Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 189
Delphi Complete Works of Polybius Page 189

by Polybius


  [1] ἀλλ᾽ ὅμως τὸν μὲν ἀπὸ τῶν Θρᾳκῶν πόλεμον κατὰ τὴν συνήθειαν ἀναφέροντες ἔμενον ἐπὶ τῶν ἐξ ἀρχῆς δικαίων πρὸς τοὺς Ἕλληνας: [10] προσεπιγενομένων δὲ Γαλατῶν αὐτοῖς τῶν περὶ Κομοντόριον εἰς πᾶν ἦλθον περιστάσεως. οὗτοι δ᾽ ἐκίνησαν μὲν ἅμα τοῖς περὶ Βρέννον ἐκ τῆς οἰκείας, διαφυγόντες δὲ τὸν περὶ Δελφοὺς κίνδυνον, καὶ παραγενόμενοι πρὸς τὸν Ἑλλήσποντον, εἰς μὲν τὴν Ἀσίαν οὐκ ἐπεραιώθησαν, αὐτοῦ δὲ κατέμειναν διὰ τὸ φιλοχωρῆσαι τοῖς περὶ τὸ Βυζάντιον τόποις. [2] οἳ καὶ κρατήσαντες τῶν Θρᾳκῶν, καὶ κατασκευασάμενοι βασίλειον τὴν Τύλιν, εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς Βυζαντίους. [3] κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐν ταῖς ἐφόδοις αὐτῶν ταῖς κατὰ Κομοντόριον τὸν πρῶτον βασιλεύσαντα δῶρα διετέλουν οἱ Βυζάντιοι διδόντες ἀνὰ τρισχιλίους καὶ πεντακισχιλίους, ποτὲ δὲ καὶ μυρίους χρυσοῦς, ἐφ᾽ ᾧ μὴ καταφθείρειν τὴν χώραν αὐτῶν. [4] τέλος δ᾽ ἠναγκάσθησαν ὀγδοήκοντα τάλαντα συγχωρῆσαι φόρον τελεῖν κατ᾽ ἐνιαυτὸν ἕως εἰς Καύαρον, ἐφ᾽ οὗ κατελύθη μὲν ἡ βασιλεία, τὸ δὲ γένος αὐτῶν ἐξεφθάρη πᾶν, ὑπὸ Θρᾳκῶν ἐκ μεταβολῆς ἐπικρατηθέν. [5] ἐν οἷς καιροῖς ὑπὸ τῶν φόρων πιεζούμενοι τὸ μὲν πρῶτον ἐπρέσβευον πρὸς τοὺς Ἕλληνας, δεόμενοι σφίσι βοηθεῖν καὶ συγχορηγεῖν εἰς τοὺς περιεστῶτας καιρούς: [6] τῶν δὲ πλείστων παρολιγωρούντων, ἐνεχείρησαν ἀπαναγκασθέντες παρ

  [1] αγωγιάζειν τοὺς εἰς τὸν Πόντον πλέοντας. μεγάλης δὲ γενομένης τῆς ἀλυσιτελείας καὶ δυσχρηστίας πᾶσιν ἐκ τοῦ τέλος πράττειν τοὺς Βυζαντίους τῶν ἐξαγομένων ἐκ τοῦ Πόντου, δεινὸν ἡγοῦντο, καὶ πάντες ἐνεκάλουν οἱ πλοϊζόμενοι τοῖς Ῥοδίοις διὰ τὸ δοκεῖν τούτους προεστάναι τῶν κατὰ θάλατταν. ἐξ οὗ συνέβη φῦναι τὸν πόλεμον, [2] ὑπὲρ οὗ νῦν ἡμεῖς ἱστορεῖν μέλλομεν.

  [1] οἱ γὰρ Ῥόδιοι, [3] συνεξεγερθέντες ἅμα μὲν διὰ τὴν σφετέραν βλάβην, ἅμα δὲ καὶ διὰ τὴν τῶν πέλας ἐλάττωσιν, τὸ μὲν πρῶτον παραλαβόντες τοὺς συμμάχους ἐπρέσβευον πρὸς τοὺς Βυζαντίους, ἀξιοῦντες καταλύσειν αὐτοὺς τὸ παραγώγιον: [4] οὐκ ἐντρεπομένων δὲ τοῖς ὅλοις, ἀλλὰ πεπεισμένων δίκαια λέγειν ἐκ τῆς ἀντικαταστάσεως τῆς γενομένης παρ᾽ αὐτοῖς τῶν περὶ τὸν Ἑκατόδωρον καὶ Ὀλυμπιόδωρον πρὸς τοὺς τῶν Ῥοδίων πρεσβευτάς — [5] οὗτοι γὰρ τότε προέστησαν τοῦ τῶν Βυζαντίων πολιτεύματος — τότε μὲν ἀπηλλάγησαν οἱ Ῥόδιοι περάναντες οὐδέν, [6] ἐπανελθόντες δὲ τὸν πόλεμον ἐψηφίσαντο τοῖς Βυζαντίοις διὰ τὰς προειρημένας αἰτίας. [7] καὶ παραυτίκα πρεσβευτὰς ἐξαπέστελλον πρὸς Προυσίαν, παρακαλοῦντες καὶ τοῦτον εἰς τὸν πόλεμον: ᾔδεσαν γὰρ τὸν Προυσίαν παρατριβόμενον ἔκ τινων πρὸς τοὺς Βυζαντίους. τὸ δὲ παραπλήσιον ἐποίουν καὶ Βυζάντιοι: πρός τε γὰρ Ἄτταλον καὶ πρὸς Ἀχαιὸν ἔπεμπον πρέσβεις, δεόμενοι σφίσι βοηθεῖν. [2] ὁ μὲν οὖν Ἄτταλος ἦν πρόθυμος, εἶχε δὲ βραχεῖαν τότε ῥοπήν, ὡς ἂν ὑπ᾽ Ἀχαιοῦ συνεληλαμένος εἰς τὴν πατρῴαν ἀρχήν: [3] ὁ δ᾽ Ἀχαιός, κρατῶν μὲν τῆς ἐπὶ τάδε τοῦ Ταύρου, βασιλέα δὲ προσφάτως αὑτὸν ἀναδεδειχώς, ἐπηγγέλλετο βοηθήσειν. [4] ὑπάρχων δ᾽ ἐπὶ ταύτης τῆς προαιρέσεως, τοῖς μὲν Βυζαντίοις μεγάλην ἐλπίδα παρεσκεύαζε, τοῖς δὲ Ῥοδίοις καὶ Προυσίᾳ τἀναντία κατάπληξιν. [5] Ἀχαιὸς γὰρ ἦν μὲν Ἀντιόχου συγγενὴς τοῦ παρειληφότος τὴν ἐν Συρίᾳ βασιλείαν, ἐγκρατὴς δ᾽ ἐγένετο τῆς προειρημένης δυναστείας διά τινας τοιαύτας αἰτίας. [6] Σελεύκου μεταλλάξαντος τὸν βίον, ὃς ἦν Ἀντιόχου τοῦ προειρημένου πατήρ, διαδεξαμένου δὲ τὴν βασιλείαν Σελεύκου πρεσβυτάτου τῶν υἱῶν, ἅμα τούτῳ διὰ τὴν οἰκειότητα συνυπερέβαλε τὸν Ταῦρον, δυσὶ μάλιστά πως ἔτεσι πρότερον τῶν νῦν λεγομένων καιρῶν. [7] Σέλευκος γὰρ ὁ νέος ὡς θᾶττον παρέλαβε τὴν βασιλείαν, πυνθανόμενος