by Polybius
[1] τινὰ τελέως εἰς αὐτὸν ἀπένειμαν φυλακήν. διόπερ ἅμα τῷ συνεγγίζειν τοὺς Μακεδόνας εὐθέως ἐκ τῆς πόλεως ἐξεχέοντο, θαρροῦντες ἐπί τε τῷ πλήθει καὶ ταῖς τῶν τόπων ὀχυρότησι. [2] τοὺς μὲν οὖν πελταστὰς ὁ βασιλεὺς ἐν τοῖς ἐπιπέδοις ἐπέστησε, τοῖς δὲ κούφοις παρήγγειλε προβαίνειν πρὸς τοὺς λόφους καὶ συμπλέκεσθαι πρὸς τοὺς πολεμίους ἐρρωμένως. ποιούντων δὲ τὸ παραγγελθέν, [3] ἐπὶ ποσὸν μὲν ὁ κίνδυνος πάρισος ἦν μετὰ δὲ ταῦτα καὶ ταῖς δυσχωρίαις εἴξαντες οἱ παρὰ τοῦ Φιλίππου καὶ τῷ πλήθει τῶν πολεμίων ἐτράπησαν. [4] καταφυγόντων δὲ τούτων εἰς τοὺς πελταστὰς οἱ μὲν ἐκ τῆς πόλεως καταφρονήσαντες προῄεσαν καὶ συγκαταβάντες ἐν τοῖς ἐπιπέδοις προσεμάχοντο τοῖς πελτασταῖς: [5] οἱ δὲ τὸν Ἀκρόλισσον φυλάττοντες, θεωροῦντες τὸν Φίλιππον ἐκ διαδοχῆς ταῖς σπείραις ἐπὶ πόδα ποιούμενον τὴν ἀναχώρησιν, καὶ δόξαντες τοῖς ὅλοις αὐτὸν εἴκειν, ἔλαθον ἐκκληθέντες διὰ τὸ πιστεύειν τῇ φύσει τοῦ τόπου, [6] κἄπειτα κατ᾽ ὀλίγους ἐκλιπόντες τὸν Ἀκρόλισσον κατέρρεον ταῖς ἀνοδίαις εἰς τοὺς ὁμαλοὺς καὶ πεδινοὺς τόπους, ὡς ἤδη τινὸς ὠφελείας καὶ τροπῆς τῶν πολεμίων ἐσομένης. [7] κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ τὰς ἐνέδρας ἐκ τῆς μεσογαίας διειληφότες ἀφανῶς ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν ἔφοδον: ἅμα δὲ τούτοις ἐκ μεταβολῆς οἱ πελτασταὶ συνεπέθεντο τοῖς ὑπεναντίοις. [8] οὗ συμβάντος διαταραχθέντες οἱ μὲν ἐκ τοῦ Λίσσου σποράδην ποιούμενοι τὴν ἀναχώρησιν διεσῴζοντο πρὸς τὴν πόλιν, οἱ δὲ τὸν Ἀκρόλισσον ἐκλιπόντες ἀπετμήθησαν ὑπὸ τῶν ἐκ τῆς ἐνέδρας ἐξαναστάντων. [9] διὸ καὶ συνέβη τὸ μὲν ἀνέλπιστον, τὸν Ἀκρόλισσον παραχρῆμα ληφθῆναι χωρὶς κινδύνων, τὸν δὲ Λίσσον τῇ κατὰ πόδας ἡμέρᾳ μετὰ μεγάλων ἀγώνων, ποιησαμένων τῶν Μακεδόνων ἐνεργοὺς καὶ καταπληκτικὰς προσβολάς. Φίλιππος μὲν οὖν, [10] παραδόξως ἐγκρατὴς γενόμενος τῶν προειρημένων τόπων, ἅπαντας τοὺς πέριξ ὑποχειρίους ἐποιήσατο διὰ ταύτης τῆς πράξεως, ὥστε τοὺς πλείστους τῶν Ἰλλυριῶν ἐθελοντὴν ἐπιτρέπειν αὐτῷ τὰς πόλεις: [11] οὐδεμία γὰρ ὀχυρότης ἔτι πρὸς τὴν Φιλίππου βίαν οὐδ᾽ ἀσφάλεια τοῖς ἀντιταττομένοις προυφαίνετο, κεκρατημένων μετὰ βίας τῶν προειρημένων ὀχυρωμάτων. [Cod. Urb. fol. 107 exc. ant. p. 199.]
