Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 207
Delphi Complete Works of Polybius Page 207

by Polybius


  [1] δυνον. εἶχον δὲ καὶ τὰς ἡγεμονίας ἕκαστοι τῶν προειρημένων ἀνδρῶν οἰκείας ταῖς ἰδίαις ἐμπειρίαις. [2] Εὐρύλοχος μὲν γὰρ ὁ Μάγνης ἡγεῖτο σχεδὸν ἀνδρῶν τρισχιλίων τοῦ καλουμένου παρὰ τοῖς βασιλεῦσιν ἀγήματος, Σωκράτης δ᾽ ὁ Βοιώτιος πελταστὰς ὑφ᾽ αὑτὸν εἶχε δισχιλίους. [3] ὁ δ᾽ Ἀχαιὸς Φοξίδας καὶ Πτολεμαῖος ὁ Θρασέου, σὺν δὲ τούτοις Ἀνδρόμαχος [ὁ] Ἀσπένδιος, συνεγύμναζον μὲν ἐπὶ ταὐτὸ τὴν φάλαγγα καὶ τοὺς μισθοφόρους Ἕλληνας, [4] ἡγοῦντο δὲ τῆς μὲν φάλαγγος Ἀνδρόμαχος καὶ Πτολεμαῖος, τῶν δὲ μισθοφόρων Φοξίδας, οὔσης τῆς μὲν φάλαγγος εἰς δισμυρίους καὶ πεντακισχιλίους, τῶν δὲ μισθοφόρων εἰς ὀκτακισχιλίους. [5] τοὺς δ᾽ ἱππεῖς τοὺς μὲν περὶ τὴν αὐλήν, ὄντας εἰς ἑπτακοσίους, Πολυκράτης παρεσκεύαζε καὶ τοὺς ἀπὸ Λιβύης, ἔτι δὲ καὶ τοὺς ἐγχωρίους: καὶ τούτων αὐτὸς ἡγεῖτο πάντων, περὶ τρισχιλίους ὄντων τὸν ἀριθμόν. [6] τούς γε μὴν ἀπὸ τῆς Ἑλλάδος καὶ πᾶν τὸ τῶν μισθοφόρων ἱππέων πλῆθος Ἐχεκράτης ὁ Θετταλὸς διαφερόντως ἀσκήσας, ὄντας εἰς δισχιλίους, μεγίστην ἐπ᾽ αὐτοῦ τοῦ κινδύνου παρέσχετο χρείαν. [7] οὐδενὸς δ᾽ ἧττον ἔσπευδε περὶ τοὺς ὑφ᾽ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισχιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφ᾽ ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον. [8] καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρόπον, ἐφ᾽ ὧν ἦν Ἀμμώνιος ὁ Βαρκαῖος. [9] τὸ δὲ τῶν Αἰγυπτίων πλῆθος ἦν μὲν εἰς δισμυρίους φαλαγγίτας, ὑπετάττετο δὲ Σωσιβίῳ. [10] συνήχθη δὲ καὶ Θρᾳκῶν καὶ Γαλατῶν πλῆθος, ἐκ μὲν τῶν κατοίκων καὶ τῶν ἐπιγόνων εἰς τετρακισχιλίους, οἱ δὲ προσφάτως ἐπισυναχθέντες ἦσαν εἰς δισχιλίους, ὧν ἡγεῖτο Διονύσιος ὁ Θρᾷξ. [11]

