Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 211
Delphi Complete Works of Polybius Page 211

by Polybius


  [1] τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν. [9] Ῥόδιοι δὲ κατὰ τοὺς προειρημένους καιροὺς ἐπειλημμένοι τῆς ἀφορμῆς τῆς κατὰ τὸν σεισμὸν τὸν γενόμενον παρ᾽ αὐτοῖς βραχεῖ χρόνῳ πρότερον, ἐν ᾧ συνέβη τόν τε κολοσσὸν τὸν μέγαν πεσεῖν καὶ τὰ πλεῖστα τῶν τειχῶν καὶ τῶν νεωρίων, [2] οὕτως ἐχείριζον νουνεχῶς καὶ πραγματικῶς τὸ γεγονὸς ὡς μὴ βλάβης, διορθώσεως δὲ μᾶλλον, αὐτοῖς αἴτιον γενέσθαι τὸ σύμπτωμα. [3] τοσοῦτον ἄγνοια καὶ ῥᾳθυμία διαφέρει παρ᾽ ἀνθρώποις ἐπιμελείας καὶ φρονήσεως περί τε τοὺς κατ᾽ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας, ὥστε τοῖς μὲν καὶ τὰς ἐπιτυχίας βλάβην ἐπιφέρειν, τοῖς δὲ καὶ τὰς περιπετείας ἐπανορθώσεως γίνεσθαι παραιτίας. [4] οἱ γοῦν Ῥόδιοι τότε παρὰ τὸν χειρισμὸν τὸ μὲν σύμπτωμα ποιοῦντες μέγα καὶ δεινόν, αὐτοὶ δὲ σεμνῶς καὶ προστατικῶς κατὰ τὰς πρεσβείας χρώμενοι ταῖς ἐντεύξεσι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις, εἰς τοῦτ᾽ ἤγαγον τὰς πόλεις, καὶ μάλιστα τοὺς βασιλεῖς, ὥστε μὴ μόνον λαμβάνειν δωρεὰς ὑπερβαλλούσας, ἀλλὰ καὶ χάριν προσοφείλειν αὐτοῖς τοὺς διδόντας. [5] Ἱέρων γὰρ καὶ Γέλων οὐ μόνον ἔδωκαν ἑβδομήκοντα καὶ πέντ᾽ ἀργυρίου τάλαντα πρὸς τὴν εἰς τὸ ἔλαιον τοῖς ἐν τῷ γυμνασίῳ χορηγίαν, τὰ μὲν παραχρῆμα, τὰ δ᾽ ἐν χρόνῳ βραχεῖ παντελῶς, ἀλλὰ καὶ λέβητας ἀργυροῦς καὶ βάσεις τούτων καί τινας ὑδρίας ἀνέθεσαν, [6] πρὸς δὲ τούτοις εἰς τὰς θυσίας δέκα τάλαντα καὶ τὴν ἐπαύξησιν τῶν πολιτῶν ἄλλα δέκα, χάριν τοῦ τὴν πᾶσαν εἰς ἑκατὸν τάλαντα γενέσθαι δωρεάν. [7] καὶ μὴν ἀτέλειαν τοῖς πρὸς αὐτοὺς πλοϊζομένοις ἔδοσαν καὶ πεντήκοντα καταπέλτας τριπήχεις. [8] καὶ τελευταῖον τοσαῦτα δόντες, ὡς προσοφείλοντες χάριν, ἔστησαν ἀνδριάντας ἐν τῷ τῶν Ῥοδίων δείγματι, στεφανούμενον τὸν δῆμον τῶν Ῥοδίων ὑπὸ τοῦ δήμου τοῦ