[1] Δασσαρῆται ἔθνος Ἰλλυρίας: Πολύβιος ὀγδόῳ. [Steph. Byz. p. 220, 21 Mein.] Ὕσκανα πόλις Ἰλλυρίδος οὐδετέρως: Πολύβιος η#. [ibid. p. 653, 14 Mein.] IV. Res Asiae Βῶλις ἦν ἀνὴρ γένει μὲν Κρής, χρόνον δὲ πολὺν ἐν τῇ βασιλείᾳ διατετριφὼς ἐν ἡγεμονικῇ προστασίᾳ, δοκῶν δὲ καὶ σύνεσιν ἔχειν καὶ τόλμαν παράβολον καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς οὐδενὸς ἐλάττω. [2] τοῦτον ὁ Σωσίβιος διὰ πλειόνων λόγων πιστωσάμενος, καὶ παρασκευάσας εὔνουν ἑαυτῷ καὶ πρόθυμον, ἀναδίδωσι τὴν πρᾶξιν, λέγων ὡς οὐδὲν ἂν τῷ βασιλεῖ μεῖζον χαρίσαιτο κατὰ τοὺς ἐνεστῶτας καιροὺς ἢ συνεπινοήσας πῶς καὶ τίνι τρόπῳ δύναται σῶσαι τὸν Ἀχαιόν. [3] τότε μὲν οὖν διακούσας ὁ Βῶλις, καὶ φήσας ἐπισκέψασθαι περὶ τῶν εἰρημένων, ἐχωρίσθη: [4] δοὺς δὲ λόγον ἑαυτῷ, καὶ μετὰ δύ᾽ ἢ τρεῖς ἡμέρας προσελθὼν πρὸς τὸν Σωσίβιον, ἀνεδέξατο τὴν πρᾶξιν εἰς αὑτόν, φήσας καὶ γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τῶν τόπων ἐμπειρεῖν, καὶ τὸν Καμβύλον τὸν ἡγεμόνα τῶν παρ᾽ Ἀντιόχῳ στρατευομένων Κρητῶν οὐ μόνον πολίτην, ἀλλὰ καὶ συγγενῆ καὶ φίλον ὑπάρχειν αὑτῷ. [5] συνέβαινε δὲ καὶ τὸν Καμβύλον καὶ τοὺς ὑπὸ τοῦτον ταττομένους Κρῆτας πεπιστεῦσθαί τι τῶν φυλακτηρίων τῶν κατὰ τοὺς ὄπισθε τόπους τῆς ἄκρας, οἵτινες κατασκευὴν μὲν οὐκ ἐπεδέχοντο, τῇ δὲ συνεχείᾳ τῶν ὑπὸ τὸν Καμβύλον τεταγμένων ἀνδρῶν ἐτηροῦντο. [6] τοῦ δὲ Σωσιβίου δεξαμένου τὴν ἐπίνοιαν, καὶ διειληφότος ἢ μὴ δυνατὸν εἶναι σωθῆναι τὸν Ἀχαιὸν ἐκ τῶν περιεστώτων, ἢ δυνατοῦ καθάπαξ ὑπάρχοντος διὰ μηδενὸς ἂν ἑτέρου γενέσθαι τοῦτο βέλτιον ἢ διὰ Βώλιδος, τοιαύτης δὲ συνδραμούσης καὶ περὶ τὸν Βῶλιν προθυμίας, ταχέως ἐλάμβανε τὸ πρᾶγμα προκοπήν. [7] ὅ τε γὰρ Σωσίβιος ἅμα μὲν προεδίδου τῶν χρημάτων εἰς