Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 220
Delphi Complete Works of Polybius Page 220

by Polybius


  [1] ὁ δ᾽ ὑπὸ τὰς τῶν χιλιάρχων σκηνὰς ὄπισθεν τόπος ὑποπεπτωκώς, ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς τοῦ στρατηγίου περιστάσεως παρακείμενος, ὁ μὲν εἰς ἀγορὰν γίνεται τόπος, ὁ δ᾽ ἕτερος τῷ τε ταμιείῳ καὶ ταῖς ἅμα τούτῳ χορηγίαις. [2] ἀπὸ δὲ τῆς ἐφ᾽ ἑκάτερα τελευταίας τῶν χιλιάρχων σκηνῆς κατόπιν οἷον ἐπικάμπιον ἔχοντες τάξιν πρὸς τὰς σκηνάς, οἱ τῶν ἐπιλέκτων ἱππέων ἀπόλεκτοι καί τινες τῶν ἐθελοντὴν στρατευομένων τῇ τῶν ὑπάτων χάριτι, πάντες οὗτοι στρατοπεδεύουσι παρὰ τὰς ἐκ τῶν πλαγίων τοῦ χάρακος ἐπιφανείας, βλέποντες οἱ μὲν ἐπὶ τὰς τοῦ ταμιείου παρασκευάς, οἱ δ᾽ ἐκ θατέρου μέρους εἰς τὴν ἀγοράν. [3] ὡς δ᾽ ἐπὶ τὸ πολὺ συμβαίνει τούτοις μὴ μόνον στρατοπεδεύειν σύνεγγυς τῶν ὑπάτων, ἀλλὰ καὶ κατὰ τὰς πορείας καὶ κατὰ τὰς ἄλλας χρείας περὶ τὸν ὕπατον καὶ τὸν ταμίαν ποιεῖσθαι τὴν ἐπιμέλειαν καὶ τὴν ὅλην διατριβήν. [4] ἀντίκεινται δὲ τούτοις ἐπὶ τὸν χάρακα βλέποντες οἱ τὴν παραπλήσιον χρείαν παρεχόμενοι πεζοὶ τοῖς προειρημένοις ἱππεῦσιν. [5] ἑξῆς δὲ τούτοις δίοδος ἀπολείπεται πλάτος ποδῶν ἑκατόν, παράλληλος μὲν ταῖς τῶν χιλιάρχων σκηναῖς, ἐπὶ θάτερα δὲ τῆς ἀγορᾶς καὶ στρατηγίου καὶ ταμιείου παρατείνουσα παρὰ πάντα τὰ προειρημένα μέρη τοῦ χάρακος. [6] παρὰ δὲ τὴν ἀνωτέρω πλευρὰν ταύτης οἱ τῶν συμμάχων ἱππεῖς ἐπίλεκτοι στρατοπεδεύουσι, βλέποντες ἐπί τε τὴν ἀγορὰν ἅμα καὶ τὸ στρατήγιον καὶ τὸ ταμιεῖον. [7] κατὰ μέσην δὲ τὴν τούτων τῶν ἱππέων παρεμβολὴν καὶ κατ᾽ αὐτὴν τὴν τοῦ στρατηγίου περίστασιν δίοδος ἀπολείπεται πεντήκοντα ποδῶν, φέρουσα μὲν ἐπὶ τὴν ὄπισθε πλευρὰν τῆς στρατοπεδείας, τῇ δὲ τάξει πρὸς ὀρθὰς κειμένη τῇ προειρημένῃ πλατείᾳ. [8] τοῖς δ᾽ ἱππεῦσι τούτοις ἀντίτυποι τίθενται πάλιν οἱ τῶν συμμάχων ἐπίλεκτοι πεζοί, βλέποντες πρὸς τὸν χάρακα καὶ τὴν ὄπισθεν ἐπιφάνειαν τῆς ὅλης στρατοπεδείας. [9] τὸ δ᾽ ἀπολειπόμενον ἐξ ἑκατέρου τοῦ μέρους τούτων κένωμα παρὰ τὰς ἐκ τῶν πλαγίων πλευρὰς δίδοται τοῖς ἀλλοφύλοις καὶ τοῖς ἐκ τοῦ καιροῦ προσγινομένοις συμμάχοις. [10]