Ἄτταλον πᾶσαν ἤδη τὴν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν ὑφ᾽ αὑτὸν πεποιῆσθαι, παρωρμήθη βοηθεῖν τοῖς σφετέροις πράγμασιν. [8] ὑπερβαλὼν δὲ μεγάλῃ δυνάμει τὸν Ταῦρον, καὶ δολοφονηθεὶς ὑπό τ᾽ Ἀπατουρίου τοῦ Γαλάτου καὶ Νικάνορος, μετήλλαξε τὸν βίον. [9] Ἀχαιὸς δὲ κατὰ τὴν ἀναγκαιότητα τὸν φόνον αὐτοῦ μετῆλθε παραχρῆμα, τοὺς περὶ τὸν Νικάνορα καὶ τὸν Ἀπατούριον ἀποκτείνας, τῶν τε δυνάμεων καὶ τῶν ὅλων πραγμάτων φρονίμως καὶ μεγαλοψύχως προέστη. [10] τῶν γὰρ καιρῶν παρόντων αὐτῷ, καὶ τῆς τῶν ὄχλων ὁρμῆς συνεργούσης εἰς τὸ διάδημα περιθέσθαι, τοῦτο μὲν οὐ προείλετο ποιῆσαι, τηρῶν δὲ τὴν βασιλείαν Ἀντιόχῳ τῷ νεωτέρῳ τῶν υἱῶν, ἐνεργῶς ἐπιπορευόμενος ἀνεκτᾶτο τὴν ἐπὶ τάδε τοῦ Ταύρου πᾶσαν. [11] τῶν δὲ πραγμάτων αὐτῷ παραδόξως εὐροούντων, ἐπεὶ τὸν μὲν Ἄτταλον εἰς αὐτὸ τὸ Πέργαμον συνέκλεισε, τῶν δὲ λοιπῶν πάντων ἦν ἐγκρατής, ἐπαρθεὶς τοῖς εὐτυχήμασι παρὰ πόδας ἐξώκειλε. [12] καὶ διάδημα περιθέμενος καὶ βασιλέα προσαγορεύσας αὑτὸν βαρύτατος ἦν τότε καὶ φοβερώτατος τῶν ἐπὶ τάδε τοῦ Ταύρου βασιλέων καὶ δυναστῶν: [13] ᾧ καὶ μάλιστα τότε Βυζάντιοι πιστεύσαντες ἀνεδέξαντο τὸν πρὸς τοὺς Ῥοδίους καὶ Προυσίαν πόλεμον.

  [1] ὁ δὲ Προυσίας ἐνεκάλει μὲν πρότερον τοῖς Βυζαντίοις ὅτι ψηφισαμένων τινὰς εἰκόνας αὐτοῦ ταύτας οὐκ ἀνετίθεσαν, ἀλλ᾽ εἰς ἐπισυρμὸν καὶ λή
θην ἄγοιεν, [2] δυσηρέστει δ᾽ αὐτοῖς καὶ ἐπὶ τῷ πᾶσαν προσενέγκασθαι φιλονεικίαν εἰς τὸ διαλῦσαι τὴν Ἀχαιοῦ πρὸς Ἄτταλον ἔχθραν καὶ τὸν πόλεμον, νομίζων κατὰ πολλοὺς τρόπους ἀλυσιτελῆ τοῖς αὑτοῦ πράγμασιν ὑπάρχειν τὴν ἐκείνων φιλίαν. [3] ἠρέθιζε δ᾽ αὐτὸν καὶ τὸ δοκεῖν Βυζαντίους πρὸς μὲν Ἄτταλον εἰς τοὺς τῆς Ἀθηνᾶς ἀγῶνας τοὺς συνθύσοντας ἐξαπεσταλκέναι, πρὸς αὐτὸν δ᾽ εἰς τὰ Σωτήρια μηδένα πεπομφέναι. [4] διόπερ ἐκ πάντων τούτων ὑποικουρουμένης παρ᾽ αὐτῷ τῆς ὀργῆς, ἄσμενος ἐπελάβετο τῆς τῶν Ῥοδίων προφάσεως, καὶ συγκαταθέμενος τοῖς πρεσβευταῖς ἐκείνους μὲν ᾤετο δεῖν κατὰ θάλατταν πολεμεῖν, αὐτὸς δὲ κατὰ γῆν οὐκ ἐλάττω βλάψειν ἔδοξε τοὺς ὑπεναντίους. [5]