τὸ μηδὲν ἐλλείπειν εἰς τὰς ἐπιβολάς, πολλὰ δ᾽ εὖ γενομένων ὑπισχνεῖτο δώσειν, [8] τὰς δὲ παρ᾽ αὐτοῦ τοῦ βασιλέως καὶ παρ᾽ Ἀχαιοῦ τοῦ σῳζομένου χάριτας ἐξ ὑπερβολῆς αὔξων εἰς μεγάλας ἐλπίδας ἦγε τὸν Βῶλιν: [9] ὅ τε προειρημένος ἀνήρ, ἕτοιμος ὢν πρὸς τὴν πρᾶξιν, οὐδένα χρόνον ἐπιμείνας ἐξέπλευσε, συνθήματα λαβὼν καὶ πίστεις πρός τε Νικόμαχον εἰς Ῥόδον, ὃς ἐδόκει πατρὸς ἔχειν διάθεσιν κατὰ τὴν εὔνοιαν καὶ πίστιν πρὸς τὸν Ἀχαιόν, ὁμοίως δὲ καὶ πρὸς Μελαγκόμαν εἰς Ἔφεσον. [10] οὗτοι γὰρ ἦσαν, δι᾽ ὧν καὶ τὸν πρὸ τοῦ χρόνον Ἀχαιὸς τά τε πρὸς τὸν Πτολεμαῖον καὶ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἐπιβολὰς ἐχείριζε.
[1] παραγενόμενος δ᾽ εἰς τὴν Ῥόδον καὶ μετὰ ταῦτα πάλιν εἰς τὴν Ἔφεσον, καὶ κοινωσάμενος τοῖς προειρημένοις ἀνδράσι, καὶ λαβὼν αὐτοὺς ἑτοίμους εἰς τὰ παρακαλούμενα, μετὰ ταῦτ᾽ Ἀριανόν τινα τῶν ὑφ᾽ αὑτὸν ταττομένων διαπέμπεται πρὸς τὸν Καμβύλον, [2] φήσας ἐξαπεστάλθαι μὲν ἐκ τῆς Ἀλεξανδρείας ξενολογήσων, βούλεσθαι δὲ τῷ Καμβύλῳ συμμῖξαι περί τινων ἀναγκαίων: διόπερ ᾤετο δεῖν τάξασθαι κ
αιρὸν καὶ τόπον, ἐν ᾧ μηδενὸς συνειδότος αὑτοῖς συναντήσουσι. [3] ταχὺ δὲ τοῦ Ἀριανοῦ συμμίξαντος τῷ Καμβύλῳ καὶ δηλώσαντος τὰς ἐντολάς, ἑτοίμως ὁ προειρημένος ἀνὴρ ὑπήκουσε τοῖς παρακαλουμένοις, καὶ συνθέμενος ἡμέραν καὶ τόπον ἑκατέρῳ γνωστόν, εἰς ὃν παρέσται νυκτός, ἀπέπεμψε τὸν Ἀριανόν. [4] ὁ δὲ Βῶλις, ἅτε Κρὴς ὑπάρχων καὶ φύσει ποικίλος, πᾶν ἐβάσταζε πρᾶγμα καὶ πᾶσαν ἐπίνοιαν ἐψηλάφα. [5] τέλος δὲ συμμίξας τῷ Καμβύλῳ κατὰ τὴν τοῦ Ἀριανοῦ σύνταξιν ἔδωκε τὴν ἐπιστολήν. ἧς τεθείσης εἰς τὸ μέσον ἐποιοῦντο τὴν σκέψιν Κρητικήν: [6] οὐ γὰρ ἐσκόπουν ὑπὲρ τῆς τοῦ κινδυνεύοντος σωτηρίας οὐδ᾽ ὑπὲρ τῆς τῶν ἐγχειρισάντων τὴν πρᾶξιν