  [1] τούτων δ᾽ οὕτως ἐχόντων τὸ μὲν σύμπαν σχῆμα γίνεται τῆς στρατοπεδείας τετράγωνον ἰσόπλευρον, τὰ δὲ κατὰ μέρος ἤδη τῆς τε ῥυμοτομίας ἐν αὐτῇ καὶ τῆς ἄλλης οἰκονομίας πόλει παραπλησίαν ἔχει τὴν διάθεσιν. [11] τὸν δὲ χάρακα τῶν σκηνῶν ἀφιστᾶσι κατὰ πάσας τὰς ἐπιφανείας διακοσίους πόδας. τοῦτο δὲ τὸ κένωμα πολλὰς καὶ δοκίμους αὐτοῖς παρέχεται χρείας. [12] πρός τε γὰρ τὰς εἰσαγωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν στρατοπέδων εὐφυῶς ἔχει καὶ δεόντως ἕκαστοι γὰρ κατὰ τὰς ἑαυτῶν ῥύμας εἰς τοῦτο τὸ κένωμα ποιοῦνται τὴν ἔξοδον, ἀλλ᾽ οὐκ εἰς μίαν συμπίπτοντες ἀνατρέπουσι καὶ συμπατοῦσιν ἀλλήλους: [13] τάς τε τῶν παρεισαγομένων θρεμμάτων καὶ τὰς ἐκ τῶν πολεμίων λείας εἰς τοῦτο παράγοντες ἀσφαλῶς τηροῦσι τὰς νύκτας. [14] τὸ δὲ μέγιστον, ἐν ταῖς ἐπιθέσεσι ταῖς νυκτεριναῖς οὔτε πῦρ οὔτε βέλος ἐξικνεῖται πρὸς αὐτοὺς πλὴν τελείως ὀλίγων: γίνεται δὲ καὶ ταῦτα σχεδὸν ἀβλαβῆ διά τε τὸ μέγεθος τῆς ἀποστάσεως καὶ διὰ τὴν τῶν σκηνῶν περίστασιν. δεδομένου δὲ τοῦ πλήθους καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων καθ᾽ ἑκατέραν τὴν πρόθεσιν, ἄν τε τετρακισχιλίους ἄν τε πεντακισχιλίους εἰς ἕκαστον στρατόπεδον ποιῶσι, παραπλησίως δὲ καὶ τῶν σημαιῶν τοῦ τε βάθους καὶ τοῦ μήκους καὶ τοῦ πλήθους δεδομένου, πρὸς δὲ τούτοις τῶν κατὰ τὰς διόδους καὶ πλατείας διαστημάτων, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων δεδομένων, [2] συμβαίνει τοῖς βουλομένοις συνεφιστάνειν νοεῖν καὶ τοῦ χωρίου τὸ μέγεθος καὶ τὴν ὅλην περίμετρον τῆς παρεμβολῆς. ἐὰν δέ ποτε πλεονάζῃ τὸ τῶν συμμάχων πλῆθος, [3] ἢ τῶν ἐξ ἀρχῆς συστρατευομένων ἢ τῶν ἐκ τοῦ καιροῦ προσγινομένων, [4] τοῖς μὲν ἐκ τοῦ καιροῦ πρὸς τοῖς προειρημένοις καὶ τοὺς παρὰ τὸ στρατήγιον ἀναπληροῦσι τόπους, τὴν ἀγορὰν καὶ τὸ ταμιεῖον συναγαγόντες εἰς αὐτὸν τὸν κατεπείγοντα πρὸς τὴν χρείαν τόπον: [5] τοῖς δ᾽ ἐξ ἀρχῆς συνεκπορευομένοις, ἐὰν ᾖ πλῆθος ἱκανώτερον, ῥύμην μίαν ἐξ ἑκατέρου τοῦ μέρους τῶν Ῥωμαϊκῶν στρατοπέδων πρὸς ταῖς ὑπαρχούσαις παρὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας παρατιθέασι. [6] πάντων δὲ τῶν τεττάρων στρατοπέδων καὶ τῶν ὑπάτων ἀμφοτέρων εἰς ἕνα χάρακα συναθροισθέντων, οὐδὲν ἕτερον δεῖ νοεῖν πλὴν δύο στρατιὰς κατὰ τὸν ἄρτι λόγον παρεμβεβληκυίας ἀντεστραμμένας αὑταῖς συνηρμόσθαι, συναπτούσας κατὰ τὰς τῶν ἐπιλέκτων ἑκατέρου τοῦ στρατοπέδου παρεμβολάς, οὓς ἐποιοῦμεν εἰς τὴν ὀπίσω βλέποντας ἐπιφάνειαν τῆς ὅλης παρεμβολῆς, [7] ὅτε δὴ συμβαίνει γίνεσθαι τὸ μὲν σχῆμα παράμηκες, τὸ δὲ χωρίον διπλάσιον τοῦ πρόσθεν, τὴν δὲ περίμετρον ἡμιόλιον. [8] ὅταν μὲν οὖν συμβαίνῃ τοὺς ὑπάτους ἀμφοτέρους ὁμοῦ στρατοπεδεύειν, οὕτως ἀεὶ χρῶνται ταῖς στρατοπεδείαις: ὅταν δὲ χωρίς, τἄλλα μὲν ὡσαύτως, τὴν δ᾽ ἀγορὰν καὶ τὸ ταμιεῖον καὶ τὸ στρατήγιον μέσον τιθέασι τῶν δυεῖν στρατοπέδων.

