by Polybius
[1] II. Res Italiae ἀλλὰ πολὺ ῥᾳδιεστέραν καὶ συντομωτέραν συνέβη γενέσθαι τὴν Ἀσδρούβου παρουσίαν εἰς Ἰταλίαν. — διόπερ ὡς οὐδέποτε μᾶλλον ὀρθὴ καὶ περίφοβος ἡ τῶν Ῥωμαίων πόλις ἐγεγόνει, καραδοκοῦσα τὸ συμβησόμενον. — Ἀσδρούβᾳ δὲ τούτων μὲν ἤρεσκεν οὐδέν, [2] τῶν δὲ πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν διὰ τὸ θεωρεῖν τοὺς πολεμίους ἐκτεταγμένους καὶ προσάγοντας, ἠναγκάζετο παρατάττειν τοὺς Ἴβηρας καὶ τοὺς μετ᾽ αὐτοῦ γεγονότας Γαλάτας. [3] προθέμενος δὲ τὰ θηρία τὸν ἀριθμὸν ὄντα δέκα, καὶ τὸ βάθος αὐξήσας τῶν τάξεων, καὶ ποιήσας ἐν βραχεῖ χώρῳ τὴν ὅλην δύναμιν, πρὸς δὲ τούτοις μέσον αὑτὸν θεὶς τῆς παρατάξεως κατὰ τὴν τῶν θηρίων προστασίαν, ἐποιεῖτο τὴν ἔφοδον ἐπὶ τὰ λαιὰ τῶν πολεμίων, προδιειληφὼς ὅτι δεῖ κατὰ τὸν παρόντα κίνδυνον νικᾶν ἢ θνήσκειν. [4] ὁ μὲν οὖν Λίβιος ἀντεπῄει τοῖς πολεμίοις σοβαρῶς καὶ συμβαλὼν ταῖς αὑτοῦ δυνάμεσιν ἐμάχετο γενναίως: [5] ὁ δὲ Κλαύδιος ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος προάγειν μὲν εἰς τοὔμπροσθεν καὶ περικερᾶν τοὺς ὑπεναντίους οὐκ ἐδύνατο διὰ τὰς προκειμένας δυσχωρίας, αἷς πεπιστευκὼς Ἀσδρούβας ἐποιήσατο τὴν ἐπὶ τὰ λαιὰ τῶν πολεμίων ἔφοδον. [6] ἀπόρως δὲ διακείμενος ἐπὶ τῷ μηδὲν πράττειν, ὑπ᾽ αὐτοῦ τοῦ συμβαίνοντος ἔμαθεν ὃ δέον ἦν πράττειν. [7] διὸ καὶ παραδεξάμενος ἀπὸ τῶν δεξιῶν τοὺς αὑτοῦ στρατιώτας κατὰ τὸν ὄπισθεν τόπον τῆς μάχης, καὶ τὸ λαιὸν ὑπεράρας τῆς ἰδίας παρεμβολῆς, προσέβαλε κατὰ κέρας τοῖς Καρχηδονίοις ἐπὶ τὰ θηρία. [8] καὶ μέχρι μὲν [οὖν] τούτων ἀμφίδοξος ἦν ἡ νίκη. οἵ τε γὰρ ἄνδρες ἐφαμίλλως ἐκινδύνευον ἀμφότεροι διὰ τὸ μήτε τοῖς Ῥωμαίοις ἐλπίδα καταλείπεσθαι σωτηρίας, εἰ σφαλεῖεν, μήτε τοῖς Ἴβηρσι καὶ Καρχηδονίοις: τά τε θηρία κοινὴν ἀμφοῖν παρείχοντο τὴν χρείαν ἐν τῇ μάχῃ: [9] μέσα γὰρ ἀπειλημμένα καὶ συνακοντιζόμενα διετάραττε καὶ τὰς τῶν Ῥωμαίων καὶ τὰς τῶν Ἰβήρων τάξεις. [10] ἅμα δὲ τῷ τοὺς περὶ τὸν Κλαύδιον προσπεσεῖν κατ᾽ οὐρὰν τοῖς πολεμίοις ἄνισος ἦν ἡ μάχη, τῶν μὲν κατὰ πρόσωπον, τῶν δὲ κατὰ νώτου τοῖς Ἴβηρσι προσκειμένων. [11] ἐξ οὗ καὶ συνέβη τοὺς πλείστους τῶν Ἰβήρων ἐν αὐτῷ τῷ τῆς μάχης καιρῷ κατακοπῆναι. [12] τῶν δὲ θηρίων τὰ μὲν ἓξ ἅμα τοῖς ἀνδράσιν ἔπεσε, τὰ δὲ τέτταρα διωσάμενα τὰς τάξεις ὕστερον ἑάλω μεμονωμένα καὶ ψιλὰ τῶν Ἰνδῶν.