  [1] Συρακοσίων. ἐπηγγείλατο δὲ καὶ Πτολεμαῖος αὐτοῖς ἀργυρίου τάλαντα τριακόσια καὶ σίτου μυριάδας ἀρταβῶν ἑκατόν, ξύλα δὲ ναυπηγήσιμα δέκα πεντήρων καὶ δέκα τριήρων, πευκίνων τετραγώνων πήχεις ἐμμέτρους τετρακισμυρίους, [2] καὶ χαλκοῦ νομίσματος τάλαντα χίλια, στυππίου τρισχίλι᾽, ὀθονίων ἱστοὺς τρισχιλίους, [3] εἰς τὴν τοῦ κολοσσοῦ κατασκευὴν τάλαντα τρισχίλι᾽, οἰκοδόμους ἑκατόν, ὑπουργοὺς τριακοσίους καὶ πεντήκοντα, καὶ τούτοις καθ᾽ ἕκαστον ἔτος εἰς ὀψώνιον τάλαντα δεκατέτταρα, [4] πρὸς δὲ τούτοις εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας ἀρτάβας σίτου μυρίας δισχιλίας, καὶ μὴν εἰς σιτομετρίαν δέκα τριήρων ἀρτάβας δισμυρίας. [5] καὶ τούτων ἔδωκε τὰ μὲν πλεῖστα παραχρῆμα, τοῦ δ᾽ ἀργυρίου παντὸς τὸ τρίτον μέρος. [6] παραπλησίως Ἀντίγονος ξύλ᾽ ἀφ᾽ ἑκκαιδεκαπήχους ἕως ὀκταπήχους εἰς σφηκίσκων λόγον μύρια, στρωτῆρας ἑπταπήχεις πεντακισχιλίους, σιδήρου τάλαντα τρισχίλια, πίττης τάλαντα χίλι᾽, ἄλλης ὠμῆς μετρητὰς χιλίους, ἀργυρίου πρὸς τούτοις ἑκατὸν ἐπηγγείλατο τάλαντα, [7] Χρυσηὶς δ᾽ ἡ γυνὴ δέκα μὲν σίτου μυριάδας, τρισχίλια δὲ μολίβδου τάλαντα. [8] Σέλευκος δ᾽ ὁ πατὴρ Ἀντιόχου χωρὶς μὲν ἀτέλειαν τοῖς εἰς τὴν αὑτοῦ βασιλείαν πλοϊζομένοις, χωρὶς δὲ πεντήρεις μὲν δέκα κατηρτισμένας, σίτου δ᾽ εἴκοσι μυριάδας, [9] καὶ μὴν ξύλων καὶ ῥητίνης καὶ τριχὸς μυριάδας πηχῶν καὶ ταλάντων χιλιάδας.

  [1] παραπλήσια δὲ τούτοις Προυσίας καὶ Μιθριδάτης, ἔτι δ᾽ οἱ κατὰ τὴν Ἀσίαν ὄντες δυνάσται τότε, λέγω δὲ Λυσανίαν, Ὀλύμπιχον, Λιμναῖον. [2] τάς γε μὴν πόλεις τὰς συνεπιλαμβανομένας αὐτοῖς κατὰ δύναμιν οὐδ᾽ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως οὐδείς: [3] ὥσθ᾽ ὅταν μέν τις εἰς τὸν χρόνον ἐμβλέψῃ καὶ τὴν ἀρχήν, ἀφ᾽ οὗ συμβαίνει τὴν πόλιν αὐτῶν συνῳκίσθαι, καὶ λίαν θαυμάζειν ὡς βραχεῖ χρόνῳ μεγάλην ἐπίδοσιν εἴληφε περί τε τοὺς κατ᾽ ἰδίαν βίους καὶ τὰ κοινὰ τῆς πόλεως: [4] ὅταν δ᾽ εἰς τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὴν ἔξωθεν ἐπιφορὰν καὶ συμπλήρωσιν τῆς εὐδαιμονίας, μηκέτι θαυμάζειν, μικροῦ δ᾽ ἐλλείπειν δοκεῖν τοῦ καθήκοντος. [5]