  [1] ἡ μὲν οὖν Πτολεμαίῳ παρασκευαζομένη δύναμις τῷ τε πλήθει καὶ ταῖς διαφοραῖς τοσαύτη καὶ τοιαύτη τις ἦν. Ἀντίοχος δὲ συνεσταμένος πολιορκίαν περὶ τὴν καλουμένην πόλιν Δῶρα, καὶ περαίνειν οὐδὲν δυνάμενος διά τε τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὰς τῶν περὶ τὸν Νικόλαον παραβοηθείας, [2] συνάπτοντος ἤδη τοῦ χειμῶνος, συνεχώρησε ταῖς παρὰ τοῦ Πτολεμαίου πρεσβείαις ἀνοχάς τε ποιήσασθαι τετραμήνους καὶ περὶ τῶν ὅλων εἰς πάντα συγκαταβήσεσθαι τὰ φιλάνθρωπα. [3] ταῦτα δ᾽ ἔπραττε πλεῖστον μὲν ἀπέχων τῆς ἀληθείας, σπεύδων δὲ μὴ πολὺν χρόνον ἀποσπᾶσθαι τῶν οἰκείων τόπων, ἀλλ᾽ ἐν τῇ Σελευκείᾳ ποιήσασθαι τὴν τῶν δυνάμεων παραχειμασίαν διὰ τὸ προφανῶς τὸν Ἀχαιὸν ἐπιβουλεύειν μὲν τοῖς σφετέροις πράγμασι, συνεργεῖν δὲ τοῖς περὶ τὸν Πτολεμαῖον ὁμολογουμένως. [4] τούτων δὲ συγχωρηθέντων Ἀντίοχος τοὺς μὲν πρεσβευτὰς ἐξέπεμψε, παραγγείλας διασαφεῖν αὐτῷ τὴν ταχίστην τὰ δόξαντα τοῖς περὶ τὸν Πτολεμαῖον καὶ συνάπτειν εἰς Σελεύκειαν: [5] ἀπολιπὼν δὲ φυλακὰς τὰς ἁρμοζούσας ἐν τοῖς τόποις, καὶ παραδοὺς Θεοδότῳ τὴν τῶν ὅλων ἐπιμέλειαν, ἐπανῆλθε: καὶ παραγενόμενος εἰς τὴν Σελεύκειαν διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν. [6] καὶ τὸ λοιπὸν ἤδη τοῦ μὲν γυμνάζειν τοὺς ὄχλους ὠλιγώρει, πεπεισμένος οὐ προσδεήσεσθαι τὰ πράγματα μάχης διὰ τὸ τινῶν μὲν μερῶν Κοίλης Συρίας καὶ Φοινίκης ἤδη κυριεύειν, τοὺς δὲ λοιποὺς ἐλπίζειν ἐξ ἑκόντων καὶ διὰ λόγου παραλήψεσθαι, [7] μὴ τολμώντων τὸ παράπαν τῶν περὶ τὸν Πτολεμαῖον εἰς τὸν περὶ τῶν ὅλων συγκαταβαίνειν κίνδυνον. [8] ταύτην δὲ συνέβαινε τὴν διάληψιν καὶ τοὺς πρεσβευτὰς ἔχειν διὰ τὸ τὰς ἐντεύξεις αὐτοῖς τὸν Σωσίβιον ἐν τῇ Μέμφει προκαθήμενον φιλανθρώπους ποιεῖσθαι, [9] τῶν δὲ κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευῶν μηδέποτε τοὺς διαπεμπομένους πρὸς τὸν Ἀντίοχον ἐᾶν αὐτόπτας γενέσθαι.

  [1] πλὴν καὶ τότε τῶν πρέσβεων ἀφικομένων οἱ μὲν περὶ τὸν Σωσίβιον ἕτοιμοι πρὸς πᾶν, [2] ὁ δ᾽ Ἀντίοχος μεγίστην ἐποιεῖτο σπουδὴν εἰς τὸ καθάπαξ καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις ἐπὶ τῶν ἐντεύξεων καταπεριεῖναι τῶν ἐκ τῆς Ἀλεξανδρείας. [3] ᾗ καὶ παραγενομένων τῶν πρεσβευτῶν εἰς τὴν Σελεύκειαν, καὶ συγκαταβαινόντων εἰς τοὺς κατὰ μέρος ὑπὲρ τῆς