πίστεως, ἀλλ᾽ ὑπὲρ τῆς αὑτῶν ἀσφαλείας καὶ τοῦ σφίσιν αὐτοῖς συμφέροντος. [7] διόπερ ἀμφότεροι Κρῆτες ὄντες συντόμως κατηνέχθησαν ἐπὶ τὴν αὐτὴν γνώμην: αὕτη δ᾽ ἦν τὰ μὲν παρὰ τοῦ Σωσιβίου προδεδομένα δέκα τάλαντα διελέσθαι κοινῇ, [8] τὴν δὲ πρᾶξιν Ἀντιόχῳ δηλώσαντας καὶ συνεργῷ χρησαμένους ἐπαγγείλασθαι τὸν Ἀχαιὸν ἐγχειριεῖν αὐτῷ, λαβόντας χρήματα καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀξίας τῆς προειρημένης ἐπιβολῆς. [9] τούτων δὲ κυρωθέντων ὁ μὲν Καμβύλος ἀνεδέξατο χειριεῖν τὰ κατὰ τὸν Ἀντίοχον, ὁ δὲ Βῶλις ἐτάξατο μετά τινας ἡμέρας πέμψειν τὸν Ἀριανὸν πρὸς τὸν Ἀχαιόν, ἔχοντα παρά τε τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθηματικὰ γράμματα. [10] περὶ δὲ τοῦ παρεισελθεῖν τὸν Ἀριανὸν εἰς τὴν ἄκραν ἀσφαλῶς καὶ πάλιν ἀπελθεῖν, ἐκεῖνον ἐκέλευε φροντίζειν. [11] ἐὰν δὲ προσδεξάμενος τὴν ἐπιβολὴν Ἀχαιὸς ἀντιφωνήσῃ τοῖς περὶ τὸν Νικόμαχον καὶ Μελαγκόμαν, οὕτως ἔφη δώσειν ὁ Βῶλις αὑτὸν εἰς τὴν χρείαν καὶ συμμίξειν τῷ Καμβύλῳ. [12] τῆς δὲ διατάξεως γενομένης τοιαύτης χωρισθέντες ἔπραττον ἑκάτεροι τὰ συντεταγμένα.
[1] καὶ λαβὼν καιρὸν πρῶτον ὁ Καμβύλος προσφέρει τῷ βασιλεῖ τὸν λόγον. [2] ὁ δ᾽ Ἀντίοχος, πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας, τὰ μὲν ὑπερχαρὴς ὢν πάνθ᾽ ὑπισχνεῖτο, τὰ δὲ διαπιστῶν ἐξήταζε τὰς κατὰ μέρος ἐπινοίας καὶ παρασκευὰς αὐτῶν. [3] μετὰ δὲ ταῦτα πιστεύσας, καὶ νομίζων ὡς ἂν εἰ σὺν θεῷ γίνεσθαι τὴν ἐπιβολήν, ἠξίου καὶ πολλάκις ἐδεῖτο τοῦ Καμβύλου συντελεῖν τὴν πρᾶξιν. [4] τὸ δὲ παραπλήσιον ὁ Βῶλις ἐποίει πρὸς τὸν Νικόμαχον καὶ Μελαγκόμαν. οἱ δὲ πιστεύοντες ἀπὸ τοῦ κρατίστου γίνεσθαι τὴν ἐπιβολήν, καὶ παραυτίκα τῷ Ἀριανῷ συνθέντες τὰς πρὸς τὸν Ἀχαιὸν ἐπιστολὰς γεγραμμένας