτων δὴ τῶν τόπων κατὰ μὲν τὸ μῆκος ἤδη σχεδὸν τοὺς ἡμίσεις διεληλύθει, κατὰ δὲ τὴν δυσχέρειαν τὸ πλέον αὐτῷ μέρος ἀπελείπετο τῆς πορείας. Ἀννίβας μὲν οὖν ἐνεχείρει ταῖς διεκβολαῖς τῶν Πυρηναίων ὀρῶν, κατάφοβος ὢν τοὺς Κελτοὺς διὰ τὰς ὀχυρότητας τῶν τόπων. [2] Ῥωμαῖοι δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς διακούσαντες μὲν τῶν ἐξαποσταλέντων εἰς Καρχηδόνα πρεσβευτῶν τὰ δεδογμένα καὶ τοὺς ῥηθέντας λόγους, προσπεσόντος δὲ θᾶττον ἢ προσεδόκων Ἀννίβαν διαβεβηκέναι τὸν Ἴβηρα ποταμὸν μετὰ τῆς δυνάμεως, προεχειρίσαντο πέμπειν μετὰ στρατοπέδων Πόπλιον μὲν Κορνήλιον εἰς Ἰβηρίαν, Τεβέριον δὲ Σεμπρώνιον εἰς Λιβύην. [3] ἐν ὅσῳ δ᾽ οὗτοι περὶ τὰς καταγραφὰς ἐγίνοντο τῶν στρατοπέδων καὶ τὴν ἄλλην παρασκευήν, ἔσπευσαν ἐπὶ τέλος ἀγαγεῖν τὰ κατὰ τὰς ἀποικίας, οἳ δὴ πρότερον ἦσαν εἰς Γαλατίαν ἀποστέλλειν προκεχειρισμένοι. [4] τὰς μὲν οὖν πόλεις ἐνεργῶς ἐτείχιζον, τοὺς δ᾽ οἰκήτορας ἐν ἡμέραις τριάκοντα παρήγγειλαν ἐπιτόπους γίνεσθαι, τὸν ἀριθμὸν ὄντας εἰς ἑκατέραν τὴν πόλιν εἰς ἑξακισχιλίους: [5] ὧν τὴν μὲν μίαν ἔκτιζον ἐπὶ τάδε τοῦ Πάδου ποταμοῦ, προσαγορεύσαντες Πλακεντίαν, τὴν δ᾽ ἄλλην ἐπὶ θάτερα, κατονομάσαντες Κρεμώνην. [6] ἤδη δὲ τούτων συνῳκισμένων, οἱ Βοῖοι καλούμενοι Γαλάται, πάλαι μὲν οἷον λοχῶντες τὴν πρὸς Ῥωμαίους φιλίαν, οὐκ ἔχοντες δὲ τότε καιρόν, [7] μετεωριζόμενοι καὶ πιστεύοντες ἐκ τῶν διαπεμπομένων τῇ παρουσίᾳ τῶν Καρχηδονίων ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἐγκαταλιπόντες τοὺς ὁμήρους, οὓς ἔδοσαν ἐκβαίνοντες ἐκ τοῦ πολέμου τοῦ προγεγονότος, ὑπὲρ οὗ τὴν ἐξήγησιν ἡμεῖς ἐν τῇ προτέρᾳ βύβλῳ ταύτης ἐποιησάμεθα. [8] παρακαλέσαντες δὲ τοὺς Ἴνσομβρας καὶ συμφρονήσαντες κατὰ τὴν προγεγενημένην ὀργὴν κατέσυραν τὴν κατακεκληρουχημένην χώραν ὑπὸ Ῥωμαίων καὶ τοὺς φεύγοντας συνδιώξαντες εἰς Μοτίνην, ἀποικίαν ὑπάρχουσαν Ῥωμαίων, ἐπολιόρκουν. [9] ἐν οἷς καὶ τρεῖς ἄνδρας τῶν ἐπιφανῶν συνέκλεισαν τοὺς ἐπὶ τὴν διαίρεσιν τῆς χώρας ἀπεσταλμένους: ὧν εἷς μὲν ἦν Γάιος Λυτάτιος ὁ τὴν ὕπατον ἀρχὴν εἰληφώς, οἱ δὲ δύο τὴν ἑξαπέλεκυν. [10] οἰομένων δὲ δεῖν τούτων εἰς λόγους σφίσι συνελθεῖν, ὑπήκουσαν οἱ Βοῖοι. τῶν δ᾽ ἀνδρῶν ἐξελθόντων, παρασπονδήσαντες συνέλαβον αὐτούς, ἐλπίσαντες διὰ τούτων κομιεῖσθαι τοὺς αὑτῶν ὁμήρους. [11] Λεύκιος δὲ Μάλιος ἑξαπέλεκυς ὑπάρχων καὶ προκαθήμενος ἐπὶ τῶν τόπων μετὰ δυνάμεως, ἀκούσας τὸ γεγονός, ἐβοήθει κατὰ σπουδήν. [12] οἱ δὲ Βοῖοι συνέντες αὐτοῦ τὴν παρουσίαν, ἔν τισι δρυμοῖς ἑτοιμάσαντες ἐνέδρας ἅμα τῷ παρελθεῖν εἰς τοὺς ὑλώδεις τόπους πανταχόθεν ἅμα προσπεσόντες πολλοὺς ἀπέκτειναν τῶν Ῥωμαίων. [13] οἱ δὲ λοιποὶ τὰς μὲν ἀρχὰς ὥρμησαν πρὸς φυγήν: ἐπεὶ δὲ τῶν ψιλῶν ἥψαντο χωρίων, ἐπὶ ποσὸν συνέστησαν οὕτως ὥστε μόλις εὐσχήμονα ποιήσασθαι τὴν ἀποχώρησιν. οἱ δὲ Βοῖοι κατακολουθήσαντες συνέκλεισαν καὶ τούτους εἰς τὴν Τάννητος καλουμένην κώμην. [14] τοῖς δ᾽ ἐν τῇ Ῥώμῃ προσπεσόντος ὅτι τὸ τέταρτον στρατόπεδον περιειλημμένον ὑπὸ τῶν Βοίων πολιορκεῖται κατὰ κράτος, τὰ μὲν τῷ Ποπλίῳ προκεχειρισμένα στρατόπεδα κατὰ σπουδὴν ἐξαπέστελλον ἐπὶ τὴν τούτων βοήθειαν, ἡγεμόνα συστήσαντες ἑξαπέλεκυν, ἄλλα δὲ συνάγειν καὶ καταγράφειν ἐκ τῶν συμμάχων αὐτῷ παρήγγειλαν.

 

‹ Prev