by Polybius
[1] ὁ δὲ βασιλεὺς Φίλιππος, ἀνακομισθεὶς κατὰ θάλατταν ἀπὸ τῶν διαλύσεων εἰς Μακεδονίαν, καὶ καταλαβὼν τὸν Σκερδιλαΐδαν ἐπὶ τῇ προφάσει τῶν προσοφειλομένων χρημάτων, πρὸς ἃ καὶ τὰ περὶ τὴν Λευκάδα πλοῖα παρεσπόνδησε, καὶ τότε τῆς μὲν Πελαγονίας πόλισμα διηρπακότα τὸ προσαγορευόμενον Πισσαῖον, [2] τῆς δὲ Δασσαρήτιδος προσηγμένον πόλεις, τὰς μὲν φόβῳ, τὰς δ᾽ ἐπαγγελίαις, Ἀντιπάτρειαν, Χρυσονδύωνα, Γερτοῦντα, πολλὴν δὲ καὶ τῆς συνορούσης τούτοις Μακεδονίας ἐπιδεδραμηκότα, [3] παραυτίκα μὲν ὥρμησε μετὰ τῆς δυνάμεως, ὡς ἀνακτήσασθαι σπουδάζων τὰς ἀφεστηκυίας πόλεις, [4] καθόλου δ᾽ ἔκρινε πολεμεῖν πρὸς τὸν Σκερδιλαΐδαν, νομίζων ἀναγκαιότατον εἶναι παρευτρεπίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πρός τε τὰς ἄλλας ἐπιβολὰς καὶ μάλιστα πρὸς τὴν εἰς Ἰταλίαν διάβασιν. [5] ὁ γὰρ Δημήτριος οὕτως ἐξέκαιε τὴν ἐλπίδα καὶ τὴν ἐπιβολὴν τῷ βασιλεῖ ταύτην συνεχῶς, ὥστε κατὰ τοὺς ὕπνους τὸν Φίλιππον ταῦτ᾽ ὀνειρώττειν καὶ περὶ ταύτας εἶναι τὰς πράξεις. [6] ἐποίει δὲ ταῦτα Δημήτριος οὐ Φιλίππου χάριν — τούτῳ μὲν γὰρ τρίτην ἴσως ἐν τούτοις ἔνεμε μερίδα — μᾶλλον δὲ τῆς πρὸς Ῥωμαίους δυσμενείας, τὸ δὲ πλεῖστον ἕνεκεν αὑτοῦ καὶ τῶν ἰδίων ἐλπίδων: [7] μόνως γὰρ οὕτως ἐπέπειστο τὴν ἐν τῷ Φάρῳ δυναστείαν κατακτήσασθαι πάλιν. [8] πλὴν ὅ γε Φίλιππος στρατεύσας ἀνεκτήσατο μὲν τὰς προειρημένας πόλεις, κατελάβετο δὲ τῆς μὲν Δασσαρήτιδος Κρεώνιον καὶ Γεροῦντα, τῶν δὲ περὶ τὴν Λυχνιδίαν λίμνην Ἐγχελᾶνας, Κέρακα, Σατίωνα, Βοιούς, τῆς δὲ Καλοικίνων χώρας Βαντίαν, ἔτι δὲ τῶν καλουμένων Πισαντίνων Ὀργησσόν. [9] ἐπιτελεσάμενος δὲ ταῦτα διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν. ἦν δ᾽ ὁ χειμὼν οὗτος, καθ᾽ ὃν Ἀννίβας, πεπορθηκὼς τοὺς ἐπιφανεστάτους τόπους τῆς Ἰταλίας ἔμελλε περὶ τὸ Γερούνιον τῆς Δαυνίας ποιεῖσθαι τὴν παραχειμασίαν. [10] Ῥωμαῖοι δὲ τότε κατέστησαν στρατηγοὺς αὑτῶν Γάιον Τερέντιον καὶ Λεύκιον Αἰμίλιον.
