by Polybius
[1] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν. [2] ὁ δὲ Μίκκος ὁ Δυμαῖος, ὅσπερ ἐτύγχανε κατ᾽ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυμαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις. [3] ἐνεργότερον δ᾽ ἐπικείμενος τοῖς φεύγουσιν ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν: τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ διακοσίους τῶν πεζῶν. [4] ὁ μὲν οὖν Εὐριπίδας, ποιήσας τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, μετ᾽ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον τὸ καλούμενον Τεῖχος: [5] ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατ᾽ αὐτῶν.
[1] οἱ δὲ Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, ἠλαττωμένοι μὲν περὶ τὴν βοήθειαν, δεδιότες δὲ τὸ μέλλον ἐκ τῆς τοῦ φρουρίου καταλήψεως, τὸ μὲν πρῶτον ἔπεμπον ἀγγέλους πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν, δηλοῦντες τὰ γεγονότα καὶ δεόμενοι σφίσι βοηθεῖν: μετὰ δὲ ταῦτα πρεσβευτὰς ἐξαπέστελλον τοὺς περὶ τῶν αὐτῶν ἀξιώσοντας. [2] ὁ δ᾽ Ἄρατος οὔτε τὸ ξενικὸν ἐδύνατο συστήσασθαι διὰ τὸ κατὰ τὸν Κλεομενικὸν πόλεμον ἐλλελοιπέναι τινὰ τῶν ὀψωνίων τοὺς Ἀχαιοὺς τοῖς μισθοφόροις, καθόλου τε ταῖς ἐπιβολαῖς καὶ συλλήβδην πᾶσι τοῖς τοῦ πολέμου πράγμασιν ἀτόλμως ἐχρῆτο καὶ νωθρῶς. [3] διόπερ ὅ τε Λυκοῦργος εἷλε τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον, ὅ τ᾽ Εὐριπίδας ἑξῆς τοῖς εἰρημένοις Γόρτυναν τῆς Τελφουσίας. [4] οἵ τε Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, δυσελπιστήσαντες ἐπὶ ταῖς τοῦ στρατηγοῦ βοηθείαις, συνεφρόνησαν ἀλλήλοις εἰς τὸ τὰς μὲν κοινὰς εἰσφορὰς τοῖς Ἀχαιοῖς μὴ τελεῖν, [5] ἰδίᾳ δὲ συστήσασθαι μισθοφόρους, πεζοὺς μὲν τριακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ διὰ τούτων ἀσφαλίζεσθαι τὴν χώραν. [6] τοῦτο δὲ πράξαντες ὑπὲρ μὲν τῶν καθ᾽ αὑτοὺς πραγμάτων ἐνδεχομένως ἔδοξαν βεβουλεῦσθαι, περὶ δὲ τῶν κοινῶν τἀναντία: πονηρᾶς γὰρ ἐφόδου καὶ προφάσεως τοῖς βουλομένοις διαλύειν τὸ ἔθνος ἐδόκουν ἀρχηγοὶ καὶ καθηγεμόνες γεγονέναι. [7] ταύτης δὲ τῆς πράξεως τὸ μὲν πλεῖστον τῆς αἰτίας ἐπὶ τὸν στρατηγὸν ἄν τις ἀναφέροι δικαίως τὸν ὀλιγωροῦντα καὶ καταμέλλοντα καὶ προϊέμενον ἀεὶ τοὺς δεομένους. [8] πᾶς γὰρ ὁ κινδυνεύων, ἕως μὲν ἄν τινος ἐλπίδος ἀντέχηται παρὰ τῶν οἰκείων καὶ συμμάχων, προσανέχειν φιλεῖ ταύταις: ὅταν δὲ δυσχρηστῶν ἀπογνῷ, τότ᾽ ἤδη βοηθεῖν ἀναγκάζεθ᾽ αὑτῷ κατὰ δύναμιν. [9] διὸ καὶ Τριταιεῦσι καὶ Φαραιεῦσι καὶ Δυμαίοις, ὅτι μὲν ἰδίᾳ συνεστήσαντο μισθοφόρους, καταμέλλοντος τοῦ τῶν Ἀχαιῶν ἡγεμόνος, οὐκ ἐγκλητέον: ὅτι δὲ τὰς εἰς τὸ κοινὸν εἰσφορὰς ἀπεῖπαν, μεμψιμοιρητέον. [10] ἐχρῆν γὰρ τὴν μὲν ἰδίαν χρείαν μὴ παραλιπεῖν, εὐκαιροῦντάς γε δὴ καὶ δυναμένους, τὰ δὲ πρὸς τὴν κοινὴν πολιτείαν δίκαια συντηρεῖν, ἄλλως τε δὴ καὶ κομιδῆς ὑπαρχούσης ἀδιαπτώτου κατὰ τοὺς κοινοὺς νόμους, τὸ δὲ μέγιστον, γεγονότας ἀρχηγοὺς τοῦ τῶν Ἀχαιῶν συστήματος.