συνθηματικῶς, καθάπερ ἔθος ἦν αὐτοῖς, [5] οὕτως ὥστε τὸν κυριεύσαντα τῆς ἐπιστολῆς μὴ δύνασθαι γνῶναι μηδὲν τῶν ἐν αὐτῇ γεγραμμένων, ἐξαπέστειλαν παρακαλοῦντες πιστεύειν τοῖς περὶ τὸν Βῶλιν καὶ τὸν Καμβύλον. [6] ὁ δ᾽ Ἀριανὸς διὰ τοῦ Καμβύλου παρελθὼν εἰς τὴν ἄκραν τὰ γεγραμμένα τοῖς περὶ τὸν Ἀχαιὸν ἀπέδωκε, καὶ συμπαρὼν ἀπὸ τῆς ἀρχῆς τοῖς γινομένοις ἀκριβῶς τὸν κατὰ μέρος ὑπὲρ ἑκάστων ἀπεδίδου λόγον, πολλάκις μὲν καὶ ποικίλως ὑπὲρ τῶν κατὰ τὸν Σωσίβιον καὶ Βῶλιν ἀνακρινόμενος, πολλάκις δὲ περὶ Νικομάχου καὶ Μελαγκόμα, μάλιστα δὲ περὶ τῶν κατὰ τὸν Καμβύλον. [7] οὐ μὴν ἀλλ᾽ αὐτοπαθῶς καὶ γενναίως ὑπέμενε τοὺς ἐλέγχους, καὶ μάλιστα διὰ τὸ μὴ γινώσκειν τὸ συνέχον τῶν τῷ Καμβύλῳ καὶ Βώλιδι δεδογμένων. [8] Ἀχαιὸς δὲ καὶ διὰ τῶν ἀνακρίσεων τῶν τοῦ Ἀριανοῦ καὶ μάλιστα διὰ τῶν παρὰ τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθημάτων πιστεύσας ἀντεφώνησε, καὶ παραχρῆμα πάλιν ἐξέπεμψε τὸν Ἀριανόν. [9] πλεονάκις δὲ τούτου γινομένου παρ᾽ ἑκατέρων, τέλος οἱ περὶ τὸν Ἀχαιὸν ἐπέτρεψαν περὶ σφῶν τοῖς περὶ τὸν Νικόμαχον, ἅτε μηδεμιᾶς ἄλλης ἐλπίδος ἔτι καταλειπομένης πρὸς σωτηρίαν, καὶ πέμπειν ἐκέλευον ἅμα τῷ Ἀριανῷ τὸν Βῶλιν ἀσελήνου νυκτός, ὡς ἐγχειριοῦντες αὑτούς. [10] ἦν γάρ τις ἐπίνοια περὶ τὸν Ἀχαιὸν τοιαύτη, πρῶτον μὲν διαφυγεῖν τοὺς ἐνεστῶτας κινδύνους, μετὰ δὲ ταῦτα ποιήσασθαι δίχα προόδου τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ Συρίαν τόπους: [11] πάνυ γὰρ εἶχε μεγάλας ἐλπίδας ἐπιφανεὶς ἄφνω καὶ παραδόξως τοῖς κατὰ Συρίαν ἀνθρώποις, καὶ ἔτι διατρίβοντος Ἀντιόχου περὶ τὰς Σάρδεις, μέγα ποιήσειν κίνημα καὶ μεγάλης ἀποδοχῆς τεύξεσθαι παρά τε τοῖς Ἀντιοχεῦσι καὶ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην.
