by Polybius
[1] ἢ δεικτέον οὖν τὸν Ἀριστοτέλην κατὰ τὸν ἄρτι λόγον τὰ περὶ Λοκρῶν εἰρηκότα χάριτος ἢ κέρδους ἢ διαφορᾶς ἕνεκεν ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν ὁμολογητέον ἀγνοεῖν καὶ παραπαίειν τοὺς τοιαύτῃ χρωμένους ἀπεχθείᾳ καὶ πικρίᾳ κατὰ τῶν πέλας οἵᾳ κέχρηται Τίμαιος κατ᾽ Ἀριστοτέλους. [2] φησὶ γὰρ αὐτὸν εἶναι θρασύν, εὐχερῆ, προπετῆ, πρὸς δὲ τούτοις κατατετολμηκέναι τῆς τῶν Λοκρῶν πόλεως, εἰπόντα τὴν ἀποικίαν αὐτῶν εἶναι δραπετῶν, οἰκετῶν, μοιχῶν, ἀνδραποδιστῶν. [3] καὶ ταῦτα λέγειν αὐτόν φησιν οὕτως ἀξιοπίστως ὥστε δοκεῖν ἕνα τῶν ἐστρατηγηκότων ὑπάρχειν καὶ τοὺς Πέρσας ἐν ταῖς Κιλικίαις πύλαις ἄρτι παρατάξει νενικηκότα διὰ τῆς αὑτοῦ δυνάμεως, [4] ἀλλ᾽ οὐ σοφιστὴν ὀψιμαθῆ καὶ μισητὸν ὑπάρχοντα καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀρτίως ἀποκεκλεικότα, πρὸς δὲ τούτοις εἰς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα, πρὸς δὲ γαστρίμαργον, ὀψαρτυτήν, ἐπὶ στόμα φερόμενον ἐν πᾶσι. [5] δοκεῖ δή μοι τὰ τοιαῦτα μόλις ἂν ἄνθρωπος ἀγύρτης καὶ προπετὴς ἐπὶ δικαστηρίου ῥιψολογῶν ἀνεκτὸς φανῆναι: μέτριος μὲν γὰρ οὐ δοκεῖ. [6] συγγραφεὺς δὲ κοινῶν πράξεων καὶ προστάτης ἱστορίας ἀληθινὸς οὐδ᾽ ἂν αὐτὸς ἐν αὑτῷ διανοηθῆναι μή τι δὴ καὶ γράφειν τολμήσαι τοιοῦτον.
[1] σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προαίρεσιν, καὶ τὰς ἀποφάσεις συγκρίνωμεν ἐκ παραθέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας. φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βύβλον, [2] οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλ᾽ ἀληθινῶς αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς ἀποικίας. [3] τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῷ συνθήκας ἐγγράπτους, ἔτι καὶ νῦν διαμενούσας, πρὸς τοὺς ἐξαπεσταλμένους, αἷς ὑπογεγράφθαι τὴν ἀρχὴν τοιαύτην “ὡς γονεῦσι πρὸς τέκνα. [4] “ πρὸς δὲ τούτοις εἶναι δόγματα, καθ᾽ ἃ πολιτείαν ὑπάρχειν ἑκατέροις παρ᾽ ἑκατέροις. καθόλου διακούοντας τὴν Ἀριστοτέλους ἐξήγησιν περὶ τῆς ἀποικίας θαυμάζειν τὴν ἰταμότητα τοῦ συγγραφέως. [5] μεταβὰς δὲ πάλιν ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς εὑρίσκειν ἀκολούθους καὶ τοὺς νόμους φησὶ τοὺς παρ᾽ αὐτοῖς καὶ τοὺς ἐθισμοὺς οὐ τῇ τῶν οἰκετῶν ῥᾳδιουργίᾳ, τῇ δὲ τῶν ἐλευθέρων ἀποικίᾳ: [6] πάντως γὰρ καὶ τοῖς ἀνδραποδισταῖς ἐπιτίμια τετάχθαι παρ᾽ αὐτοῖς, ὁμοίως τοῖς μοιχοῖς, τοῖς δραπέταις: ὧν οὐδὲν ἂν ὑπάρχειν, εἰ συνῄδεισαν αὑτοῖς ἐκ τοιούτων πεφυκόσι.