διαλύσεως λόγους κατὰ τὰς ὑπὸ τῶν περὶ τὸν Σωσίβιον ἐντολάς, [4] ὁ μὲν βασιλεὺς τὸ μὲν ἄρτι γεγονὸς ἀτύχημα καὶ προφανὲς ἀδίκημα περὶ τῆς ἐνεστώσης καταλήψεως τῶν περὶ Κοίλην Συρίαν τόπων οὐ δεινὸν ἐνόμιζε κατὰ τὰς δικαιολογίας, [5] τὸ δὲ πλεῖστον οὐδ᾽ ἐν ἀδικήματι, κατηριθμεῖτο τὴν πρᾶξιν, ὡς καθηκόντων αὐτῷ τινων ἀντιπεποιημένος, [6] τὴν δὲ πρώτην Ἀντιγόνου τοῦ Μονοφθάλμου κατάληψιν καὶ τὴν Σελεύκου δυναστείαν τῶν τόπων τούτων ἐκείνας ἔφη κυριωτάτας εἶναι καὶ δικαιοτάτας κτήσεις, καθ᾽ ἃς αὐτοῖς, οὐ Πτολεμαίῳ, καθήκειν τὰ κατὰ Κοίλην Συρίαν: [7] καὶ γὰρ Πτολεμαῖον διαπολεμῆσαι πρὸς Ἀντίγονον οὐχ αὑτῷ, Σελεύκῳ δὲ συγκατασκευάζοντα τὴν ἀρχὴν τῶν τόπων τούτων. [8] μάλιστα δὲ τὸ κοινὸν ἐπιέζει πάντων τῶν βασιλέων συγχώρημα, καθ᾽ οὓς καιροὺς Ἀντίγονον νικήσαντες, καὶ βουλευόμενοι κατὰ προαίρεσιν ὁμόσε πάντες, Κάσσανδρος, Λυσίμαχος, Σέλευκος, ἔκριναν Σελεύκου τὴν ὅλην Συρίαν ὑπάρχειν. [9] οἱ δὲ παρὰ τοῦ Πτολεμαίου τἀναντία τούτων ἐπειρῶντο συνιστάνειν: τό τε γὰρ παρὸν ηὖξον ἀδίκημα καὶ δ
εινὸν ἐποίουν τὸ γεγονός, εἰς παρασπόνδημα τὴν Θεοδότου προδοσίαν καὶ τὴν ἔφοδον ἀνάγοντες τὴν Ἀντιόχου, [10] προεφέροντο δὲ καὶ τὰς ἐπὶ Πτολεμαίου τοῦ Λάγου κτήσεις, φάσκοντες ἐπὶ τούτῳ συμπολεμῆσαι Σελεύκῳ Πτολεμαῖον, ἐφ᾽ ᾧ τὴν μὲν ὅλης τῆς Ἀσίας ἀρχὴν Σελεύκῳ περιθεῖναι, τὰ δὲ κατὰ Κοίλην Συρίαν αὑτῷ κατακτήσασθαι καὶ Φοινίκην. [11] ἐλέγετο μὲν οὖν ταῦτα καὶ παραπλήσια τούτοις πλεονάκις ὑπ᾽ ἀμφοτέρων κατὰ τὰς διαπρεσβείας καὶ τὰς ἐντεύξεις, ἐπετελεῖτο δὲ τὸ παράπαν οὐδέν, ἅτε τῆς δικαιολογίας γινομένης διὰ τῶν κοινῶν φίλων, μεταξὺ δὲ μηδενὸς ὑπάρχοντος τοῦ δυνησομένου παρακατασχεῖν καὶ κωλῦσαι τὴν τοῦ δοκοῦντος ἀδικεῖν ὁρμήν. [12] μάλιστα δὲ παρεῖχε δυσχρηστίαν ἀμφοτέροις τὰ περὶ τὸν Ἀχαιόν: Πτολεμαῖος μὲν γὰρ ἐσπούδαζε περιλαβεῖν ταῖς συνθήκαις αὐτόν, [13] Ἀντίοχος δὲ καθάπαξ οὐδὲ λόγον ἠνείχετο περὶ τούτων, δεινὸν ἡγούμενος τὸ καὶ τολμᾶν τὸν Πτολεμαῖον περιστέλλειν τοὺς ἀποστάτας καὶ μνήμην ποιεῖσθαι περί τινος τῶν τοιούτων.

