Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 233
Delphi Complete Works of Polybius Page 233

by Polybius


  [1] προχωρεῖν τὴν πρᾶξιν εἴχετο τῶν προκειμένων. ἀπομερίσας δὲ τῶν Κελτῶν εἰς δισχιλίους, καὶ διελὼν εἰς τρία μέρη τούτους, συνέστησε τῶν νεανίσκων δύο πρὸς ἕκαστον μέρος τῶν χειριζόντων τὴν πρᾶξιν. [2] ἀκολούθως δὲ καὶ τῶν παρ᾽ αὑτοῦ τινας ἡγεμόνων συνεξαπέστειλε, προστάξας διαλαβεῖν τῶν εἰς τὴν ἀγορὰν φερουσῶν ὁδῶν τὰς εὐκαιροτάτας. [3] ὅταν δὲ τοῦτο πράξωσι, τοῖς μὲν ἐγχωρίοις νεανίσκοις ἐξαιρεῖσθαι παρήγγειλε καὶ σῴζειν τοὺς ἐντυγχάνοντας τῶν πολιτῶν, ἀναβοῶντας ἐκ πολλοῦ μένειν κατὰ χώραν Ταραντίνους, ὡς ὑπαρχούσης αὐτοῖς τῆς ἀσφαλείας, [4] τοῖς δὲ παρὰ τῶν Καρχηδονίων καὶ τῶν Κελτῶν ἡγεμόσι κτείνειν διεκελεύσατο τοὺς ἐντυγχάνοντας τῶν Ῥωμαίων. οὗτοι μὲν οὖν χωρισθέντες ἀλλήλων ἔπραττον μετὰ ταῦτα τὸ προσταχθέν. [5] τῆς δὲ τῶν πολεμίων εἰσόδου καταφανοῦς ἤδη γενομένης τοῖς Ταραντίνοις, πλήρης ἡ πόλις κραυγῆς ἐγίνετο καὶ ταραχῆς παρηλλαγμένης. [6] ὁ μὲν οὖν Γάϊος, προσπεσούσης αὐτῷ τῆς εἰσόδου τῶν πολεμίων, συννοήσας ἀδύνατον αὑτὸν ὄντα διὰ τὴν μέθην, εὐθέως ἐξελθὼν ἐκ τῆς οἰκίας μετὰ τῶν οἰκετῶν καὶ παραγενόμενος ἐπὶ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν λιμένα, καὶ μετὰ ταῦτα τοῦ φύλακος ἀνοίξαντος αὐτῷ τὴν ῥινοπύλην, διαδὺς ταύτῃ καὶ λαβόμενος ἀκατίου τῶν ὁρμούντων, ἐμβὰς μετὰ τῶν οἰκετῶν εἰς τὴν ἄκραν παρεκομίσθη. [7] κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Φιλήμενον, ἡτοιμασμένοι σάλπιγγας Ῥωμαϊκὰς καί τινας τῶν αὐταῖς χρῆσθαι δυναμένων διὰ τὴν συνήθειαν, στάντες ἐπὶ τὸ θέατρον ἐσήμαινον. [8] τῶν δὲ Ῥωμαίων βοηθούντων ἐν τοῖς ὅπλοις κατὰ τὸν ἐθισμὸν εἰς τὴν ἄκραν, ἐχώρει τὸ πρᾶγμα κατὰ τὴν πρόθεσιν τοῖς Καρχηδονίοις: [9] παραγενόμενοι γὰρ ταῖς πλατείαις ἀτάκτως καὶ σποράδην οἱ μὲν εἰς τοὺς Καρχηδονίους ἐνέπιπτον, οἱ δ᾽ εἰς τοὺς Κελτούς: καὶ δὴ τῷ τοιούτῳ τρόπῳ φονευομένων αὐτῶν πολύ τι πλῆθος διεφθάρη. [10]