[1] ὁ μὲν οὖν Ἀχαιὸς ἐπί τινος τοιαύτης προσδοκίας καὶ διαλογισμῶν ὑπάρχων ἐκαραδόκει τὴν παρουσίαν τοῦ Βώλιδος: [2] οἱ δὲ περὶ τὸν Μελαγκόμαν ἀποδεξάμενοι τὸν Ἀριανὸν καὶ τὰς ἐπιστολὰς ἀναγνόντες, ἐξέπεμπον τὸν Βῶλιν, παρακαλέσαντες διὰ πλειόνων καὶ μεγάλας ἐλπίδας ὑποδείξαντες, ἐὰν καθίκηται τῆς ἐπιβολῆς. [3] ὁ δὲ προδιαπεμψάμενος τὸν Ἀριανόν, καὶ δηλώσας τῷ Καμβύλῳ τὴν αὑτοῦ παρουσίαν, ἧκε νυκτὸς ἐπὶ τὸν συντεθέντα τόπον. [4] γενόμενοι δὲ μίαν ἡμέραν ἐπὶ ταὐτό, καὶ συνταξάμενοι περὶ τοῦ πῶς χειρισθήσεται τὰ κατὰ μέρος, μετὰ ταῦτα νυκτὸς εἰσῆλθον εἰς τὴν παρεμβολήν. [5] ἡ δὲ διάταξις αὐτῶν ἐγεγόνει τοιαύτη τις: εἰ μὲν συμβαίη τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἐλθεῖν μόνον ἢ καὶ δεύτερον μετὰ τοῦ Βώλιδος καὶ Ἀριανοῦ, τελέως εὐκαταφρόνητος, ἔτι δ᾽ εὐχείρωτος ἔμελλε γίνεσθαι τοῖς ἐνεδρεύουσιν: [6] εἰ δὲ μ�
�τὰ πλειόνων, δύσχρηστος ἡ πρόθεσις ἀπέβαινε τοῖς πεπιστευμένοις, ἄλλως τε καὶ ζωγρίᾳ σπεύδουσι κυριεῦσαι διὰ τὸ τῆς πρὸς τὸν Ἀντίοχον χάριτος τὸ πλεῖστον ἐν τούτῳ κεῖσθαι τῷ μέρει. [7] διόπερ ἔδει τὸν μὲν Ἀριανόν, ὅταν ἐξάγῃ τὸν Ἀχαιόν, ἡγεῖσθαι διὰ τὸ γινώσκειν τὴν ἀτραπόν, ᾗ πολλάκις ἐπεποίητο καὶ τὴν εἴσοδον καὶ τὴν ἔξοδον, [8] τὸν δὲ Βῶλιν ἀκολουθεῖν τῶν ἄλλων κατόπιν, ἵν᾽ ἐπειδὰν παραγένηται πρὸς τὸν τόπον, ἐν ᾧ τοὺς ἐνεδρεύοντας ἑτοίμους ὑπάρχειν ἔδει διὰ τοῦ Καμβύλου, τότ᾽ ἐπιλαβόμενος κρατοίη τὸν Ἀχαιόν, καὶ μήτε διαδραίη κατὰ τὸν θόρυβον νυκτὸς οὔσης διὰ τόπων ὑλωδῶν, μήθ᾽ αὑτὸν ῥίψαι κατά τινος κρημνοῦ περιπαθὴς γενόμενος, πέσοι δὲ κατὰ τὴν πρόθεσιν ὑπὸ τὰς τῶν ἐχθρῶν χεῖρας ζωγρίᾳ. [9] τούτων δὲ συγκειμένων, καὶ παραγενομένου τοῦ Βώλιδος ὡς τὸν Καμβύλον, ᾗ μὲν ἦλθε νυκτί, ταύτῃ παράγει πρὸς τὸν Ἀντίοχον τὸν Βῶλιν ὁ Καμβύλος μόνος πρὸς μόνον. [10] ἀποδεξαμένου δὲ τοῦ βασιλέως φιλοφρόνως, καὶ δόντος πίστεις ὑπὲρ τῶν ἐπαγγελιῶν, καὶ παρακαλέσαντος ἀμφοτέρους διὰ πλειόνων μηκέτι μέλλειν ὑπὲρ τῶν προκειμένων, τότε μὲν ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν, [11] ὑπὸ δὲ τὴν ἑωθινὴν Βῶλις ἀνέβη μετὰ τοῦ Ἀριανοῦ, καὶ παρεισῆλθεν ἔτι νυκτὸς εἰς τὴν ἄκραν.