  [1] ὁ μὲν οὖν Ῥοδίων πρὸς Βυζαντίους πόλεμος διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν. οἱ δὲ Βυζάντιοι τὸ μὲν πρῶτον ἐρρωμένως ἐπολέμουν, πεπεισμένοι τὸν μὲν Ἀχαιὸν σφίσι βοηθεῖν, αὐτοὶ δὲ τὸν Τιβοίτην ἐκ τῆς Μακεδονίας ἐπαγαγόντες ἀντιπεριστήσειν τῷ Προυσίᾳ φόβους καὶ κινδύνους, [2] ὃς κατὰ τὴν προειρημένην ὁρμὴν πολεμῶν παρείλετο μὲν αὐτῶν τὸ καλούμενον ἐπὶ τοῦ στόματος Ἱερόν, [3] ὃ Βυζάντιοι μικροῖς ἀνώτερον χρόνοις μεγάλων ὠνησάμενοι χρημάτων ἐσφετερίσαντο διὰ τὴν εὐκαιρίαν τοῦ τόπου, βουλόμενοι μηδεμίαν ἀφορμὴν μηδενὶ καταλιπεῖν μήτε κατὰ τῶν εἰς τὸν Πόντον πλεόντων ἐμπόρων μήτε περὶ τοὺς δούλους καὶ τὰς ἐξ αὐτῆς τῆς θαλάττης ἐργασίας, [4] παρείλετο δὲ καὶ τὴν ἐπὶ τῆς Ἀσίας χώραν, ἣν κατεῖχον Βυζάντιοι τῆς Μυσίας πολλοὺς ἤδη χρόνους. [5] οἱ δὲ Ῥόδιοι πληρώσαντες ναῦς ἕξ, ἅμα δὲ ταύταις παρὰ τῶν συμμάχων προσλαβόντες τέτταρας, καὶ ναύαρχον προχειρισάμενοι Ξενόφαντον, ἔπλεον ἐφ᾽ Ἑλλησπόντου δέκα ναυσί. [6] καὶ ταῖς μὲν λοιπαῖς ὁρμοῦντες περὶ Σηστὸν ἐκώλυον τοὺς πλέοντας εἰς τὸν Πόντον, μιᾷ δ᾽ ἐκπλεύσας ὁ ναύαρχος κατεπείραζε τῶν Βυζαντίων, εἴ πως ἤδη μεταμελοῖντο καταπεπληγμένοι τὸν πόλεμον. [7] τῶν δ᾽ οὐ προσεχόντων ἀπέπλευσε καὶ παραλαβὼν τὰς λοιπὰς ναῦς ἀπῆρε πάσαις εἰς τὴν Ῥόδον. [8] οἱ δὲ Βυζάντιοι πρός τε τὸν Ἀχαιὸν ἔπεμπον, ἀξιοῦντες βοηθεῖν, ἐπί τε τὸν Τιβοίτην ἐξαπέστελλον τοὺς ἄξοντας αὐτὸν ἐκ τῆς Μακεδονίας: [9] ἐδόκει γὰρ οὐχ ἧττον ἡ Βιθυνῶν ἀρχὴ Τιβοίτῃ καθήκειν ἢ Προυσίᾳ διὰ τὸ πατρὸς ἀδελφὸν [10] αὐτὸν ὑπάρχειν τῷ Προυσίᾳ οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν τῶν Βυζαντίων ὑπόστασιν, πραγματικῶς διενοήθησαν πρὸς τὸ καθικέσθαι τῆς προθέ