  [1] τῆς δ᾽ ἡμέρας ἐπιφαινομένης οἱ μὲν Ταραντῖνοι τὴν ἡσυχίαν εἶχον κατὰ τὰς οἰκήσεις, οὐδέπω δυνάμενοι τάξασθαι τὸ συμβαῖνον. [11] διὰ μὲν γὰρ τὴν σάλπιγγα καὶ τὸ μηδὲν ἀδίκημα γίνεσθαι μηδ᾽ ἁρπαγὴν κατὰ τὴν πόλιν, ἔδοξαν ἐξ αὐτῶν τῶν Ῥωμαίων εἶναι τὸ κίνημα. [12] τὸ δὲ πολλοὺς αὐτῶν ὁρᾶν πεφονευμένους ἐν ταῖς πλατείαις, καί τινας τῶν Γαλατῶν θεωρεῖσθαι σκυλεύοντας τοὺς τῶν Ῥωμαίων νεκρούς, ὑπέτρεχέ τις ἔννοια τῆς τῶν Καρχηδονίων παρουσίας. ἤδη δὲ τοῦ μὲν Ἀννίβου παρεμβεβληκότος τὴν δύναμιν εἰς τὴν ἀγοράν, τῶν δὲ Ῥωμαίων ἀποκεχωρηκότων εἰς τὴν ἄκραν διὰ τὸ προκατεσχῆσθαι φρουρᾷ ταύτην ὑπ᾽ αὐτῶν, ὄντος δὲ φωτὸς εἰλικρινοῦς, ὁ μὲν Ἀννίβας ἐκήρυττε τοὺς Ταραντίνους ἄνευ τῶν ὅπλων ἁθροίζεσθαι πάντας εἰς τὴν ἀγοράν, [2] οἱ δὲ νεανίσκοι περιπορευόμενοι τὴν πόλιν ἐβόων ἐπὶ τὴν ἐλευθερίαν, καὶ παρεκάλουν θαρρεῖν, ὡς ὑπὲρ ἐκείνων παρόντας τοὺς Καρχηδονίους. [3] ὅσοι μὲν οὖν τῶν Ταραντίνων προκατείχοντο τῇ πρὸς τοὺς Ῥωμαίους εὐνοίᾳ, γνόντες ἀπεχώρουν εἰς τὴν ἄκραν: οἱ δὲ λοιποὶ κατὰ τὸ κήρυγμα συνηθροίζοντο χωρὶς τῶν ὅπλων, πρὸς οὓς Ἀννίβας φιλανθρώπους διελέχθη λόγους. [4] τῶν δὲ Ταραντίνων ὁμοθυμαδὸν ἐπισημηναμένων ἕκαστα τῶν λεγομένων διὰ τὸ παράδοξον τῆς ἐλπίδος, τότε μὲν διαφῆκε τοὺς πολλούς, συντάξας ἕκαστον εἰς τὴν ἰδίαν οἰκίαν ἐπανελθόντας μετὰ σπουδῆς ἐπὶ τὴν θύραν ἐπιγράψαι ΤΑΡΑΝΤΙΝΟΥ. [5] τῷ δ᾽ ἐπὶ τὴν Ῥωμαϊκὴν κατάλυσιν ἐπιγράψαντι ταὐτὸ τοῦτο θάνατον ὥρισε τὴν ζημίαν. [6] αὐτὸς δὲ διελὼν τοὺς ἐπιτηδειοτάτους τῶν ἐπὶ τῶν πραγμάτων ἐφῆκε διαρπάζειν τὰς τῶν Ῥωμαίων οἰκίας, σύνθημα δοὺς πολεμίας νομίζειν τὰς ἀνεπιγράφους, τοὺς δὲ λοιποὺς συνέχων ἐν τάξει τούτοις ἐφέδρους.