  [1] διόπερ ἐπεὶ πρεσβεύοντες μὲν ἅλις εἶχον ἀμφότεροι, πέρας δ᾽ οὐδὲν ἐγίνετο περὶ τὰς συνθήκας, συνῆπτε δὲ τὰ τῆς ἐαρινῆς ὥρας, Ἀντίοχος μὲν συνῆγε τὰς δυνάμεις, ὡς εἰσβαλῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ καταστρεψόμενος τὰ καταλειπόμενα μέρη τῶν ἐν Κοίλῃ Συρίᾳ πραγμάτων, [2] οἱ δὲ περὶ τὸν Πτολεμαῖον ὁλοσχερέστερον ἐπιτρέψαντες τῷ Νικολάῳ χορηγίας τε παρεῖχον εἰς τοὺς κατὰ Γάζαν τόπους δαψιλεῖς καὶ δυνάμεις ἐξέπεμπον πεζικὰς καὶ ναυτικάς. [3] ὧν προσγενομένων εὐθαρσῶς ὁ Νικόλαος εἰς τὸν πόλεμον ἐνέβαινε, πρὸς πᾶν τὸ παραγγελλόμενον ἑτοίμως αὐτῷ συνεργοῦντος Περιγένους τοῦ ναυάρχου: [4] τοῦτον γὰρ ἐπὶ τῶν ναυτικῶν δυνάμεων ἐξαπέστειλαν οἱ περὶ τὸν Πτολεμαῖον, ἔχοντα καταφράκτους μὲν ναῦς τριάκοντα, φορτηγοὺς δὲ πλείους τῶν τετρακοσίων. [5] Νικόλαος δὲ τὸ μὲν γένος ὑπῆρχεν Αἰτωλός, τριβὴν δὲ καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς οὐδενὸς εἶχεν ἐλάττω τῶν παρὰ Πτολεμαίῳ στρατευομένων. [6] προκαταλαβόμενος δὲ μέρει μέν τινι τὰ κατὰ Πλάτανον στενά, τῇ δὲ λοιπῇ δυνάμει, μεθ᾽ ἧς αὐτὸς ἦν, τὰ περὶ Πορφυρεῶνα πόλιν, ταύτῃ παρεφύλαττε τὴν εἰσβολὴν τοῦ βασιλέως, ὁμοῦ συνορμούσης αὐτῷ καὶ τῆς ναυτικῆς δυνάμεως. [7] Ἀντίοχος δὲ παρελθὼν εἰς Μάραθον, καὶ παραγενομένων πρὸς αὐτὸν Ἀραδίων ὑπὲρ συμμαχίας, οὐ μόνον προσεδέξατο τὴν συμμαχίαν, ἀλλὰ καὶ τὴν διαφορὰν τὴν προϋπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους κατέπαυσε, διαλύσας τοὺς ἐν τῇ νήσῳ πρὸς τοὺς τὴν ἤπειρον κατοικοῦντας τῶν Ἀραδίων. [8] μετὰ δὲ ταῦτα ποιησάμενος τὴν εἰσβολὴν κατὰ τὸ καλούμενον Θεοῦ πρόσωπον ἧκε πρὸς Βηρυτόν, Βότρυν μὲν ἐν τῇ παρόδῳ καταλαβόμενος, Τριήρη δὲ καὶ Κάλαμον ἐμπρήσας. [9] ἐντεῦθεν δὲ Νίκαρχον μὲν καὶ Θεόδοτον προαπέστειλε, συντάξας προκαταλαβέσθαι τὰς δυσχωρίας περὶ τὸν Λύκον καλούμενον ποταμόν: αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν προῆλθε καὶ κατεστρατοπέδευσε περὶ τὸν Δαμούραν ποταμόν, συμπαραπλέοντος ἅμα καὶ Διογνήτου τοῦ ναυάρχου. [10] παραλαβὼν δὲ πάλιν ἐντεῦθεν τούς τε περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον τοὺς ἐκ τῆς δυνάμεως εὐζώνους, ὥρμησε κατασκεψόμενος τὰς προκατεχομένας ὑπὸ τῶν περὶ τὸν Νικόλαον δυσχωρίας. [11] συνθεωρήσας δὲ τὰς τῶν τόπων ἰδιότητας, τότε μὲν ἀνεχώρησε πρὸς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν, καταλιπὼν αὐτοῦ τὰ βαρέα τῶν ὅπλων καὶ Νίκαρχον ἐπὶ τούτων, προῆγε μετὰ τῆς λοιπῆς δυ