  [1] ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν πρῶτον μὲν τῆς Ῥοδίων περὶ τὰ κοινὰ προστασίας — ἐπαίνου γάρ εἰσιν ἄξιοι καὶ ζήλου — δεύτερον δὲ τῆς τῶν νῦν βασιλέων μικροδοσίας καὶ τῆς τῶν ἐθνῶν καὶ πόλεων μικροληψίας, [6] ἵνα μηθ᾽ οἱ βασιλεῖς τέτταρα καὶ πέντε προϊέμενοι τάλαντα δοκῶσί τι ποιεῖν μέγα καὶ ζητῶσι τὴν αὐτὴν ὑπάρχειν αὐτοῖς εὔνοιαν καὶ τιμὴν παρὰ τῶν Ἑλλήνων, ἣν οἱ πρὸ τοῦ βασιλεῖς εἶχον, [7] αἵ τε πόλεις λαμβάνουσαι πρὸ ὀφθαλμῶν τὸ μέγεθος τῶν πρότερον δωρεῶν μὴ λανθάνωσιν ἐπὶ μικροῖς καὶ τοῖς τυχοῦσι νῦν τὰς μεγίστας καὶ καλλίστας προϊέμεναι τιμάς, [8] ἀλλὰ πειρῶνται τὸ κατ᾽ ἀξίαν ἑκάστοις τηρεῖν, ᾧ πλεῖστον διαφέρουσιν Ἕλληνες τῶν ἄλλων ἀνθρώπων. ἄρτι δὲ τῆς θερινῆς ὥρας ἐνισταμένης, καὶ στρατηγοῦντος Ἀγήτα μὲν τῶν Αἰτωλῶν, Ἀράτου δὲ παρειληφότος τὴν τῶν Ἀχαιῶν στρατηγίαν — ἀπὸ γὰρ τούτων ἐποιησάμεθα τοῦ συμμαχικοῦ πολέμου τὴν ἐκτροπήν — Λυκοῦργος μὲν ὁ Σπαρτιάτης ἐπανῆκε πάλιν ἐξ Αἰτωλίας: [2] οἱ γὰρ ἔφοροι, ψευδῆ τὴν διαβολὴν εὑρόντες, δι᾽ ἣν ἔφευγε, μετεπέμποντο καὶ μετεκάλουν αὖθις τὸν Λυκοῦργον. [3] οὗτος μὲν οὖν ἐτάττετο πρὸς Πυρρίαν τὸν Αἰτωλόν, ὃς ἐτύγχ
ανε τότε παρὰ τοῖς Ἠλείοις στρατηγὸς ὤν, περὶ τῆς εἰς τὴν Μεσσηνίαν εἰσβολῆς. [4] Ἄρατος δὲ παρειλήφει τό τε ξενικὸν τὸ τῶν Ἀχαιῶν κατεφθαρμένον τάς τε πόλεις ὀλιγώρως διακειμένας πρὸς τὰς εἰς τοῦτο τὸ μέρος εἰσφορὰς διὰ τὸ τὸν πρὸ αὐτοῦ στρατηγὸν Ἐπήρατον, ὡς ἐπάνω προεῖπα, κακῶς καὶ ῥᾳθύμως κεχρῆσθαι τοῖς κοινοῖς πράγμασιν. [5] οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς Ἀχαιούς, καὶ λαβὼν δόγμα περὶ τούτων, ἐνεργὸς ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν. [6] ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα: πεζοὺς μὲν τρέφειν μισθοφόρους ὀκτακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, τῶν δ᾽ Ἀχαϊκῶν ἐπιλέκτους, πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους: [7] εἶναι δὲ τούτων Μεγαλοπολίτας μὲν χαλκάσπιδας, πεζοὺς μὲν πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ τοὺς ἴσους Ἀργείων. [8] ἔδοξε δὲ καὶ ναῦς πλεῖν τρεῖς μὲν περὶ τὴν Ἀκτὴν καὶ τὸν Ἀργολικὸν κόλπον, τρεῖς δὲ κατὰ Πάτρας καὶ Δύμην καὶ τὴν ταύτῃ θάλατταν.