[1] πρῶτον δὴ διαπορήσαι τις ἂν πρὸς τίνας τῶν Λοκρῶν παραγενόμενος ἐπυνθάνετο περὶ τούτων. εἰ μὲν γὰρ συνέβαινε, [2] καθάπερ τοὺς ἐν Ἰταλίᾳ Λοκρούς, οὕτω καὶ τοὺς κατὰ τὴν Ἑλλάδα μίαν πόλιν ἔχειν, τάχ᾽ ἂν οὐκ ἔδει διαπορεῖν, ἀλλ᾽ ἦν ἂν εὐθεώρητον: [3] ἐπεὶ δὲ δύ᾽ ἔθνη Λοκρῶν ἐστι, πρὸς ποτέρους ἦλθε καὶ πρὸς ποίας πόλεις τῶν ἑτέρων, καὶ παρὰ τίσιν εὗρε τὰς συνθήκας ἀναγεγραμμένας; οὐδὲν γὰρ ἡμῖν διασαφεῖται τούτων. [4] καίτοι διότι τοῦτ᾽ ἴδιόν ἐστι Τιμαίου καὶ ταύτῃ παρημίλληται τοὺς ἄλλους συγγραφέας καὶ καθόλου τῇδέ πῃ τῆς ἀποδοχῆς *** — λέγω δὲ κατὰ τὴν ἐν τοῖς χρόνοις καὶ ταῖς ἀναγραφαῖς ἐπίφασιν τῆς ἀκριβείας καὶ τὴν περὶ τοῦτο τὸ μέρος ἐπιμέλειαν — δοκῶ, πάντες γινώσκομεν. [5] διὸ καὶ θαυμάζειν ἐστὶν ἄξιον πῶς οὔτε τὸ τῆς πόλεως ὄνομα, παρ᾽ οἷς εὗρεν, οὔτε τὸν τόπον, ἐν ᾧ συμβαίνει τὴν συνθήκην ἀναγεγράφθαι, διεσάφησεν ἡμῖν, οὔτε τοὺς ἄρχοντας τοὺς δείξαντας αὐτῷ τὴν ἀναγραφὴν καὶ πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, ἵνα μηδενὶ διαπορεῖν ἐξῇ μηδέν, ἀλλ᾽ ὡρισμένου τοῦ τόπου καὶ τῆς πόλεως ἐνῇ τοῖς ἀμφισβητοῦσιν εὑρεῖν τὴν ἀκρίβειαν. [6] ὁ δὲ πάντα ταῦτα παραλελοιπὼς δῆλός ἐστι συνειδὼς αὑτῷ κατὰ πρόθεσιν ἐψευσμένῳ. διότι γὰρ τῶν τοιούτων ἐπιλαβόμενος οὐδὲν ἂν παρέλειπε Τίμαιος, ἀλλ᾽ ἀπρίξ, τὸ δὴ λεγόμενον, ἀμφοῖν τοῖν χεροῖν ἐπέφυ, προφανὲς ἐκ τούτων. [7] ὁ γὰρ πρὸς τὴν Ἐχεκράτους πίστιν ἀπερεισάμενος ἐπ᾽ ὀνόματος, πρὸς ὅν φησι περὶ τῶν ἐν Ἰταλίᾳ Λοκρῶν ποιήσασθαι τοὺς λόγους καὶ παρ᾽ οὗ πυθέσθαι περὶ τούτων, [8] καὶ προσεξειργασμένος, ἵνα μὴ φανῇ τοῦ τυχόντος ἀκηκοὼς ὅτι συνέβαινε τὸν τούτου πατέρα πρεσβείας κατηξιῶσθαι πρότερον ὑπὸ Διονυσίου, [9] ἦ πού γ᾽ ἂν οὗτος δημοσίας ἀναγραφῆς ἐπιλαβόμενος ἢ παραδοσίμου στήλης