[1] Φίλιππος δὲ κατὰ τὴν παραχειμασίαν ἀναλογιζόμενος ὅτι πρὸς τὰς ἐπιβολὰς αὐτοῦ χρεία πλοίων ἐστὶ καὶ τῆς κατὰ θάλατταν ὑπηρεσίας, καὶ ταύτης οὐχ ὡς πρὸς ναυμαχίαν — [2] τοῦτο μὲν γὰρ οὐδ᾽ ἂν ἤλπισε δυνατὸς εἶναι, Ῥωμαίοις διαναυμαχεῖν — ἀλλὰ μᾶλλον ἕως τοῦ παρακομίζειν στρατιώτας καὶ θᾶττον διαίρειν οὗ πρόθοιτο καὶ παραδόξως ἐπιφαίνεσθαι τοῖς πολεμίοις: [3] διόπερ ὑπολαβὼν ἀρίστην εἶναι πρὸς ταῦτα τὴν τῶν Ἰλλυριῶν ναυπηγίαν ἑκατὸν ἐπεβάλετο λέμβους κατασκευάζειν, σχεδὸν πρῶτος τῶν ἐν Μακεδονίᾳ βασιλέων. [4] καταρτίσας δὲ τούτους συνῆγε τὰς δυνάμεις ἀρχομένης θερείας, καὶ βραχέα προσασκήσας τοὺς Μακεδόνας ἐν ταῖς εἰρεσίαις ἀνήχθη. [5] κατὰ δὲ τὸν αὐτὸν καιρὸν Ἀντίοχος μὲν ὑπερέβαλε τὸν Ταῦρον, Φίλιππος δὲ ποιησάμενος τὸν πλοῦν δι᾽ Εὐρίπου καὶ [τοῦ] περὶ Μαλέαν ἧκε πρὸς τοὺς περὶ Κεφαλληνίαν καὶ Λευκάδα τόπους, ἐν οἷς καθορμισθεὶς ἐκαραδόκει πολυπραγμονῶν τὸν τῶν Ῥωμαίων στόλον. [6] πυνθανόμενος δὲ περὶ τὸ Λιλύβαιον αὐτοὺς ὁρμεῖν, θαρρήσας ἀνήχθη, καὶ προῆγε ποιούμενος τὸν πλοῦν ὡς ἐπ᾽
[1] Ἀπολλωνίας. ἤδη δὲ συνεγγίζοντος αὐτοῦ τοῖς περὶ τὸν Ἀῷον ποταμὸν τόποις, ὃς ῥεῖ παρὰ τὴν τῶν Ἀπολλωνιατῶν πόλιν, ἐμπίπτει πανικὸν παραπλήσιον τοῖς γινομένοις ἐπὶ τῶν πεζικῶν στρατοπέδων. [2] τῶν γὰρ ἐπὶ τῆς οὐραγίας πλεόντων τινὲς λέμβοι, καθορμισθέντες εἰς τὴν νῆσον, ἣ καλεῖται μὲν Σάσων, κεῖται δὲ κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸν Ἰόνιον πόρον, ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκοντες συνωρμηκέναι τινὰς αὐτοῖς πλέοντας ἀπὸ πορθμοῦ, [3] τούτους δ᾽ ἀπαγγέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκὰς πλεούσας ἐπ᾽ Ἀπολλωνίας καὶ πρὸς Σκερδιλαΐδαν. [4] ὁ δὲ Φίλιππος, ὑπολαβὼν ὅσον οὔπω τὸν στόλον ἐπ᾽ αὐτὸν παρεῖναι, περίφοβος γενόμενος καὶ ταχέως ἀνασπάσας τὰς ἀγκύρας αὖτις εἰς τοὐπίσω παρήγγειλε πλεῖν. [5] οὐδενὶ δὲ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαλληνίαν κατῆρε, συνεχῶς ἡμέραν καὶ νύκτα τὸν πλοῦν ποιούμενος. [6] βραχὺ δέ τι θαρρήσας ἐνταῦθα κατέμεινε, ποιῶν ἔμφασιν