  [1] πολλῶν δὲ καὶ παντοδαπῶν κατασκευασμάτων ἁθροισθέντων ἐκ τῆς διαρπαγῆς, καὶ γενομένης ὠφελείας τοῖς Καρχηδονίοις ἀξίας τῶν προσδοκωμένων ἐλπίδων, [2] τότε μὲν ἐπὶ τῶν ὅπλων ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπιοῦσαν ἡμέραν Ἀννίβας συνεδρεύσας μετὰ τῶν Ταραντίνων ἔκρινε διατειχίσαι τὴν πόλιν ἀπὸ τῆς ἄκρας, ἵνα μηδεὶς ἔτι φόβος ἐπικάθηται τοῖς Ταραντίνοις ἀπὸ τῶν κατεχόντων τὴν ἀκρόπολιν Ῥωμαίων. [3] πρῶτον μὲν οὖν ἐπεβάλετο προθέσθαι χάρακα παράλληλον τῷ τείχει τῆς ἀκροπόλεως καὶ τῇ πρὸ τούτου τάφρῳ. [4] σαφῶς δὲ γινώσκων οὐκ ἐάσοντας τοὺς ὑπεναντίους, ἀλλ᾽ ἐναποδειξομένους τῇδέ πῃ τὴν αὑτῶν δύναμιν, ἡτοίμασε χεῖρας ἐπιτηδειοτάτας, νομίζων πρὸς τὸ μέλλον οὐδὲν ἀναγκαιότερον εἶναι τοῦ καταπλήξασθαι μὲν τοὺς Ῥωμαίους, εὐθαρσεῖς δὲ ποιῆσαι τοὺς Ταραντίνους. [5] ἅμα δὲ τῷ τίθεσθαι τὸν πρῶτον χάρακα θρασέως τῶν Ῥωμαίων καὶ τετολμηκότως ἐπιχειρούντων τοῖς ὑπεναντίοις, βραχὺ συμμίξας Ἀννίβας καὶ τὰς ὁρμὰς τῶν προειρημένων ἐκκαλεσάμενος, ἐπεὶ προέπεσον οἱ πλείους ἐκτὸς τῆς τάφρου, δοὺς παράγγελμα τοῖς αὑτοῦ προσέβαλε τοῖς πολεμίοις. [6] γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς, ὡς ἂν ἐν βραχεῖ χώρῳ καὶ περιτετειχισμένῳ τῆς συμπλοκῆς ἐπιτελουμένης, τὸ πέρας ἐκβιασθέντες ἐτράπησαν οἱ Ῥωμαῖοι. [7] καὶ πολλοὶ μὲν ἔπεσον ἐν χειρῶν νόμῳ, τὸ δὲ πλεῖον αὐτῶν μέρος ἀπωθούμενον καὶ συγκρη�
�νιζόμενον ἐν τῇ τάφρῳ διεφθάρη.

  [1] τότε μὲν οὖν Ἀννίβας προβαλόμενος ἀσφαλῶς τὸν χάρακα τὴν ἡσυχίαν ἔσχε, τῆς ἐπιβολῆς αὐτῷ κατὰ νοῦν κεχωρηκυίας. [2] τοὺς μὲν γὰρ ὑπεναντίους συγκλείσας ἠνάγκασε μένειν ἐντὸς τοῦ τείχους, δεδιότας οὐ μόνον περὶ σφῶν, ἀλλὰ καὶ περὶ τῆς ἄκρας, [3] τοῖς δὲ πολιτικοῖς τοιοῦτο παρέστησε θάρσος ὥστε καὶ χωρὶς τῶν Καρχηδονίων ἱκανοὺς αὑτοὺς ὑπολαμβάνειν ἔσεσθαι τοῖς Ῥωμαίοις. [4] μετὰ δὲ ταῦτα μικρὸν ἀπὸ τοῦ χάρακος ἀποστήσας ὡς πρὸς τὴν πόλιν, τάφρον ἐποίει παράλληλον τῷ χάρακι καὶ τῷ τῆς ἄκρας τείχει: [5] παρ᾽ ἣν ἐκ μεταβολῆς ἐπὶ τὸ πρὸς τῇ πόλει χεῖλος τοῦ χοὸς ἀνασωρευομένου, προσέτι δὲ καὶ χάρακος ἐπ᾽ αὐτῆς τεθέντος, οὐ πολὺ καταδεεστέραν τείχους συνέβαινε τὴν ἀσφάλειαν ἐξ αὐτῆς ἀποτελεῖσθαι. [6] παρὰ δὲ ταύτην ἐντὸς ἔτι πρὸς τὴν πόλιν ἀπολιπὼν σύμμετρον διάστημα τεῖχος ἐπεβάλετο κατασκευάζειν, ἀρξάμενος ἀπὸ τῆς Σωτείρας ἕως εἰς τὴν Βαθεῖαν προσαγορευομένην, [7] ὥστε καὶ χωρὶς ἀνδρῶν τὰς δι᾽ αὐτῶν τῶν κατασκευασμάτων ὀχυρότητας ἱκανὰς εἶναι τοῖς Ταραντίνοις τὴν ἀσφάλειαν παρασκευάζειν. [8] ἀπολιπὼν δὲ τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τὴν τοῦ τείχους παρεφεδρεύοντας ἱππεῖς κατεστρατοπέδευσε, περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῆς πόλεως, παρὰ τὸν ποταμὸν τὸν παρὰ μέν τισι Γαλαῖσον, παρὰ δὲ τοῖς πλείστοις προσαγορευόμενον Εὐρώταν, ὃς ἔχει τὴν ἐπωνυμίαν ταύτην ἀπὸ τῆς τοῦ παρὰ Λακεδαίμονα ῥέοντος Εὐρώτα. [9] πολλὰ δὲ τοιαῦτα κατὰ τὴν χώραν καὶ κατὰ τὴν πόλιν ὑπάρχει τοῖς Ταραντίνοις διὰ τὸ καὶ τὴν ἀποικίαν καὶ τὴν συγγένειαν ὁμολογουμένην αὐτοῖς εἶναι πρὸς Λακεδαιμονίους. [10] ταχὺ δὲ τοῦ τείχους λαμβάνοντας τὴν συντέλειαν διά τε τὴν τῶν Ταραντίνων σπουδὴν καὶ προθυμίαν καὶ τὴν τῶν Καρχηδονίων συνεργίαν, μετὰ ταῦτα διενοήθη καὶ τὴν ἄκραν ἐξελεῖν Ἀννίβας.

  [1] ἤδη δ᾽ ἐντελεῖς αὐτοῦ συνεσταμένου τὰς πρὸς τὴν πολιορκίαν παρασκευάς, παραπεσούσης ἐκ Μεταποντίου βοηθείας εἰς τὴν ἄκραν κατὰ θάλατταν, βραχύ τι ταῖς ψυχαῖς ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι νυκτὸς ἐπέθεντο τοῖς ἔργοις, καὶ πάσας διέφθειραν τὰς τῶν ἔργων καὶ μηχανημάτων κατασκευάς. [2] οὗ γενομένου τὸ μὲν πολιορκεῖν τὴν ἄκραν Ἀννίβας ἀπέγνω, τῆς δὲ τοῦ τείχους κατασκευῆς ἤδη τετελειωμένης, ἁθροίσας τοὺς Ταραντίνους ἀπεδείκνυε διότι κυριώτατόν ἐστι πρὸς τοὺς ἐνεστῶτας καιροὺς τὸ τῆς θαλάττης ἀντιλαμβάνεσθαι. [3] κρατούσης γὰρ τῆς ἄκρας τῶν κατὰ τὸν εἴσπλουν τόπων, ὡς ἐπάνω προεῖπον, οἱ μὲν Ταραντῖνοι τὸ παράπαν οὐκ ἠδύναντο χρῆσθαι ταῖς