  [1] σεως. ὁρῶντες γὰρ τὸ συνέχον τοῖς Βυζαντίοις τῆς ὑπομονῆς τοῦ πολέμου κείμενον ἐν ταῖς κατὰ τὸν Ἀχαιὸν ἐλπίσι, θεωροῦντες δὲ τὸν πατέρα τὸν Ἀχαιοῦ κατεχόμενον ἐν Ἀλεξανδρείᾳ, τὸν δ᾽ Ἀχαιὸν περὶ πλείστου ποιούμενον τὴν τοῦ πατρὸς σωτηρίαν, ἐπεβάλοντο πρεσβεύειν πρὸς τὸν Πτολεμαῖον καὶ παραιτεῖσθαι τὸν Ἀνδρόμαχον, [2] καὶ πρότερον μὲν ἐκ παρέργου τοῦτο πεποιηκότες, τότε δ᾽ ἀληθινῶς σπεύδοντες ὑπὲρ τοῦ πράγματος, ἵνα προσενεγκάμενοι πρὸς τὸν Ἀχαιὸν τὴν χάριν ταύτην ὑπόχρεων αὐτὸν ποιήσωνται πρὸς πᾶν τὸ παρακαλούμενον. [3] ὁ δὲ Πτολεμαῖος, παραγενομένων τῶν πρέσβεων, ἐβουλεύετο μὲν παρακατέχειν τὸν Ἀνδρόμαχον, ἐλπίζων αὐτῷ χρήσεσθαι πρὸς καιρόν, διὰ τὸ τά τε πρὸς τὸν Ἀντίοχον ἄκριτα μένειν αὐτῷ, καὶ τὸ τὸν Ἀχαιὸν ἀναδεδειχότα προσφάτως αὑτὸν βασιλέα πραγμάτων εἶναι κύριον ἱκανῶν τινων: [4] ἦν γὰρ Ἀνδρόμαχος Ἀχαιοῦ μὲν πατήρ, ἀδελφὸς δὲ Λαοδίκης τῆς Σελεύκου γυναικός. [5] οὐ μὴν ἀλλὰ προσκλίνων τοῖς Ῥοδίοις ὁ Πτολεμαῖος κατὰ τὴν ὅλην αἵρεσιν, καὶ πάντα σπεύδων χαρίζεσθαι, συνεχώρησε καὶ παρέδωκε τὸν Ἀνδρόμαχον αὐτοῖς ἀποκομίζειν ὡς τὸν υἱόν. [6] οἱ δ᾽ ἐπιτελεσάμενοι τοῦτο, καὶ προσεπιμετρήσαντες τοῖς περὶ τὸν Ἀχαιὸν τιμάς τινας, παρείλαντο τὴν ὁλοσχερεστάτην ἐλπίδα τῶν Βυζαντίων. [7] συνεκύρησε δέ τι καὶ ἕτερον τοῖς Βυζαντίοις ἄτοπον: ὁ γὰρ Τιβοίτης, καταγόμενος ἐκ τῆς Μακεδονίας, ἔσφηλε τὰς ἐπιβολὰς αὐτῶν, μεταλλάξας τὸν βίον. [8] οὗ συμβάντος οἱ μὲν Βυζάντιοι ταῖς ὁρμαῖς ἀνέπεσον, ὁ δὲ Προυσίας ἐπιρρωσθεὶς ταῖς πρὸς τὸν πόλεμον ἐλπίσιν, ἅμα μὲν αὐτὸς ἀπὸ τῶν κατ᾽ Ἀσίαν μερῶν ἐπολέμει καὶ προσέκειτο τοῖς πράγμασιν ἐνεργῶς, ἅμα δὲ τοὺς Θρᾷκας μισθωσάμενος οὐκ εἴα τὰς πύλας ἐξιέναι τοὺς Βυζαντίους ἀπὸ τῶν κατὰ τὴν Εὐρώπην μερῶν. [9] οἱ δὲ Βυζάντιοι τῶν σφετέρων ἐλπίδων ἐψευσμένοι, τῷ πολέμῳ πονοῦντες πανταχόθεν, ἐξαγωγὴν περιέβλεπον εὐ