  [1] Ἄρατος μὲν οὖν ταῦτ᾽ ἔπραττε καὶ ταύτας ἐξήρτυε τὰς παρασκευάς: [2] ὁ δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσσηνίαν. [3] ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν, συνεὶς τὴν ἐπιβολὴν αὐτῶν, ἧκεν ἔχων τοὺς μισθοφόρους καί τινας τῶν ἐπιλέκτων εἰς τὴν Μεγάλην πόλιν παραβοηθήσων τοῖς Μεσσηνίοις. [4] Λυκοῦργος δ᾽ ἐξορμήσας τὰς μὲν Καλάμας, χωρίον τι τῶν Μεσσηνίων, προδοσίᾳ κατέσχε, μετὰ δὲ ταῦτα προῆγε, σπεύδων συμμῖξαι τοῖς Αἰτωλοῖς. [5] ὁ δὲ Πυρρίας παντελῶς ἐλαφρὸς ἐξελθὼν ἐκ τῆς Ἤλιδος, καὶ κατὰ τὴν εἰσβολὴν τὴν εἰς Μεσσηνίαν εὐθέως κωλυθεὶς ὑπὸ τῶν Κυπαρισσέων, ἀνέστρεψε. [6] διόπερ ὁ Λυκοῦργος, οὔτε συμμῖξαι δυνάμενος τοῖς περὶ τὸν Πυρρίαν οὔτ᾽ αὐτὸς ἀξιόχρεως ὑπάρχων, ἐπὶ βραχὺ προσβολὰς ποιησάμενος πρὸς τὴν Ἀνδανίαν ἄπρακτος αὖθις εἰς τὴν Σπάρτην ἀπηλλάγη. [7] Ἄρατος δέ, διαπεσούσης τοῖς πολεμίοις τῆς ἐπιβολῆς, τὸ κατὰ λόγον ποιῶν καὶ προνοούμενος τοῦ μέλλοντος, συνετάξατο πρός τε Ταυρίωνα παρασκευάζειν ἱππεῖς πεντήκοντα καὶ πεζοὺς πεντακοσίους καὶ πρὸς Μεσσηνίους, ἵνα τοὺς ἴσους τούτοις ἱππεῖς καὶ πεζοὺς ἐξαποστείλωσι, [8] βουλόμενος τούτοις μὲν τοῖς ἀνδράσι παραφυλάττεσθαι τήν τε τῶν Μεσσηνίων χώραν καὶ Μεγαλοπολιτῶν καὶ Τεγεατῶν, ἔτι δὲ τῶν Ἀργείων — [9] αὗται γὰρ αἱ χῶραι, συντερμονοῦσαι τῇ Λακωνικῇ πρόκεινται τῶν ἄλλων Πελοποννησίων πρὸς τὸν ἀπὸ Λακεδαιμονίων πόλεμον — [10] τοῖς δ᾽ Ἀχαϊκοῖς ἐπιλέκτοις καὶ μισθοφόροις τὰ πρὸς τὴν Ἠλείαν καὶ τὴν Αἰτωλίαν ἐστραμμένα μέρη τῆς Ἀχαΐας τηρεῖν.