[1] παρεσιώπησεν; ὁ γὰρ τὰς συγκρίσεις ποιούμενος ἀνέκαθεν τῶν ἐφόρων πρὸς τοὺς βασιλεῖς τοὺς ἐν Λακεδαίμονι καὶ τοὺς ἄρχοντας τοὺς Ἀθήνησι καὶ τὰς ἱερείας τὰς ἐν Ἄργει παραβάλλων πρὸς τοὺς ὀλυμπιονίκας, καὶ τὰς ἁμαρτίας τῶν πόλεων περὶ τὰς ἀναγραφὰς τὰς τούτων ἐξελέγχων, παρὰ τρίμηνον ἐχούσας τὸ διαφέρον, οὗτός ἐστι. [2] καὶ μὴν ὁ τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν. [3] ὃν οὔθ᾽ ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν οὔθ᾽ εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένῳ συγγνώμην δοτέον οὐδαμῶς: [4] πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτητος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον αὐτὸς ἀπαραιτήτου τυγχάνοι κατηγορίας. οὐ μὴν ἀλλὰ προφα�
�ῶς ἐν τούτοις ἐψευσμένος, [5] μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς πρῶτον μέν φησι τήν τε πολιτείαν καὶ τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις *** Ἀριστοτέλη καὶ Θεόφραστον κατεψεῦσθαι τῆς πόλεως. [6] ἐγὼ δ᾽ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ ταύτῃ τῆς πραγματείας ἀναγκασθήσομαι παρεκβαίνειν, διοριζόμενος καὶ διαβεβαιούμενος περὶ τούτων: [7] οὐ μὴν ἀλλὰ διὰ ταύτην τὴν αἰτίαν εἰς ἕνα τόπον ὑπερεθέμην τὸν περὶ Τιμαίου λόγον, ἵνα μὴ πολλάκις ἀναγκάζωμαι τοῦ καθήκοντος ὀλιγωρεῖν. — [8]
[1] ὅτι Τίμαιός φησι μέγιστον ἁμάρτημα περὶ τὴν ἱστορίαν εἶναι τὸ ψεῦδος: διὸ καὶ παραινεῖ τούτοις, οὓς ἂν ἐξελέγξῃ διεψευσμένους ἐν τοῖς συγγράμμασιν, ἕτερόν τι ζητεῖν ὄνομα τοῖς βυβλίοις, πάντα δὲ μᾶλλον ἢ καλεῖν ἱστορίαν. — καθάπερ γὰρ ἐπὶ τῶν κανόνων, κἂν ἐλάττων ᾖ τῷ μήκει κἂν τῷ πλάτει ταπεινότερος, μετέχῃ δὲ τῆς τοῦ κανόνος ἰδιότητος, κανόνα φησὶ δεῖν προσαγορεύειν ὅμως, ὅταν δὲ τῆς εὐθείας καὶ τῆς πρὸς ταύτην οἰκειότητος ἐκπέσῃ, πάντα μᾶλλον δεῖν ἢ κανόνα καλεῖν, [2] τὸν αὐτὸν τρόπον καὶ τῶν συγγραμμάτων ὅσα μὲν ἂν ἢ κατὰ τὴν λέξιν ἢ κατὰ τὸν χειρισμὸν ἢ κατ᾽ ἄλλο τι διαμαρτάνηται τῶν ἰδίων μερῶν, ἀντέχηται δὲ τῆς ἀληθείας, προσίεσθαί φησι τὸ τῆς ἱστορίας ὄνομα