[1] τὰ μὲν οὖν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν. ὁ δὲ βασιλεὺς Φίλιππος διελθὼν τὴν Θετταλίαν παρῆν εἰς Ἤπειρον. [2] ἀναλαβὼν δὲ τοὺς Ἠπειρώτας ἅμα τοῖς Μακεδόσι πανδημεὶ καὶ τοὺς ἐξ Ἀχαΐας αὐτῷ συνηντηκότας σφενδονήτας τριακοσίους, ἔτι δὲ τοὺς παρὰ Πολυρρηνίων ἀπεσταλμένους Κρῆτας πεντακοσίους, προῆγε, καὶ διελθὼν τὴν Ἤπειρον παρῆν εἰς τὴν τῶν Ἀμβρακιωτῶν χώραν. [3] εἰ μὲν οὖν ἐξ ἐφόδου κατὰ τὸ συνεχὲς ἐνέβαλεν εἰς τὴν μεσόγαιαν τὴν Αἰτωλίας, ἄφνω καὶ παραδόξως ἐπιπεσὼν δυνάμει βαρείᾳ τοῖς ὅλοις πράγμασιν ἐπιτεθείκει τέλος: [4] νῦν δὲ πεισθεὶς τοῖς Ἠπειρώταις πρῶτον ἐκπολιορκῆσαι τὸν Ἄμβρακον, ἔδωκε τοῖς Αἰτωλοῖς ἀναστροφὴν εἰς τὸ καὶ στῆναι καὶ προνοηθῆναί τι καὶ παρασκευάσασθαι πρὸς τὸ μέλλον. [5] οἱ γὰρ Ἠπειρῶται, τὸ σφέτερον ἀναγκαιότερον τιθέμενοι τοῦ κοινοῦ τῶν συμμάχων, καὶ μεγάλως σπουδάζοντες ὑφ᾽ αὑτοὺς ποιήσασθαι τὸν Ἄμβρακον, ἐδέοντο τοῦ Φιλίππου ποιήσασθαι πολιορκίαν περὶ τὸ χωρίον καὶ τοῦτο πρότερον ἐξελεῖν, [6] περὶ πλείστου ποιούμενοι τὸ κομίσασθαι τὴν Ἀμβρακίαν παρὰ τῶν Αἰτωλῶν, τοῦτο δὲ γενέσθαι μόνως ἂν ἐλπίζοντες, εἰ τοῦ προειρημένου τόπου κυριεύσαντες ἐπικαθίσαιεν τῇ πόλει. [7] ὁ γὰρ Ἄμβρακος ἔστι μὲν χωρίον εὖ κατεσκευασμένον καὶ προτειχίσμασι καὶ τείχει, κεῖται δ᾽ ἐν λίμναις, μίαν ἀπὸ τῆς χώρας στενὴν καὶ χωστὴν ἔχον πρόσοδον, ἐπίκειται δ᾽ εὐκαίρως τῇ τε χώρᾳ τῶν Ἀμβρακιωτῶν καὶ τῇ πόλει. [8]
[1] Φίλιππος μὲν οὖν πεισθεὶς Ἠπειρώταις καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἄμβρακον, ἐγίνετο περὶ τὴν παρασκευὴν τῶν πρὸς τὴν πολιορκίαν. Σκόπας δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀναλαβὼν τοὺς Αἰτωλοὺς πανδημεί, καὶ ποιησάμενος τὴν πορείαν διὰ Θετταλίας, ἐνέ�
�αλεν εἰς Μακεδονίαν, καὶ τόν τε σῖτον ἐπιπορευόμενος τὸν κατὰ τὴν Πιερίαν ἔφθειρε καὶ λείας περιβαλόμενος πλῆθος ἐπανῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸ Δῖον. [2] ἐκλιπόντων δὲ τῶν κατοικούντων τὸν τόπον, εἰσελθὼν τὰ τείχη κατέσκαψε καὶ τὰς οἰκίας καὶ τὸ γυμνάσιον, πρὸς δὲ τούτοις ἐνέπρησε τὰς στοὰς τὰς περὶ τὸ τέμενος καὶ τὰ λοιπὰ διέφθειρε τῶν ἀναθημάτων, ὅσα πρὸς κόσμον ἢ χρείαν ὑπῆρχε τοῖς εἰς τὰς πανηγύρεις συμπορευομένοις: ἀνέτρεψε δὲ καὶ τὰς εἰκόνας τῶν βασιλέων ἁπάσας. [3] οὗτος μὲν οὖν εὐθέως κατὰ τὴν ἔνστασιν τοῦ πολέμου καὶ τὴν πρώτην πρᾶξιν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς θεοῖς πόλεμον ἐξενηνοχώς, ἐπανῄει. [4] καὶ παραγενόμενος εἰς Αἰτωλίαν, οὐχ ὡς ἠσεβηκώς, ἀλλ᾽ ὡς ἀγαθὸς ἀνὴρ εἰς τὰ κοινὰ πράγματα γεγονώς, ἐτιμᾶτο καὶ περιεβλέπετο, πλήρεις ἐλπίδων κενῶν καὶ φρονήματος ἀλόγου πεποιηκὼς τοὺς Αἰτωλούς: [5] ἔσχον γὰρ ἐκ τούτων διάληψιν ὡς τῆς μὲν Αἰτωλίας οὐδ᾽ ἐγγίζειν τολμήσοντος οὐδενός, αὐτοὶ δὲ πορθήσοντες ἀδεῶς οὐ μόνον τὴν Πελοπόννησον, καθάπερ ἔθος ἦν αὐτοῖς, ἀλλὰ καὶ τὴν Θετταλίαν καὶ τὴν Μακε
[1] δονίαν. Φίλιππος δὲ τὰ περὶ τὴν Μακεδονίαν ἀκούσας, καὶ παραχρῆμα τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ φιλονεικίας τἀπίχειρα κεκομισμένος, ἐπολιόρκει τὸν Ἄμβρακον. [2] χρησάμενος δὲ τοῖς τε χώμασιν ἐνεργῶς καὶ τῇ λοιπῇ παρασκευῇ ταχέως κατεπλήξατο τοὺς ἐνόντας, καὶ παρέλαβε τὸ χωρίον ἐν ἡμέραις τετταράκοντα ταῖς πάσαις. [3] ἀφεὶς δὲ τοὺς φυλάττοντας ὑποσπόνδους, ὄντας εἰς πεντακοσίους Αἰτωλῶν, τὴν μὲν τῶν Ἠπειρωτῶν ἐπιθυμίαν ἐπλήρωσε, παραδοὺς τὸν Ἄμβρακον, [4] αὐτὸς δ᾽ ἀναλαβὼν τὴν δύναμιν προῆγε παρὰ Χαράδραν, σπεύδων διαβῆναι τὸν Ἀμβρακικὸν καλούμενον