ναυσὶν οὐδ᾽ ἐκπλεῖν ἐκ τοῦ λιμένος, τοῖς δὲ Ῥωμαίοις κατὰ θάλατταν ἀσφαλῶς παρεκομίζετο τὰ πρὸς τὴν χρείαν: [4] οὗ συμβαίνοντος οὐδέποτε δυνατὸν ἦν βεβαίως ἐλευθερωθῆναι τὴν πόλιν. [5] ἃ συνορῶν ὁ Ἀννίβας ἐδίδασκε τοὺς Ταραντίνους ὡς, ἐὰν ἀποκλεισθῶσι τῆς κατὰ θάλατταν ἐλπίδος οἱ τὴν ἄκραν τηροῦντες, παρὰ πόδας αὐτοὶ δι᾽ αὑτῶν εἴξαντες λείψουσι ταύτην καὶ παραδώσουσι τὸν τόπον. [6] ὧν ἀκούοντες οἱ Ταραντῖνοι τοῖς μὲν λεγομένοις συγκατετίθεντο: ὅπως δ᾽ ἂν γένοιτο τοῦτο κατὰ τὸ παρόν, οὐδαμῶς ἐδύναντο συννοῆσαι, πλὴν εἰ παρὰ Καρχηδονίων ἐπιφανείη στόλος: τοῦτο δ᾽ ἦν κατὰ τοὺς τότε καιροὺς ἀδύνατον. [7] διόπερ ἠδυνάτουν συμβαλεῖν ἐπὶ τί φερόμενος Ἀννίβας τοὺς περὶ τούτων πρὸς σφᾶς ποιεῖται λόγους. [8] φήσαντος δ᾽ αὐτοῦ φανερὸν εἶναι χωρὶς Καρχηδονίων αὐτοὺς δι᾽ αὑτῶν ὅσον ἤδη κρατῆσαι τῆς θαλάττης, μᾶλλοι ἐκπλαγεῖς ἦσαν, οὐ δυνάμενοι τὴν ἐπίνοιαν αὐτοῦ συμβαλεῖν. [9] ὁ δὲ συνεωρακὼς τὴν πλατεῖαν εὐδιακόσμητον οὖσαν τὴν ὑπάρχουσαν μὲν ἐντὸς τοῦ διατειχίσματος, φέρουσαν δὲ παρὰ τὸ διατείχισμ᾽ ἐκ τοῦ λιμένος εἰς τὴν ἔξω θάλατταν, ταύτῃ διενοεῖτο τὰς ναῦς ἐκ τοῦ λιμένος εἰς τὴν νότιον ὑπερβιβάζειν πλευράν. [10] διόπερ ἅμα τῷ τὴν ἐπίνοιαν ἐπιδεῖξαι τοῖς Ταραντίνοις οὐ μόνον συγκατέθεντο τοῖς λεγομένοις, ἀλλὰ καὶ διαφερόντως ἐθαύμασαν τὸν ἄνδρα, καὶ διέλαβον ὡς οὐδὲν ἂν περιγένοιτο τῆς ἀγχινοίας τῆς ἐκείνου καὶ τόλμης. [11] ταχὺ δὲ πορείων ὑποτρόχων κατασκευασθέντων, ἅμα τῷ λόγῳ τοὔργον εἰλήφει συντέλειαν, ἅτε προθυμίας καὶ πολυχειρίας ὁμοῦ τῇ προθέσει συνεργούσης. [12] οἱ μὲν οὖν Ταραντῖνοι τοῦτον τὸν τρόπον ὑπερνεωλκήσαντες τὰς νῆας εἰς τὴν ἔξω θάλατταν, ἐπολιόρκουν ἀσφαλῶς τοὺς ἐκ τῆς ἄκρας, ἀφῃρημένοι τὰς ἔξωθεν αὐτῶν ἐπικουρίας. [13] Ἀννίβας δὲ φυλακὴν ἀπολιπὼν τῆς πόλεως ἀνέζευξε μετὰ τῆς δυνάμεως, καὶ παρεγένετο τριταῖος ἐπὶ τὸν ἐξ ἀρχῆς χάρακα, καὶ τὸ λοιπὸν τοῦ χειμῶνος ἐνταῦθα διατρίβων ἔμενε κατὰ χώραν. [Cod. Urb. fol. 114 extr. exc. ant. p. 202.]