  [1] μετὰ δὲ τὴν στρατοπεδείαν συναθροισθέντες οἱ χιλίαρχοι τοὺς ἐκ τοῦ στρατοπέδου πάντας ἐλευθέρους ὁμοῦ καὶ δούλους ὁρκίζουσι, καθ᾽ ἕνα ποιούμενοι τ�
�ν ὁρκισμόν. [2] ὁ δ᾽ ὅρκος ἐστὶ μηδὲν ἐκ τῆς παρεμβολῆς κλέψειν, ἀλλὰ κἂν εὕρῃ τι, τοῦτ᾽ ἀνοίσειν ἐπὶ τοὺς χιλιάρχους. [3] ἑξῆς δὲ τούτοις διέταξαν τὰς σημαίας ἐξ ἑκάστου στρατοπέδου τῶν πριγκίπων καὶ τῶν ἁστάτων, δύο μὲν εἰς τὴν ἐπιμέλειαν τοῦ τόπου τοῦ πρὸ τῶν χιλιάρχων: [4] τὴν γὰρ διατριβὴν ἐν ταῖς καθημερείαις οἱ πλεῖστοι τῶν Ῥωμαίων ἐν ταύτῃ ποιοῦνται τῇ πλατείᾳ: διόπερ ἀεὶ σπουδάζουσι περὶ ταύτης, ὡς ῥαίνηται καὶ καλλύνηται σφίσιν ἐπιμελῶς. [5] τῶν δὲ λοιπῶν ὀκτωκαίδεκα τρεῖς ἕκαστος τῶν χιλιάρχων διαλαγχάνει: τοσαῦται γάρ εἰσι τῶν ἁστάτων καὶ πριγκίπων ἐν ἑκάστῳ στρατοπέδῳ σημαῖαι κατὰ τὴν ἄρτι ῥηθεῖσαν διαίρεσιν, χιλίαρχοι δ᾽ ἕξ. [6] τῶν δὲ τριῶν σημαιῶν ἀνὰ μέρος ἑκάστη τῷ χιλιάρχῳ λειτουργεῖ λειτουργίαν τοιαύτην. ἐπειδὰν καταστρατοπεδεύσωσι, τὴν σκηνὴν ἱστᾶσιν οὗτοι καὶ τὸν περὶ τὴν σκηνὴν τόπον ἠδάφισαν. κἄν τι περιφράξαι δέῃ τῶν σκευῶν ἀσφαλείας χάριν, οὗτοι φροντίζουσι. [7] διδόασι δὲ καὶ φυλακεῖα δύο — τὸ δὲ φυλακεῖόν ἐστιν ἐκ τεττάρων ἀνδρῶν — ὧν οἱ μὲν πρὸ τῆς σκηνῆς, οἱ δὲ κατόπιν παρὰ τοὺς ἵππους ποιοῦνται τὴν φυλακήν. [8] οὐσῶν δὲ σημαιῶν ἑκάστῳ χιλιάρχῳ τριῶν, ἐν ἑκάστῃ δὲ τούτων ἀνδρῶν ὑπαρχόντων ὑπὲρ τοὺς ἑκατὸν χωρὶς τῶν τριαρίων καὶ γροσφομάχων — οὗτοι γὰρ οὐ λειτουργοῦσι — [9] τὸ μὲν ἔργον γίνεται κοῦφον διὰ τὸ παρὰ τετάρτην ἡμέραν ἑκάστῃ σημαίᾳ καθήκειν τὴν λειτουργίαν, τοῖς δὲ χιλιάρχοις ἅμα μὲν τὸ τῆς εὐχρηστίας ἀναγκαῖον, ἅμα δὲ τὸ τῆς τιμῆς διὰ τῶν προειρημένων ἀποτελεῖται σεμνὸν καὶ προστατικόν. [10] αἱ δὲ τῶν τριαρίων σημαῖαι τῆς μὲν τῶν χιλιάρχων παραλύονται λειτουργίας, εἰς δὲ τοὺς τῶν ἱππέων οὐλαμοὺς ἑκάστη σημαία καθ᾽ ἡμέραν δίδωσι