κόλπον, οὗ στενώτατόν ἐστι, κατὰ τὸ τῶν Ἀκαρνάνων ἱερὸν καλούμενον Ἄκτιον. [5] ὁ γὰρ προειρημένος κόλπος ἐκπίπτει μὲν ἐκ τοῦ Σικελικοῦ πελάγους μεταξὺ τῆς Ἠπείρου καὶ τῆς Ἀκαρνανίας στενῷ παντελῶς στόματι — λείπει γὰρ τῶν πέντε σταδίων — [6] προβαίνων δ᾽ εἰς τὴν μεσόγαιαν κατὰ μὲν τὸ πλάτος ἐφ᾽ ἑκατὸν στάδια κεῖται, κατὰ δὲ τὸ μῆκος ἀπὸ τοῦ πελάγους προπίπτει περὶ τριακόσια στάδια: διορίζει δὲ τὴν Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, ἔχων τὴν μὲν Ἤπειρον ἀπὸ τῶν ἄρκτων, τὴν δ᾽ Ἀκαρνανίαν ἀπὸ μεσημβρίας. [7] περαιώσας δὲ κατὰ τὸ προειρημένον στόμα τὴν δύναμιν, καὶ διελθὼν τὴν Ἀκαρνανίαν, ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοιτίας, συμπαρειληφὼς Ἀκαρνάνων πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους. [8] περιστρατοπεδεύσας δὲ τὴν προειρημένην πόλιν, καὶ προσβολὰς ἐνεργοὺς καὶ καταπληκτικὰς ἐπὶ δύ᾽ ἡμέρας ποιησάμενος, παρέλαβε καθ᾽ ὁμολογίαν, ἀφεὶς ὑποσπόνδους τοὺς ἐνόντας τῶν Αἰτωλῶν. [9] τῆς δ᾽ ἐπιούσης νυκτός, ὡς ἔτι μενούσης ἀναλώτου τῆς πόλεως, ἧκον βοηθοῦντες πεντακόσιοι τῶν Αἰτωλῶν: ὧν τὴν παρουσίαν προαισθανόμενος ὁ βασιλεύς, καθεὶς ἐπί τινας τόπους εὐκαίρους ἐνέδρας, τοὺς μὲν πλείους αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ὑποχειρίους ἔλαβε, πλὴν τελέως ὀλίγων. [10] μετὰ δὲ ταῦτα σιτομετρήσας εἰς τριάκονθ᾽ ἡμέρας τὴν δύναμιν ἐκ τοῦ περικαταληφθέντος σίτου — πολὺ γὰρ πλῆθος ἐν ταῖς Φοιτίαις εὑρέθη συνηθροισμένον — προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Στρατικήν. [11] ἀποσχὼν δὲ τῆς πόλεως περὶ δέκα στάδια κατεστρατοπέδευσε περὶ τὸν Ἀχελῷον ποταμόν, ὁρμώμενος δ᾽ ἐντεῦθεν ἀδεῶς ἐπόρθει τὴν χώραν, οὐδενὸς ἐπεξιέναι τολμῶντος τῶν ὑπεναντίων.