  [1] ταῦτα δ᾽ ἁρμοσάμενος διέλυε τοὺς Μεγαλοπολίτας πρὸς αὑτοὺς κατὰ τὸ τῶν Ἀχαιῶν δόγμα. [2] συνέβαινε γὰρ τούτους προσφάτως ὑπὸ Κλεομένους ἐπταικότας τῇ πατρίδι καὶ τὸ δὴ λεγόμενον ἐκ θεμελίων ἐσφαλμένους πολλῶν μὲν ἐπιδεῖσθαι, πάντων δὲ σπανίζειν: [3] τοῖς μὲν γὰρ φρονήμασιν ἔμενον, ταῖς δὲ χορηγίαις καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν πρὸς πᾶν ἀδυνάτως εἶχον. [4] διόπερ ἦν ἀμφισβητήσεως, φιλοτιμίας, ὀργῆς τῆς ἐν ἀλλήλοις πάντα πλήρη: τοῦτο γὰρ δὴ φιλεῖ γίνεσθαι καὶ περὶ τὰ κοινὰ πράγματα καὶ περὶ τοὺς κατ᾽ ἰδίαν βίους, ὅταν ἐλλίπωσιν αἱ χορηγίαι τὰς ἑκάστων ἐπιβολάς. [5] πρῶτον μὲν οὖν ἠμφισβήτουν ὑπὲρ τοῦ τειχισμοῦ τῆς πόλεως, φάσκοντες οἱ μὲν συνάγειν αὐτὴν δεῖν καὶ ποιεῖν τηλικαύτην ἡλίκην καὶ τειχίζειν ἐπιβαλλόμενοι καθίξονται καὶ φυλάττειν καιροῦ περιστάντος δυνήσονται: καὶ γὰρ νῦν παρὰ τὸ μέγεθος αὐτῆς καὶ τὴν ἐρημίαν ἐσφάλθαι. [6] πρὸς δὲ τούτοις εἰσφέρειν ᾤοντο δεῖν τοὺς κτηματικοὺς τὸ τρίτον μέρος τῆς γῆς εἰς τὴν τῶν προσλαμβανομένων οἰκητόρων ἀναπλήρωσιν. [7] οἱ δ᾽ οὔτε τὴν πόλιν ἐλάττω ποιεῖν ὑπέμενον οὔτε τὸ τρίτον τῶν κτήσεων εὐδόκουν εἰσφέρειν μέρος. [8] μάλιστά τε τῶν νόμων ὑπὸ Πρυτάνιδος γεγραμμένων πρὸς ἀλλήλους ἐφιλονείκουν, ὃν ἔδωκε μὲν αὐτοῖς νομοθέτην Ἀντίγονος, ἦν δὲ τῶν ἐπιφανῶν ἀνδρῶν ἐκ τοῦ Περιπάτου καὶ ταύτης τῆς αἱρέσεως. [9] τοιαύτης δ᾽ οὔσης τῆς ἀμφισβητήσεως ποιησάμενος Ἄρατος τὴν ἐνδεχομένην ἐπιστροφὴν κατέπαυσε τὴν φιλοτιμίαν αὐτῶν. [10] ἐφ᾽ οἷς δ᾽ ἔληξαν τῆς πρὸς ἀλλήλους διαφορᾶς, γράψαντες εἰς στήλην παρὰ τὸν τῆς Ἑστίας ἀνέθεσαν βωμὸν ἐν Ὁμαρίῳ.