[1] Ἀσδρούβας δὲ καὶ τὸν πρὸ τούτου χρόνον καὶ κατὰ τὸν ἔσχατον καιρὸν ἀνὴρ ἀγαθὸς γενόμενος, ἐν χειρῶν νόμῳ κατέστρεψε τὸν βίον: ὃν οὐκ ἄξιον ἀνεπισήμαντον παραλιπεῖν. [2] ὅτι μὲν ἀδελφὸς ἦν Ἀννίβου κατὰ φύσιν, καὶ διότι χωριζόμενος εἰς τὴν Ἰταλίαν τούτῳ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις ἐνεχείρισε, ταῦτα μὲν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται [3] . παραπλησίως δὲ καὶ διότι πολλοῖς μὲν χρησάμενος ἀγῶσι πρὸς Ῥωμαίους, πολλαῖς δὲ καὶ ποικίλαις περιστάσεσι παλαίσας διὰ τὸ *** τοὺς ἐπαποστελλομένους ἐκ Καρχηδόνος εἰς Ἰβηρίαν στρατηγούς, ἐν πᾶσι τοῖς εἰρημένοις καιροῖς ἀξίως μὲν τοῦ πατρὸς Βάρκα, καλῶς δὲ καὶ γενναίως τὰς περιπετείας καὶ τὰς ἐλαττώσεις διετέλει φέρων, καὶ ταῦτα διὰ τῶν πρὸ τοῦ συντάξεων δεδηλώκαμεν. περὶ δὲ τῶν τελευταίων ἀγώνων νῦν ἐροῦμεν, [4] καθὸ μάλιστα πέφηνεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου. [5] τοὺς γὰρ πλείστους ἰδεῖν ἔστι τῶν στρατηγῶν καὶ τῶν βασιλέων, ἐπειδὰν συνιστῶνται τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας, τὰ μὲν ἐκ τῶν κατορθωμάτων ἔνδοξα καὶ λυσιτελῆ συνεχῶς λαμβάνοντας ὑπὸ τὴν ὄψιν, καὶ πολλάκις ἐφιστάνοντας καὶ διαλογιζομένους πῶς ἑκάστοις χρήσονται, κατὰ λόγον σφίσι χωρησάντων τῶν πραγμάτων, [6] τὰ δ᾽ ἐκ τῶν ἀποπτωμάτων οὐκέτι πρὸ ὀφθαλμῶν τιθεμένους, οὐδ᾽ ἐν νῷ λαμβάνοντας πῇ καὶ τί πρακτέον ἑκάστοις ἐστὶ κατὰ τὰς περιπετείας. καίτοι τὸ μὲν ἕτοιμόν ἐστι, τὸ δὲ πολλῆς δεῖται προνοίας. [7] τοιγαροῦν οἱ πλεῖστοι διὰ τὴν αὑτῶν ἀγεννίαν καὶ τὴν ἐν τούτοις ἀβουλίαν αἰσχρὰς μὲν ἐποίησαν τὰς ἥττας, εὐγενῶς πολλάκις ἠγωνισμένων τῶν στρατιωτῶν, κατῄσχυναν δὲ τὰς πρὸ τούτου πράξεις, ἐπονείδιστον δὲ σφίσι τὸν καταλειπόμενον ἐποίησαν βίον. [8] διότι δὲ πολλοὶ τῶν ἡγουμένων περὶ τοῦτο τὸ μέρος σφάλλονται, καὶ διότι μεγίστην ἐν τούτοις ἔχει διαφορὰν ἀνὴρ ἀνδρός, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν: πολλὰ γὰρ ὑποδείγματα τῶν τοιούτων πεποίηκεν ὁ προγεγονὼς χρόνος. [9] Ἀσδρούβας δ᾽, ἕως μὲν ἦν ἐλπὶς ἐκ τῶν κατὰ λόγον τοῦ δύνασθαι πράττειν ἄξιόν τι τῶν προβεβιωμένων, οὐδενὸς μᾶλλον προενοεῖτο κατὰ τοὺς κινδύνους ὡς τῆς αὑτοῦ σωτηρίας: [10] ἐπεὶ δὲ πάσας ἀφελομένη τὰς εἰς τὸ μέλλον ἐλπίδας ἡ τύχη συνέκλεισε πρὸς τὸν ἔσχατον καιρόν, οὐδὲν παραλιπὼν οὔτε περὶ τὴν παρασκευὴν οὔτε κατὰ τὸν κίνδυνον πρὸς τὸ νικᾶν, οὐχ ἧττον πρόνοιαν εἶχε καὶ τοῦ σφαλεὶς τοῖς ὅλοις ὁμόσε χωρῆσαι τοῖς παροῦσι καὶ μηδὲν ὑπομεῖναι τῶν προβεβιωμένων ἀνάξιον. [11]
[1] ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω περὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων, ἵνα μήτε προπετῶς κινδυνεύοντες σφάλλωσι τὰς τῶν πιστευσάντων ἐλπίδας μήτε φιλοζωοῦντες παρὰ τὸ δέον αἰσχρὰς καὶ ἐπονειδίστους ποιῶσι τὰς αὑτῶ�
� περιπετείας: Ῥωμαῖοι δὲ τῇ μάχῃ κατορθώσαντες παραυτίκα μὲν τὸν χάρακα διήρπαζον τῶν ὑπεναντίων, καὶ πολλοὺς μὲν τῶν Κελτῶν ἐν ταῖς στιβάσι κοιμωμένους διὰ τὴν μέθην κατέκοπτον ἱερείων τρόπον: [2] συνῆγον δὲ καὶ τὴν λοιπὴν τῶν αἰχμαλώτων λείαν, ἀφ᾽ ἧς εἰς τὸ δημόσιον ἀνήχθη πλείω τῶν τριακοσίων ταλάντων. [3] ἀπέθανον δὲ τῶν μὲν Καρχηδονίων κατὰ τὴν μάχην σὺν τοῖς Κελτοῖς οὐκ ἐλάττους μυρίων, τῶν δὲ Ῥωμαίων περὶ δισχιλίους. ἑάλωσαν δὲ καὶ ζωγρίᾳ τινὲς τῶν ἐνδόξων Καρχηδονίων, οἱ δὲ λοιποὶ κατεφθάρησαν. [4] τῆς δὲ φήμης ἀφικομένης εἰς τὴν Ῥώμην τὴν μὲν ἀρχὴν ἠπίστουν τῷ λίαν βούλεσθαι τοῦτο γενόμενον ἰδεῖν: [5] ἐπειδὴ δὲ καὶ πλείους ἧκον, οὐ μόνον τὸ γεγονός, ἀλλὰ καὶ τὰ κατὰ μέρος διασαφοῦντες, τότε δὴ χαρᾶς ὑπερβαλλούσης ἦν ἡ πόλις πλήρης, καὶ πᾶν μὲν τέμενος ἐκοσμεῖτο, πᾶς δὲ ναὸς ἔγεμε πελάνων καὶ θυμάτων, [6] καθόλου δ᾽ εἰς τοιαύτην εὐελπιστίαν παρεγένοντο καὶ θάρσος ὥστε πάντας τὸν Ἀννίβαν, ὃν μάλιστα πρότερον ἐφοβήθησαν, τότε μηδ᾽ ἐν Ἰταλίᾳ νομίζειν παρεῖναι. [7]