[1] οἱ δ᾽ Ἀχαιοὶ κατὰ τοὺς καιροὺς τούτους πιεζόμενοι τῷ πολέμῳ, τὸν δὲ βασιλέα πυνθανόμενοι σύνεγγυς εἶναι, πέμπουσι πρέσβεις, ἀξιοῦντες βοηθεῖν. [2] οἳ καὶ συμμίξαντες ἔτι περὶ Στράτον ὄντι τῷ Φιλίππῳ τά τε λοιπὰ διελέγοντο κατὰ τὰς ἐντολάς, καὶ τὰς ὠφελείας ὑποδεικνύντες τῷ στρατοπέδῳ τὰς ἐκ τῆς πολεμίας ἔπειθον αὐτὸν διαβάντα τὸ Ῥίον ἐμβαλεῖν εἰς τὴν Ἠλείαν. [3] ὧν ὁ βασιλεὺς διακούσας τοὺς μὲν πρεσβευτὰς παρακατέσχε, φήσας βουλεύσασθαι περὶ τῶν παρακαλουμένων, αὐτὸς δ᾽ ἀναζεύξας προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μητροπόλεως καὶ Κωνώπης. [4] οἱ δ᾽ Αἰτωλοὶ τὴν μὲν ἄκραν τῆς Μητροπόλεως κατεῖχον, τὴν δὲ πόλιν ἐξέλιπον. ὁ δὲ Φίλιππος ἐμπρήσας τὴν Μητρόπολιν προῄει κατὰ τὸ συνεχὲς ἐπὶ τὴν Κωνώπην. [5] τῶν δ᾽ Αἰτωλῶν ἱππέων ἁθροισθέντων καὶ τολμησάντων ἀπαντᾶν πρὸς τὴν τοῦ ποταμοῦ διάβασιν, ἣ κεῖται πρὸ τῆς πόλεως εἴκοσι στάδια διέχουσα, καὶ πεπεισμένων ἢ κωλύειν τελείως ἢ κακοποιήσειν πολλὰ τοὺς Μακεδόνας περὶ τὴν ἔκβασιν, [6] συννοήσας αὐτῶν τὴν ἐπιβολὴν ὁ βασιλεὺς παρήγγειλε τοῖς πελτασταῖς πρώτοις ἐμβαλεῖν εἰς τὸν ποταμὸν καὶ ποιεῖσθαι τὴν ἔκβασιν ἁθρόους κατὰ τάγμα συνησπικότας. [7] τῶν δὲ πειθαρχούντων, ἅμα τῷ τὴν πρώτην διαβῆναι σημαίαν βραχέα ταύτης καταπειράσαντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς, ἐν τῷ ταύτην τε μεῖναι συνασπίσασαν καὶ τὴν δευτέραν καὶ τρίτην διαβαινούσας συμφράττειν τοῖς ὅπλοις πρὸς τὴν ὑφεστῶσαν, ἀπραγοῦντες καὶ δυσχρήστως ἀπαλλάττοντες ἀπεχώρουν πρὸς τὴν πόλιν. [8] καὶ τὸ λοιπὸν ἤδη τὸ μὲν τῶν Αἰτωλῶν φρόνημα συμπεφευγὸς εἰς τὰς πόλεις �
��γε τὴν ἡσυχίαν. [9] ὁ δὲ Φίλιππος ἐπιδιαβὰς τῷ στρατεύματι, καὶ πορθήσας ἀδεῶς καὶ ταύτην τὴν χώραν προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Ἰθωρίαν: τοῦτο δ᾽ ἔστι χωρίον, ὃ κεῖται μὲν ἐπὶ τῆς παρόδου κυρίως, ὀχυρότητι δὲ φυσικῇ καὶ χειροποιήτῳ διαφέρει. [10] συνεγγίζοντος δ᾽ αὐτοῦ, καταπλαγέντες οἱ φυλάττοντες ἐξέλιπον τὸν τόπον: ὁ δὲ βασιλεὺς τοῦ τόπου κυριεύσας εἰς ἔδαφος καθεῖλε. [11] παραπλησίως δὲ καὶ τοὺς λοιποὺς πύργους τοὺς κατὰ τὴν χώραν ἐπέταξε τοῖς προνομεύουσι