  [1] νάμεως ἐπὶ τὴν προκειμένην χρείαν. τῆς δὲ κατὰ τὸν Λίβανον παρωρείας κατὰ τοὺς τόπους τούτους συγκλειούσης τὴν παραλίαν εἰς στενὸν καὶ βραχὺν τόπον, συμβαίνει καὶ τοῦτον αὐτὸν ῥάχει δυσβάτῳ καὶ τραχείᾳ διεζῶσθαι, στενὴν δὲ καὶ δυσχερῆ παρ᾽ αὐτὴν τὴν θάλατταν ἀπολειπούσῃ πάροδον. [2] ἐφ᾽ ᾗ τότε Νικόλαος παρεμβεβληκώς, καὶ τοὺς μὲν τῷ τῶν ἀνδρῶν πλήθει προκατειληφὼς τόπους, τοὺς δὲ ταῖς χειροποιήτοις κατασκευαῖς διησφαλισμένος, ῥᾳδίως ἐπέπειστο κωλύσειν τῆς εἰσόδου τὸν Ἀντίοχον. [3] ὁ δὲ βασιλεὺς διελὼν εἰς τρία μέρη τὴν δύναμιν τὸ μὲν ἓν Θεοδότῳ παρέδωκε, προστάξας συμπλέκεσθαι καὶ βιάζεσθαι παρ᾽ αὐτὴν τὴν παρώρειαν τοῦ Λιβάνου, [4] τὸ δ᾽ ἕτερον Μενεδήμῳ, διὰ πλειόνων ἐντειλάμενος κατὰ μέσην πειράζειν τὴν ῥάχιν: [5] τὸ δὲ τρίτον πρὸς θάλατταν ἀπένειμε, Διοκλέα τὸν στρατηγὸν τῆς Παραποταμίας ἡγεμόνα συστήσας. [6] αὐτὸς δὲ μετὰ τῆς θεραπείας εἶχε τὸν μέσον τόπον, πάντα βουλόμενος ἐποπτεύειν καὶ παντὶ τῷ δεομένῳ παραβοηθεῖν. [7] ἅμα δὲ τούτοις ἐξηρτυμένοι παρενέβαλον εἰς ναυμαχίαν οἱ περὶ τὸν Διόγνητον καὶ Περιγένην, συνάπτοντες κατὰ τὸ δυνατὸν τῇ γῇ καὶ πειρώμενοι ποιεῖν ὡς ἂν εἰ μίαν ἐπιφάνειαν τῆς πεζομαχίας καὶ ναυμαχίας. [8] πάντων δὲ ποιησαμένων ἀφ᾽ ἑνὸς σημείου καὶ παραγγέλματος ἑνὸς τὰς προσβολάς, ἡ μὲν ναυμαχία πάρισον εἶχε τὸν κίνδυνον διὰ τὸ καὶ τῷ πλήθει καὶ ταῖς παρασκευαῖς παραπλήσιον εἶναι τὸ παρ᾽ ἀμφοῖν ναυτικόν, [9] τῶν δὲ πεζῶν τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ τοῦ Νικολάου, συγχρώμενοι ταῖς τῶν τόπων ὀχυρότησι, ταχὺ δὲ τῶν περὶ τὸν Θεόδοτον ἐκβιασαμένων τοὺς ἐπὶ �
�ῇ παρωρείᾳ, κἄπειτα ποιουμένων ἐξ ὑπερδεξίου τὴν ἔφοδον, τραπέντες οἱ περὶ τὸν Νικόλαον ἔφευγον προτροπάδην ἅπαντες. [10] κατὰ δὲ τὴν φυγὴν ἔπεσον μὲν αὐτῶν εἰς δισχιλίους, ζωγρίᾳ δ᾽ ἑάλωσαν οὐκ ἐλάττους τούτων: οἱ δὲ λοιποὶ πάντες ἀπεχώρησαν ἐπὶ Σιδῶνος. [11] ὁ δὲ Περιγένης, ἐπικυδέστερος ὢν ταῖς ἐλπίσι κατὰ τὴν ναυμαχίαν, συνθεωρήσας τὸ κατὰ τοὺς πεζοὺς ἐλάττωμα καὶ διατραπείς, ἀσφαλῶς ἐποιήσατο τὴν ἀποχώρησιν εἰς τοὺς αὐτοὺς τόπους.

 

‹ Prev