φυλακεῖον ἀεὶ τῷ γειτνιῶντι κατόπιν τῶν οὐλαμῶν: [11] οἵτινες τηροῦσι μὲν καὶ τἄλλα, μάλιστα δὲ τοὺς ἵππους, ἵνα μήτ᾽ ἐμπλεκόμενοι τοῖς δέμασι βλάπτωνται πρὸς χρείαν μήτε λυόμενοι καὶ προσπίπτοντες ἄλλοις ἵπποις ταραχὰς καὶ θορύβους ἐμποιῶσι τῷ στρατοπέδῳ. [12] μία δ᾽ ἐξ ἁπασῶν καθ᾽ ἡμέραν σημαία ἀνὰ μέρος τῷ στρατηγῷ παρακοιτεῖ: ἥτις ἅμα μὲν ἀσφάλειαν παρασκευάζει τῷ στρατηγῷ πρὸς τὰς ἐπιβουλάς, ἅμα δὲ κοσμεῖ τὸ πρόσχημα τῆς ἀρχῆς.

  [1] τῆς δὲ ταφρείας καὶ χαρακοποιίας δύο μὲν ἐπιβάλλουσι πλευραὶ τοῖς συμμάχοις, παρ᾽ ἃς καὶ στρατοπεδεύει τὸ κέρας αὐτῶν ἑκάτερον, δύο δὲ τοῖς Ῥωμαίοις, ἑκατέρῳ τῷ στρατοπέδῳ μία. [2] διαιρεθείσης δὲ τῆς πλευρᾶς ἑκάστης κατὰ σημαίαν, τὴν μὲν κατὰ μέρος ἐπιμέλειαν οἱ ταξίαρχοι ποιοῦνται παρεστῶτες, τὴν δὲ καθόλου δοκιμασίαν τῆς πλευρᾶς δύο τῶν χιλιάρχων. [3] ὁμοίως δὲ καὶ τὴν λοιπὴν τὴν κατὰ τὸ στρατόπεδον ἐπιμέλειαν οὗτοι ποιοῦνται: κατὰ δύο γὰρ σφᾶς αὐτοὺς διελόντες ἀνὰ μέρος τῆς ἑκμήνου τὴν δίμηνον ἄρχουσι, καὶ πάσης οἱ λαχόντες τῆς ἐν τοῖς ὑπαίθροις προΐστανται χρείας. [4] ὁ δ᾽ αὐτὸς τρόπος τῆς ἀρχῆς ἐστι καὶ τῶν πραιφέκτων περὶ τοὺς συμμάχους. [5] οἱ δ᾽ ἱππεῖς καὶ ταξίαρχοι πάντες ἅμα τῷ φωτὶ παραγίνονται πρὸς τὰς τῶν χιλιάρχων σκηνάς, οἱ δὲ χιλίαρχοι πρὸς τὸν ὕπατον. [6] κἀκεῖνος μὲν τὸ κατεπεῖγον ἀεὶ παραγγέλλει τοῖς χιλιάρχοις, οἱ δὲ χιλίαρχοι τοῖς ἱππεῦσι καὶ ταξιάρχοις, οὗτοι δὲ τοῖς πολλοῖς, ὅταν ἑκάστων ὁ καιρὸς ᾖ. [7]

  [1] τὴν δὲ τοῦ νυκτερινοῦ συνθήματος παράδοσιν ἀσφαλίζονται τὸν τρόπον τοῦτον. [8] καθ᾽ ἕκαστον γένος καὶ τῶν ἱππέων καὶ τῶν πεζῶν ἐκ τῆς δεκάτης σημαίας καὶ τελευταίας στρατοπεδευούσης κατὰ τὰς ῥύμας, ἐκ τούτων εἷς ἑκάστης ἀνὴρ λαμβάνεται κατ᾽ ἐκλογήν, ὃς τῶν μὲν κατὰ τὰς φυλακὰς λειτουργιῶν ἀπολύεται, παραγίνεται δὲ καθ᾽ ἡμέραν δύνοντος ἡλίου πρὸς τὴν τοῦ χιλιάρχου