  [1] μετὰ δὲ τὰς διαλύσεις ταύτας ἀναζεύξας αὐτὸς μὲν ἧκε πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον, τοὺς δὲ μισθοφόρους συνέστησε Λύκῳ τῷ Φαραιεῖ, διὰ τὸ τοῦτον ὑποστράτηγον εἶναι τότε τῆς συντελείας τῆς πατρικῆς. [2] οἱ δ᾽ Ἠλεῖοι, δυσαρεστούμενοι τῷ Πυρρίᾳ, πάλιν ἐπεσπάσαντο στρατηγὸν παρὰ τῶν Αἰτωλῶν Εὐριπίδαν. [3] ὃς τηρήσας τὴν τῶν Ἀχαιῶν σύνοδον, καὶ παραλαβὼν ἱππεῖς μὲν ἑξήκοντα, πεζοὺς δὲ δισχιλίους, ἐξώδευσε, καὶ διελθὼν διὰ τῆς Φαραϊκῆς κατέδραμε τὴν χώραν ἕως τῆς Αἰγιάδος. [4] περιελασάμενος δὲ λείαν ἱκανὴν ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ Λεόντιον. [5] οἱ δὲ περὶ τὸν Λύκον συνέντες τὸ γεγονὸς ἐβοήθουν κατὰ σπουδήν, συνάψαντες δὲ τοῖς πολεμίοις καὶ συμμίξαντες ἐξ ἐφόδου κατέβαλον μὲν αὐτῶν εἰς τετρακοσίους, ζωγρίᾳ δ᾽ ἔλαβον εἰς διακοσίους, [6] ἐν οἷς
ἦσαν ἐπιφανεῖς ἄνδρες Φυσσίας, Ἀντάνωρ, Κλέαρχος, Ἀνδρόλοχος, Εὐανορίδας, Ἀριστογείτων, Νικάσιππος, Ἀσπάσιος: τῶν δ᾽ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐκυρίευσαν πάσης. [7] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ὁ τῶν Ἀχαιῶν ναύαρχος ἐξοδεύσας εἰς Μολυκρίαν, ἧκεν ἔχων οὐ πολὺ λείποντα τῶν ἑκατὸν σωμάτων. [8] αὖτις δ᾽ ὑποστρέψας ἔπλευσε πρὸς Χάλκειαν, τῶν δ᾽ ἐκβοηθησάντων ἐκυρίευσε δύο μακρῶν πλοίων αὐτάνδρων: ἔλαβε δὲ καὶ κέλητα περὶ τὸ Ῥίον Αἰτωλικὸν ὁμοῦ τῷ πληρώματι. [9] συνδραμόντων δὲ τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν λαφύρων περὶ τοὺς αὐτοὺς καιρούς, καὶ συναχθείσης ἀπὸ τούτων προσόδου καὶ χορηγίας ἱκανῆς, ἐγένετο τοῖς τε στρατιώταις θάρσος ὑπὲρ τῆς τῶν ὀψωνίων κομιδῆς ταῖς τε πόλεσιν ἐλπὶς ὑπὲρ τοῦ μὴ βαρυνθήσεσθαι ταῖς εἰσφοραῖς.

  [1] ἅμα δὲ τοῖς προειρημένοις Σκερδιλαΐδας, νομίζων ὑπὸ τοῦ βασιλέως ἀδικεῖσθαι διὰ τό τινα τῶν χρημάτων ἐλλείπειν αὐτῷ τῶν κατὰ τὰς συντάξεις ὁμολογηθέντων, ἃς ἐποιήσατο πρὸς Φίλιππον, ἐξαπέστειλε λέμβους πεντεκαίδεκα, μετὰ δόλου ποιούμενος τὴν ἐπιβολὴν τῆς κομιδῆς τῶν χρημάτων: [2] οἳ καὶ κατέπλευσαν εἰς Λευκάδα, πάντων αὐτοὺς ὡς φιλίους προσδεχομένων διὰ τὴν γεγενημένην κοινοπραγίαν. [3] ἄλλο μὲν οὖν οὐκ ἔφθασαν οὐδὲν ἐργάσασθαι κακὸν οὐδ᾽ ἐδυνήθησαν, Ἀγαθίνῳ δὲ καὶ Κασσάνδρῳ τοῖς Κορινθίοις ἐπιπλέουσι ταῖς Ταυρίωνος ναυσὶ καὶ συγκαθορμισθεῖσιν ὡς φίλοις μετὰ τεττάρων πλοίων, παρασπονδήσαντες ἐπέθεντο, καὶ συλλαβόντες αὐτούς τε καὶ τὰ πλοῖα πρὸς Σκερδιλαΐδαν ἀπέπεμψαν. [4] μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν ἀναγωγὴν ἐκ τῆς Λευκάδος καὶ πλεύσαντες ὡς ἐπὶ Μαλέας ἐλῄζοντο καὶ κατῆγον τοὺς ἐμπόρους.

 

‹ Prev