ὡς ἐπί τινας τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς. [7] συνέβη δὲ ψευδῶς γενέσθαι τὸν ὅλον φόβον περὶ αὐτόν. [8] ὁ γὰρ Σκερδιλαΐδας, ἀκούων κατὰ χειμῶνα λέμβους ναυπηγεῖσθαι τὸν Φίλιππον πλείους, καὶ προσδοκῶν αὐτοῦ τὴν κατὰ θάλατταν παρουσίαν, διεπέμπετο πρὸς τοὺς Ῥωμαίους διασαφῶν ταῦτα καὶ παρακαλῶν βοηθεῖν, [9] οἱ δὲ Ῥωμαῖοι δεκαναΐαν ἀπὸ τοῦ περὶ τὸ Λιλύβαιον ἐξαπέστειλαν στόλου, ταύτην τὴν περὶ τὸ Ῥήγιον ὀφθεῖσαν: [10] ἣν Φίλιππος εἰ μὴ πτοηθεὶς ἀλόγως ἔφυγε, τῶν περὶ τὴν Ἰλλυρίδα πράξεων μάλιστ᾽ ἂν τότε καθίκετο διὰ τὸ τοὺς Ῥωμαίους πάσαις ταῖς ἐπινοίαις καὶ παρασκευαῖς περὶ τὸν Ἀννίβαν καὶ τὴν περὶ Κάνναν μάχην γίνεσθαι, τῶν τε πλοίων ἐκ τοῦ κατὰ λόγον ἐγκρατὴς ἂν ἐγεγόνει. [11] νῦν δὲ διαταραχθεὶς ὑπὸ τῆς προσαγγελίας ἀβλαβῆ μέν, οὐκ εὐσχήμονα δ᾽ ἐποιήσατο τὴν ἀναχώρησιν εἰς Μακεδονίαν.
[1] ἐπράχθη δέ τι κατὰ τούτους τοὺς χρόνους καὶ Προυσίᾳ μνήμης ἄξιον. [2] τῶν γὰρ Γαλατῶν, οὓς διεβίβασεν ἐ
κ τῆς Εὐρώπης ὁ βασιλεὺς Ἄτταλος εἰς τὸν πρὸς Ἀχαιὸν πόλεμον διὰ τὴν ἐπ᾽ ἀνδρείᾳ δόξαν, τούτων χωρισθέντων τοῦ προειρημένου βασιλέως διὰ τὰς ἄρτι ῥηθείσας ὑποψίας καὶ πορθούντων μετὰ πολλῆς ἀσελγείας καὶ βίας τὰς ἐφ᾽ Ἑλλησπόντῳ πόλεις, τὸ δὲ τελευταῖον καὶ πολιορκεῖν τοὺς Ἰλιεῖς ἐπιβαλομένων, [3] ἐγένετο μέν τις οὐκ ἀγεννὴς περὶ ταῦτα πρᾶξις καὶ ὑπὸ τῶν τὴν Τρῳάδα κατοικούντων Ἀλεξάνδρειαν: [4] Θεμίστην γὰρ ἐξαποστείλαντες μετ᾽ ἀνδρῶν τετρακισχιλίων ἔλυσαν μὲν τὴν Ἰλιέων πολιορκίαν, ἐξέβαλον δ᾽ ἐκ πάσης τῆς Τρῳάδος τοὺς Γαλάτας, ἐμποδίζοντες ταῖς χορηγίαις καὶ διαλυμαινόμενοι τὰς ἐπιβολὰς αὐτῶν. [5] οἱ δὲ Γαλάται κατασχόντες τὴν Ἀρίσβαν καλουμένην ἐν τῇ τῶν Ἀβυδηνῶν χώρᾳ, λοιπὸν ἐπεβούλευον καὶ προσεπολέμουν ταῖς περὶ τούτους τοὺς τόπους ἐκτισμέναις πόλεσιν. [6] ἐφ᾽ οὓς στρατεύσας μετὰ δυνάμεως Προυσίας καὶ παραταξάμενος τοὺς μὲν ἄνδρας κατ᾽ αὐτὸν τὸν κίνδυνον ἐν χερῶν νόμῳ διέφθειρε, τὰ δὲ τέκνα σχεδὸν ἅπαντα καὶ τὰς γυναῖκας αὐτῶν ἐν τῇ παρεμβολῇ κατέσφαξε, τὴν δ᾽ ἀποσκευὴν ἐφῆκε διαρπάσαι τοῖς ἠγωνισμένοις. [7] πράξας δὲ ταῦτα μεγάλου μὲν ἀπέλυσε φόβου καὶ κινδύνου τὰς ἐφ᾽ Ἑλλησπόντου πόλεις, καλὸν δὲ παράδειγμα τοῖς ἐπιγινομένοις ἀπέλιπε τοῦ μὴ ῥᾳδίαν ποιεῖσθαι τοὺς ἐκ τῆς Εὐρώπης βαρβάρους τὴν εἰς τὴν Ἀσίαν διάβασιν. [8]