σκηνήν, καὶ λαβὼν τὸ σύνθημα — τοῦτο δ᾽ ἐστὶ πλατεῖον ἐπιγεγραμμένον — [9] ἀπαλλάττεται πάλιν. ἀναχωρήσας δ᾽ ἐπὶ τὴν αὑτοῦ σημαίαν τό τε ξυλήφιον παρέδωκε καὶ τὸ σύνθημα μετὰ μαρτύρων τῷ τῆς ἐχομένης σημαίας ἡγεμόνι, παραπλησίως δὲ πάλιν οὗτος τῷ τῆς ἐχομένης. [10] τὸ δ᾽ ὅμοιον ἑξῆς ποιοῦσι πάντες, ἕως ἂν ἐπὶ τὰς πρώτας καὶ σύνεγγυς τοῖς χιλιάρχοις στρατοπεδευούσας σημαίας ἐξικνῆται. τούτους δὲ δεῖ τὸ πλατεῖον ἔτι φωτὸς ὄντος ἀναφέρειν πρὸς τοὺς χιλιάρχους. [11] κἂν μὲν ἀνενεχθῇ πάντα τὰ δοθέντα, γινώσκει διότι δέδοται τὸ σύνθημα πᾶσι καὶ διὰ πάντων εἰς αὐτὸν ἥκει: [12] ἐὰν δ᾽ ἐλλείπῃ τι, παρὰ πόδας ζητεῖ τὸ γεγονός, εἰδὼς ἐκ τῆς ἐπιγραφῆς ἐκ ποίου μέρους οὐχ ἥκει τὸ πλατεῖον. οὗ δ᾽ ἂν εὑρεθῇ τὸ κώλυμα, τυγχάνει τῆς καθηκούσης ζημίας. τὰ δὲ περὶ τὰς νυκτερινὰς φυλακὰς οὕτως οἰκονομεῖται παρ᾽ αὐτοῖς. [2] τὸν μὲν στρατηγὸν καὶ τὴν τούτου σκηνὴν ἡ παρακοιτοῦσα σημαία φυλάττει, τὰς δὲ τῶν χιλιάρχων καὶ τοὺς τῶν ἱππέων οὐλαμοὺς οἱ διατεταγμένοι κατὰ τὸν ἄρτι λόγον ἐξ ἑκάστης σημαίας. [3] ὁμοίως δὲ καὶ παρ᾽ ἕκαστον τάγμα πάντες ἐξ ἑαυτῶν τιθέασι φυλακήν: τὰς δὲ λοιπὰς ὁ στρατηγὸς ἀποτάττει. [4] γίνονται δ᾽ ὡς ἐπίπαν τρεῖς φυλακαὶ παρὰ τὸν ταμίαν, καὶ παρ᾽ ἕκαστον τῶν πρεσβευτῶν καὶ συμβούλων δύο. [5] τὴν δ᾽ ἐκτὸς ἐπιφάνειαν οἱ γροσφομάχοι πληροῦσι, παρ᾽ ὅλον καθ᾽ ἡμέραν τ
ὸν χάρακα παρακοιτοῦντες — αὕτη γὰρ ἐπιτέτακται τούτοις ἡ λειτουργία — ἐπί τε τῶν εἰσόδων ἀνὰ δέκα ποιοῦνται τούτων αὐτῶν τὰς προκοιτίας. [6] τῶν δ᾽ εἰς τὰς φυλακὰς ἀποταχθέντων ἀφ᾽ ἑκάστου φυλακείου τὸν τὴν πρώτην μέλλοντα τηρεῖν εἷς ἐξ ἑκάστης σημαίας οὐραγὸς ἄγει πρὸς τὸν χιλίαρχον ἑσπέρας: [7] ὁ δὲ δίδωσι τούτοις πᾶσι ξυλήφια κατὰ φυλακήν, βραχέα τελέως, ἔχοντα χαρακτῆρα. λαβόντες δ᾽ οὗτοι μὲν ἐπὶ τοὺς ἀποδεδειγμένους ἀπαλλάττονται τόπους. [8]

 

‹ Prev