[1] ὁ δὲ φαντασίαν μὲν ἔχειν ἔφη τοὺς εἰρημένους λόγους, τὴν δ᾽ ἀλήθειαν οὐ τοιαύτην εἶναι, τὸ δ᾽ ἐναντίον. — III. Res Graeciae “ὅτι μὲν οὔτε Πτολεμαῖος ὁ βασιλεὺς οὔθ᾽ ἡ τῶν Ῥοδίων πόλις οὔθ᾽ ἡ τῶν Βυζαντίων καὶ Χίων καὶ Μυτιληναίων ἐν παρέργῳ τίθενται τὰς ὑμετέρας, ὦ ἄνδρες Αἰτωλοί, διαλύσεις, ἐξ αὐτῶν τῶν πραγμάτων ὑπολαμβάνω τοῦτ᾽ εἶναι συμφανές. [2] οὐ γὰρ νῦν πρῶτον οὐδὲ δεύτερον ποιούμεθα πρὸς ὑμᾶς τοὺς ὑπὲρ τῆς εἰρήνης λόγους, ἀλλ᾽ ἐξ ὅτου τὸν πόλεμον ἐνεστήσασθε, προσεδρεύοντες καὶ πάντα καιρὸν θεραπεύοντες οὐ διαλείπομεν ὑπὲρ τούτων ποιούμενοι πρὸς ὑμᾶς μνήμην, [3] κατὰ μὲν τὸ παρὸν τῆς ὑμετέρας καὶ Μακεδόνων στοχαζόμενοι καταφθορᾶς, πρὸς δὲ τὸ μέλλον καὶ περὶ τῶν σφετέρων πατρίδων καὶ περὶ τῶν ἄλλων Ἑλλήνων προνοούμενοι. [4] καθάπερ γὰρ ἐπὶ τοῦ πυρός, ὅταν ὑφάψῃ τις ἅπαξ τὴν ὕλην, οὐκέτι τὸ λοιπὸν ἐπὶ τῇ τούτου προαιρέσει γίνεται τὸ συμβαῖνον, ἀλλ᾽ ᾗ ποτ᾽ ἂν τύχῃ λαμβάνει τὴν νομήν, τὸ πλεῖον τοῖς ἀνέμοις κυβερνώμενον καὶ τῇ τῆς ὑποκειμένης ὕλης διαφθορᾷ, καὶ πολλάκις ἐπ᾽ αὐτὸν τὸν ἐμπρήσαντα πρῶτον ὥρμησε παραλόγως, [5] τὸν αὐτὸν τρόπον [καὶ] ὁ πόλεμος ὑπό τινων ὅταν ἅπαξ ἐκκαυθῇ, τοτὲ μὲν αὐτοὺς τούτους πρώτους ἀπόλλυσι, ποτὲ δὲ φέρεται φθείρων ἀδίκως πᾶν τὸ παραπεσόν, αἰεὶ καινοποιούμενος καὶ προσφυσώμενος, ὥσπερ ὑπ᾽ ἀνέμων, ὑπὸ τῆς τῶν πλησιαζόντων ἀγνοίας. [6] διόπερ, ὦ ἄνδρες Αἰτωλοί, νομίσαντες καὶ τοὺς νησιώτας πανδημεὶ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας παρόντας ὑμῶν δεῖσθαι τὸν μὲν πόλεμον ἆραι, τὴν δ᾽ εἰρήνην ἑλέσθαι, διὰ τὸ καὶ πρὸς σφᾶς ἀνήκειν τὰ γινόμενα, σωφρονήσαντες ἐντράπητε καὶ πείσθητε τοῖς παρακαλουμένοις. [7] καὶ γὰρ εἰ κατά τινα τύχην ἐπολεμεῖτε πόλεμον ἀλυσιτελῆ μέν, ἐπειδὴ παντὶ πολέμῳ τοῦτο παρέπεται κατὰ τὸ πλεῖστον, ἔνδοξον δὲ καὶ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν καὶ κατὰ τὴν τῶν ἀποβαινόντων ἐπιγραφήν, ἴσως ἄν τις ὑμῖν ἔσχε συγγνώμην, φιλοτίμως διακειμένοις. [8] εἰ δὲ πάντων αἴσχιστον καὶ πολλῆς ἀδοξίας πλήρη καὶ βλασφημίας, ἆρ᾽ οὐ μεγάλης προσδεῖται τὰ πράγματ᾽ ἐπιστάσεως; [9] ῥηθήσεται γὰρ τὸ δοκοῦν μετὰ παρρησίας: ὑμεῖς δ᾽, ἂν εὖ φρονῆτε, μεθ᾽ ἡσυχίας ἀνέξεσθε. [10] πολλῷ γάρ ἐστιν ἄμεινον ὀνειδισθέντας ἐν καιρῷ σωθῆναι μᾶλλον ἢ πρὸς χάριν ἀκούσαντας μετ᾽ ὀλίγον ἀπολέσθαι μὲν αὐτούς, ἀπολέσαι δὲ καὶ τοὺς λοιποὺς Ἕλληνας.