[1] τὰ μὲν οὖν περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν. τὰ δὲ κατὰ τὴν Ἰταλίαν τῆς περὶ Κάνναν μάχης ἐπιτελεσθείσης τὰ πλεῖστα μετετίθετο πρὸς τοὺς Καρχηδονίους, καθάπερ ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται. [9] ἡμεῖς δὲ νῦν μὲν ἐπὶ τούτων τῶν καιρῶν τῆς διηγήσεως λήξομεν, ἐπεὶ διεληλύθαμεν ἃς περιέσχε τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν πράξεων ἡ τετταρακοστὴ τῶν ὀλυμπιάδων πρὸς ταῖς ἑκατόν: [10] ἐν δὲ τῇ μετὰ ταῦτα βύβλῳ, βραχέα προσαναμνήσαντες τῆς [ἐν ταύτῃ τῇ βύβλῳ] προκατασκευῆς, ἐπὶ τὸν περὶ τῆς Ῥωμαίων πολιτείας λόγον ἐπάνιμεν κατὰ τὴν ἐν ἀρχαῖς ὑπόσχεσιν.
BOOK 6
[1] I. Ex Prooemio στήσαντες δ᾽ ἐπὶ τούτων 1 τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον, [2] ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετ᾽ αὐτοῖς ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελτῶν ἀρχήν, [3] ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς. [Polyb. III, 2, 6]. [4]
[1] ὅταν δὲ τὰς Ἑλληνικὰς πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα γενομένας 2 διεξιόντες ἐπιστῶμεν τοῖς καιροῖς τούτοις, τότ᾽ ἤδη προθέμενοι ψιλῶς τὸν ὑπὲρ αὐτῆς τῆς Ῥωμαίων πολιτείας ποιησόμεθα λόγον, [5] νομίζοντες οὐ μόνον πρὸς τὴν τῆς ἱστορίας σύνταξιν οἰκείαν εἶναι τὴν περὶ αὐτῆς ἐξήγησιν, ἀλλὰ καὶ πρὸς τὰς τῶν πολιτευμάτων διορθώσεις καὶ κατασκευὰς μεγάλα συμβάλλεσθαι τοῖς φιλομαθοῦσι καὶ πραγματικοῖς τῶν ἀνδρῶν [Idem III, 118, 11]. καὶ τί δήποτ᾽ ἔστι τὸ αἴτιον, [6] ἀπορήσαι τις ἄν, ὅτι κεκρατηκότες οἱ Ῥωμαῖοι τῶν ὅλων καὶ πολλαπλασίαν ἔχοντες ὑπεροχὴν νῦν ἢ πρόσθεν οὔτ᾽ ἂν πληρῶσαι τοσαύτας ναῦς οὔτ᾽ ἀναπλεῦσαι τηλικούτοις στόλοις δυνηθεῖεν; [7] οὐ μὲν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατανοεῖν, ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολιτείας ἔλθωμεν. [Idem I, 64, 1]. ὑπὲρ τούτου δὲ τοῦ μέρους [8] 3 εἴρηται πρότερον ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας. [Idem X, 16, 7]. τοῦτο [9] 4 δ᾽ ἔστι, καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, δι᾽ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς. [Idem XXI, 1013, 11]. οὐκ ἀγνοῶ μὲν οὖν διότι τινὲς διαπορήσουσι πῶς ἀφέμενοι τοῦ συνάπτειν καὶ προστιθέναι τὸ συνεχὲς τῆς διηγήσεως, εἰς τοῦτον ἀπεθέμεθα τὸν καιρὸν τὸν ὑπὲρ τῆς προειρημένης πολιτείας ἀπολογισμόν: [2] ἐμοὶ δ᾽ ὅτι μὲν ἦν ἐξ ἀρχῆς ἕν τι τῶν ἀναγκαίων καὶ τοῦτο τὸ μέρος τῆς ὅλης προθέσεως, ἐν πολλοῖς οἶμαι δῆλον αὐτὸ πεποιηκέναι, [3] μάλιστα δ᾽ ἐν τῇ καταβολῇ καὶ προεκθέσει τῆς ἱστορίας, ἐν ᾗ τοῦτο κάλλιστον ἔφαμεν, ἅμα δ᾽ ὠφελιμώτατον εἶναι τῆς ἡμετέρας ἐπιβολῆς τοῖς ἐντυγχάνουσι τῇ πραγματείᾳ τὸ γνῶναι καὶ μαθεῖν πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν οὐδ᾽ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν τὴν Ῥωμαίων ἔπεσεν, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. [4] κεκριμένου δὲ τούτου καιρὸν οὐχ ἑώρων ἐπιτηδειότερον εἰς ἐπίστασιν καὶ δοκιμασίαν τῶν λέγεσθαι μελλόντων ὑπὲρ τῆς πολιτείας τοῦ νῦν ἐνεστῶτος. [5] καθάπερ γὰρ οἱ κατ᾽ ἰδίαν ὑπὲρ τῶν φαύλων ἢ τῶν σπουδαίων ἀνδρῶν ποιούμενοι τὰς διαλήψεις, ἐπειδὰν ἀληθῶς πρόθωνται δοκιμάζειν, οὐκ ἐκ τῆς ἀπεριστάτου ῥᾳστώνης κατὰ τὸν βίον ποιοῦνται τὰς ἐπισκέψεις, ἀλλ᾽ ἐκ τῶν ἐν ταῖς ἀτυχίαις περιπετειῶν καὶ τῶν ἐν ταῖς ἐπιτυχίαις κατορθωμάτων, [6] μόνον νομίζοντες εἶναι ταύτην ἀνδρὸς τελείου βάσανον τὸ τὰς ὁλοσχερεῖς μεταβολὰς τῆς τύχης μεγαλοψύχως δύνασθαι καὶ γε
νναίως ὑποφέρειν, τὸν αὐτὸν τρόπον χρὴ θεωρεῖν καὶ πολιτείαν. [7] διόπερ οὐχ ὁρῶν ποίαν ἄν τις ὀξυτέραν ἢ μείζονα λάβοι μεταβολὴν τῶν καθ᾽ ἡμᾶς τῆς γε Ῥωμαίοις συμβάσης, εἰς τοῦτον ἀπεθέμην τὸν καιρὸν τὸν ὑπὲρ τῶν προειρημένων ἀπολογισμόν: γνοίη δ᾽ ἄν τις τὸ μέγεθος τῆς μεταβολῆς ἐκ τούτων. ζήτει ἐν τῷ περὶ στρατηγίας. [Exc. Vat. p. 369 Mai. 24, 4 Heys.] [8]