[1] καταφέρειν. διελθὼν δὲ τὰ στενὰ τὸ λοιπὸν ἤδη βάδην καὶ πραεῖαν ἐποιεῖτο τὴν πορείαν, ἀναστροφὴν διδοὺς τῇ δυνάμει πρὸς τὰς ἀπὸ τῆς χώρας ὠφελείας. [2] γέμοντος δὲ τοῦ στρατοπέδου πάντων τῶν ἐπιτηδείων, ἧκε πρὸς τοὺς [Ἀχαιοὺς] Οἰνιάδας. [3] καταστρατοπεδεύσας δὲ πρὸς τὸ Παιάνιον τοῦτο πρῶτον ἐξελεῖν ἔκρινε: ποιησάμενος δὲ προσβολὰς συνεχεῖς εἷλεν αὐτὸ κατὰ κράτος, πόλιν κατὰ μὲν τὸν περίβολον οὐ μεγάλην — ἐλάττων γὰρ ἦν ἑπτὰ σταδίων — κατὰ δὲ τὴν σύμπασαν κατασκευὴν οἰκιῶν καὶ τειχῶν καὶ πύργων οὐδ᾽ ὁποίας ἥττω. [4] ταύτης δὲ τὸ μὲν τεῖχος κατέσκαψε πᾶν εἰς ἔδαφος, τὰς δ᾽ οἰκήσεις διαλύων τὰ ξύλα καὶ τὸν κέραμον εἰς σχεδίας καθήρμοζε καὶ συνεχῶς κατῆγεν αὐτὰς τῷ ποταμῷ μετὰ πολλῆς φιλοτιμίας εἰς τοὺς Οἰνιάδας. [5] οἱ δ᾽ Αἰτωλοὶ τὸ μὲν πρῶτον ἐπεβάλοντο διατηρεῖν τὴν ἄκραν τὴν ἐν τοῖς Οἰνιάδαις, ἀσφαλισάμενοι τείχεσι καὶ τῇ λοιπῇ κατασκευῇ: συνεγγίζοντος δὲ τοῦ Φιλίππου καταπλαγέντες ἐξεχώρησαν. [6] ὁ δὲ βασιλεὺς παραλαβὼν καὶ ταύτην τὴν πόλιν, ἐξ αὐτῆς προελθὼν κατεστρατοπέδευσε τῆς Καλυδωνίας πρός τι χωρίον ὀχυρόν, ὃ καλεῖται μὲν Ἔλαος, ἠσφάλισται δὲ τείχεσι καὶ ταῖς λοιπαῖς παρασκευαῖς διαφερόντως, Ἀττάλου τὴν περὶ αὐτὸ κατασκευὴν ἀναδεξαμένου τοῖς Αἰτωλοῖς. [7] γενόμενοι δὲ καὶ τούτου κύριοι κατὰ κράτος οἱ Μακεδόνες, καὶ πᾶσαν κατασύραντες τὴν Καλυδωνίαν, ἧκον πάλιν εἰς τοὺς Οἰνιάδας. [8] ὁ δὲ Φίλιππος συνθεασάμενος τὴν εὐκαιρίαν τοῦ τόπου, πρός τε τἄλλα καὶ μάλιστα πρὸς τὰς εἰς Πελοπόννησον διαβάσεις, ἐπεβάλετο τειχίζειν τὴν πόλιν. [9] τοὺς γὰρ Οἰνιάδας κεῖσθαι συμβαίνει παρὰ θάλατταν, ἐπὶ τῷ πέρατι τῆς Ἀκαρνανίας τῷ πρὸς Αἰτωλοὺς συνάπτοντι, περὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου. [10] τῆς δὲ Πελοποννήσου τέτακται μὲν ἡ πόλις καταντικρὺ τῆς παραλίας τῆς τῶν Δυμαίων, ἔγγιστα δ᾽ αὐτῆς ὑπάρχει τοῖς κατὰ τὸν Ἄραξον τόποις: ἀπέχει γὰρ οὐ πλεῖον ἑκατὸν σταδίων. εἰς ἃ βλέψας τήν τε ἄκραν καθ᾽ αὑτὴν ἠσφαλίσατο, [11] καὶ τῷ λιμένι καὶ τοῖς νεωρίοις ὁμοῦ τεῖχος περιβαλὼν ἐνεχείρει συνάψαι πρὸς τὴν ἄκραν, χρώμενος πρὸς τὴν οἰκονομίαν ταῖς ἐκ τοῦ Παιανίου παρασκευαῖς.