  [1] ὅτι Τιβέριος ὁ Ῥωμαίων στρατηγὸς λόχῳ ἐνεδρευθεὶς καὶ γενναίως ὑποστὰς σὺν τοῖς περὶ αὑτὸν τὸν βίον κατέστρεψεν. περὶ δὲ τῶν τοιούτων περιπετειῶν, πότερα χρὴ τοῖς πάσχουσιν ἐπιτιμᾶν ἢ συγγνώμην ἔχειν, καθόλου μὲν οὐκ ἀσφαλὲς ἀποφήνασθαι διὰ τὸ καὶ πλείους τὰ κατὰ λόγον πάντα πράξαντας, ὅμως ὑποχειρίους γεγονέναι τοῖς ἑτοίμως τὰ παρ᾽ ἀνθρώποις ὡρισμένα �
�ίκαια παραβαίνουσιν: [2] οὐ μὴν οὐδ᾽ αὐτόθεν ἀποστατέον τῆς ἀποφάσεως ἀργῶς, ἀλλὰ βλέποντα πρὸς τοὺς καιροὺς καὶ τὰς περιστάσεις οἷς μὲν ἐπιτιμητέον τῶν ἡγεμόνων, οἷς δὲ συγγνώμην δοτέον. ἔσται δὲ τὸ λεγόμενον δῆλον ἐκ τούτων. [3] Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ὑπιδόμενος τὴν Κλεομένους φιλαρχίαν ἔφυγεν ἐκ τῆς Σπάρτης, μετ᾽ οὐ πολὺ δὲ πάλιν πεισθεὶς ἐνεχείρισεν αὑτὸν τῷ προειρημένῳ. [4] τοιγαροῦν ἅμα τῆς ἀρχῆς καὶ τοῦ βίου στερηθεὶς οὐδ᾽ ἀπολογίαν αὑτῷ κατέλιπε πρὸς τοὺς ἐπιγινομένους: [5] τῆς γὰρ ὑποθέσεως τῆς αὐτῆς μενούσης, τῆς δὲ Κλεομένους φιλαρχίας καὶ δυναστείας ἐπηυξημένης, ὁ τούτοις ἐγχειρίσας αὑτὸν οὓς φυγὼν πρότερον ἔτυχε παραδόξως τῆς σωτηρίας, πῶς οὐκ εὐλόγως ἔμελλε τοῖς προειρημένοις ἐγκυρήσειν; [6] καὶ μὴν Πελοπίδας ὁ Θηβαῖος, εἰδὼς τὴν Ἀλεξάνδρου τοῦ τυράννου παρανομίαν καὶ σαφῶς γινώσκων ὅτι πᾶς τύραννος πολεμιωτάτους αὑτῷ νομίζει τοὺς τῆς ἐλευθερίας προεστῶτας, αὐτὸς οὐ μόνον τῆς Θηβαίων ἀλλὰ καὶ τῆς τῶν Ἑλλήνων δημοκρατίας ἔπειθεν Ἐπαμινώνδαν προεστάναι, [7] καὶ παρὼν εἰς Θετταλίαν πολέμιος ἐπὶ καταλύσει τῆς Ἀλεξάνδρου μοναρχίας πρεσβεύειν πρὸς τοῦτον ὑπέμεινε δεύτερον. [8] τοιγαροῦν γενόμενος ὑποχείριος τοῖς ἐχθροῖς ἔβλαψε μὲν Θηβαίους μεγάλα, κατέλυσε δὲ τὴν αὑτῷ προγεγενημένην δόξαν, εἰκῇ καὶ ἀκρίτως πιστεύσας οἷς ἥκιστ᾽ ἐχρῆν. [9] παραπλήσια δὲ τούτοις καὶ Γνάϊος ὁ Ῥωμαίων στρατηγὸς ἔπαθε κατὰ τὸν Σικελικὸν πόλεμον, ἀλόγως αὑτὸν ἐγχειρίσας τοῖς πολεμίοις: ὁμοίως δὲ καὶ πλείους ἕτεροι.

 

‹ Prev