[1] λάβετε τοίνυν πρὸ ὀφθαλμῶν τὴν αὑτῶν ἄγνοιαν. φατὲ μὲν γὰρ πολεμεῖν ὑπὲρ τῶν Ἑλλήνων πρὸς Φίλιππον, ἵνα σῳζόμενοι μὴ ποιῶσι τούτῳ τὸ προσταττόμενον, πολεμεῖτε δ᾽ ἐπ᾽ ἐξανδραποδισμῷ καὶ καταφθορᾷ τῆς Ἑλλάδος. [2] ταῦτα γὰρ αἱ συνθῆκαι λέγουσιν ὑμῶν αἱ πρὸς Ῥωμαίους, αἳ πρότερον μὲν ἐν τοῖς γράμμασιν ὑπῆρχον, νῦν δ᾽ ἐν τοῖς πράγμασι θεωροῦνται γινόμεναι. [3] καὶ τότε μὲν αὐτὰ τὰ γράμματα τὴν αἰσχύνην ὑμῖν ἐπέφερε, νῦν δὲ διὰ τῶν ἔργων ὑπὸ τὴν ὄψιν τοῦτο γίνεται πᾶσι καταφανές. [4] λοιπὸν ὁ μὲν Φίλιππος ὄνομα γίνεται καὶ πρόσχημα τοῦ πολέμου: πάσχει γὰρ οὐδὲν δεινόν: τούτῳ δὲ συμμάχων ὑπαρχόντων Πελοποννησίων τῶν πλείστων, Βοιωτῶν, Εὐβοέων, Φωκέων, Λοκρῶν, Θετταλῶν, Ἠπειρωτῶν, κατὰ τούτων πεποίησθε [5] τὰς συνθήκας ἐφ᾽ ᾧ τὰ μὲν σώματα καὶ τἄπιπλα Ῥωμαίων ὑπάρχειν, τὰς δὲ πόλεις καὶ τὴν χώραν Αἰτωλῶν. [6] καὶ κυριεύσαντες μὲν αὐτοὶ πόλεως οὔτ᾽ ἂν ὑβρίζειν ὑπομείναιτε τοὺς ἐλευθέρους οὔτ᾽ ἐμπιπράναι τὰς πόλεις, νομίζοντες ὠμὸν εἶναι τὸ τοιοῦτο καὶ βαρβαρικόν: [7] συνθήκας δὲ πεποίησθε τοιαύτας, δι᾽ ὧν ἅπαντας τοὺς ἄλλους Ἕλληνας ἐκδότους δεδώκατε τοῖς βαρβάροις εἰς τὰς αἰσχίστας ὕβρεις καὶ παρανομίας. [8] καὶ ταῦτα πρότερον μὲν ἠγνοεῖτο: νυνὶ δὲ διὰ τῆς Ὠρειτῶν καὶ τῶν ταλαιπώρων Αἰγινητῶν ἅπασι γεγόνατε καταφανεῖς, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπὶ τὴν ἐξώστραν ἀναβιβαζούσης τὴν ὑμετέραν ἄγνοιαν. [9] ἡ μὲν οὖν ἀρχὴ τοῦ πολέμου καὶ τὰ νῦν ἤδη συμβαίνοντα τοιαῦτ᾽ ἐστί: τὸ δὲ τέλος, ἂν ὅλως πάντα κατὰ νοῦν ὑμῖν χωρήσῃ, ποῖόν τι δεῖ προσδο
κᾶν; ἆρ᾽ οὐ κακῶν ἀρχὴν μεγά
[1] λων ἅπασι τοῖς Ἕλλησιν; ὅτι γάρ, ἂν Ῥωμαῖοι τὸν ἐν Ἰταλίᾳ πόλεμον ἀποτρίψωνται — τοῦτο δ᾽ ἐστὶν ἐν ὀλίγῳ, συγκεκλειμένου τῆς Βρεττίας εἰς πάνυ βραχεῖς τόπους Ἀννίβου — [2] λοιπὸν ὅτι πάσῃ τῇ δυνάμει τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ποιήσονται, λόγῳ μὲν Αἰτωλοῖς βοηθήσοντες κατὰ Φιλίππου, τῇ δ᾽ ἀληθείᾳ πᾶσαν ὑφ᾽ ἑαυτοὺς ποιησόμενοι, καὶ λίαν ὑπολαμβάνω τοῦτ᾽ εἶναι καταφανές. [3] ἐάν τε καλῶς προθῶνται ποιεῖν Ῥωμαῖοι κυριεύσαντες, ἐκείνων ἔσεσθαι καὶ τὴν χάριν καὶ τὴν ἐπιγραφήν, ἐάν τε κακῶς, τῶν αὐτῶν ὑπάρξειν καὶ τὰς ὠφελείας ἐκ τῶν ἀπολλυμένων καὶ τὴν ἐξουσίαν [4] τῶν σῳζομένων. ὑμεῖς δὲ τότε τοὺς θεοὺς ἐπικαλέσεσθε μάρτυρας, ὅταν μήτε τῶν θεῶν βούληται μήτε τῶν ἀνθρώπων ἔτι δύνηται βοηθεῖν ὑμῖν μηδείς.