  [1] σχήμονα τῶν πραγμάτων. Καυάρου δὲ τοῦ τῶν Γαλατῶν βασιλέως παραγενομένου πρὸς τὸ Βυζάντιον, καὶ σπουδάζοντος διαλῦσαι τὸν πόλεμον καὶ διέχοντος τὰς χεῖρας φιλοτίμως, συνεχώρησαν τοῖς παρακαλουμένοις ὅ τε Προυσίας οἵ τε Βυζάντιοι. [2] πυθόμενοι δ᾽ οἱ Ῥόδιοι τήν τε τοῦ Καυάρου σπουδὴν καὶ τὴν ἐντροπὴν τοῦ Προυσίου, σπουδάζοντες δὲ καὶ τὴν αὑτῶν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν, [3] πρεσβευτὴν μὲν Ἀριδίκην προεχειρίσαντο πρὸς τοὺς Βυζαντίους, Πολεμοκλῆ δὲ τρεῖς ἔχοντα τριήρεις ὁμοῦ συναπέστειλαν, [4] βουλόμενοι τὸ δὴ λεγόμενον καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα πέμπειν πρὸς τοὺς Βυζαντίους. ἐπιφανέντων δὲ τούτων, ἐγένοντο διαλύσεις
ἐπὶ Κώθωνος τοῦ Καλλιγείτονος ἱερομνημονοῦντος ἐν τῷ Βυζαντίῳ, [5] πρὸς μὲν Ῥοδίους ἁπλαῖ, Βυζαντίους μὲν μηδένα πράττειν τὸ διαγώγιον τῶν εἰς τὸν Πόντον πλεόντων, Ῥοδίους δὲ καὶ τοὺς συμμάχους τούτου γενομένου τὴν εἰρήνην ἄγειν πρὸς Βυζαντίους: [6] πρὸς δὲ Προυσίαν τοιαίδε τινές, εἶναι Προυσίᾳ καὶ Βυζαντίοις εἰρήνην καὶ φιλίαν εἰς τὸν ἅπαντα χρόνον, μὴ στρατεύειν δὲ μήτε Βυζαντίους ἐπὶ Προυσίαν τρόπῳ μηδενὶ μήτε Προυσίαν ἐπὶ Βυζαντίους: [7] ἀποδοῦναι δὲ Προυσίαν Βυζαντίοις τάς τε χώρας καὶ τὰ φρούρια καὶ τοὺς λαοὺς καὶ τὰ πολεμικὰ σώματα χωρὶς λύτρων, πρὸς δὲ τούτοις τὰ πλοῖα τὰ κατ᾽ ἀρχὰς ληφθέντα τοῦ πολέμου καὶ τὰ βέλη τὰ καταληφθέντ᾽ ἐν τοῖς ἐρύμασιν, ὁμοίως δὲ καὶ τὰ ξύλα καὶ τὴν λιθίαν καὶ τὸν κέραμον τὸν ἐκ τοῦ Ἱεροῦ χωρίου — [8] ὁ γὰρ Προυσίας, ἀγωνιῶν τὴν τοῦ Τιβοίτου κάθοδον, πάντα καθεῖλε τὰ δοκοῦντα τῶν φρουρίων εὐκαίρως πρός τι κεῖσθαι — [9] ἐπαναγκάσαι δὲ Προυσίαν καὶ ὅσα τινὲς τῶν Βιθυνῶν εἶχον ἐκ τῆς Μυσίας χώρας τῆς ὑπὸ Βυζαντίους ταττομένης ἀποδοῦναι τοῖς γεωργοῖς. [10]

 

‹ Prev