τὰς βύβλους, ὅταν δὲ ταύτης παραπέσῃ, μηκέτι καλεῖσθαι δεῖν ἱστορίαν. [3] ἐγὼ δὲ διότι μὲν ἡγεῖσθαι δεῖ τῶν τοιούτων συγγραμμάτων τὴν ἀλήθειαν ὁμολογῶ, καὶ κατὰ τὴν πραγματείαν αὐτός που κέχρημαι λέγων οὕτως, ὅτι, καθάπερ ἐμψύχου σώματος τῶν ὄψεων ἐξαιρεθεισῶν ἀχρειοῦται τὸ ὅλον, οὕτως ἐξ ἱστορίας ἐὰν ἄρῃς τὴν ἀλήθειαν, τὸ καταλειπόμενον αὐτῆς ἀνωφελὲς γίνεται διήγημα. —
[1] δύο μέντοι τρόπους ἔφαμεν εἶναι ψεύδους, [4] ἕνα μὲν τὸν κατ᾽ ἄγνοιαν, ἕτερον δὲ τὸν κατὰ προαίρεσιν, [5] καὶ τούτων δεῖν τοῖς μὲν κατ᾽ ἄγνοιαν παραπαίουσι τῆς ἀληθείας διδόναι συγγνώμην, τοῖς δὲ κατὰ προαίρεσιν ἀκαταλλάκτως ἔχειν. — τούτων δ᾽ ἡμῖν ὁμολογουμένων, [6] αὐτοῦ τούτου τοῦ ψεύδους μεγάλην ὑπολαμβάνω διαφορὰν εἶναι τοῦ κατ᾽ ἄγνοιαν γινομένου καὶ τοῦ κατὰ προαίρεσιν, καὶ τὸ μὲν ἐπιδέχεσθαι συγγνώμην καὶ διόρθωσιν εὐμενικήν, τὸ δ᾽ ἀπαραιτήτου δικαίως ἂν τυγχάνειν κατηγορίας: [7] ᾧ γένει μάλιστ᾽ ἂν εὕροι τις ἔνοχον αὐτὸν ὄντα τὸν Τίμαιον: διότι δ᾽ ἐστὶ τοιοῦτος σκοπεῖν ἤδη πάρεστιν. — ἐπὶ τῶν ἀθετούντων τὰς ὁμολογίας προφερόμεθα ταύτην τὴν παροιμίαν “Λοκροὶ τὰς συνθήκας.” τοῦτο δέ τις ἐξεύρηκεν ὅτι καὶ παρὰ τοῖς συγγραφεῦσι καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις ὁμολογούμενόν ἐστι, [2] διότι κατὰ τὴν τῶν Ἡρακλειδῶν ἔφοδον συνθεμένων τῶν Λοκρῶν τοῖς Πελοποννησίοις πολεμίους πυρσοὺς αἴρειν, ἐὰν συμβῇ τοὺς Ἡρακλείδας μὴ κατὰ τὸν Ἰσθμόν, ἀλλὰ κατὰ τὸ Ῥίον ποιεῖσθαι τὴν διάβασιν, χάριν τοῦ προαισθομένους φυλάξασθαι τὴν ἔφοδον αὐτῶν, [3] οὐ ποιησάντων δὲ τῶν Λοκρῶν, πᾶν δὲ τοὐναντίον φιλίους ἀράντων πυρσούς, ὅτε παρῆσαν, τοὺς μὲν Ἡρακλείδας συνέβη μετ᾽ ἀσφαλείας χρῆσθαι τῇ διαβάσει, τοὺς δὲ Πελοποννησίους κατολιγωρήσαντας λαθεῖν παραδεξαμένους εἰς τὴν οἰκείαν τοὺς ὑπεναντίους παρασπονδηθέντας ὑπὸ τῶν Λοκρῶν.
[1] *** κατηγορεῖν καὶ θειασμὸν διασύρειν τῶν ὀνειρωττόντων καὶ δαιμονώντων ἐν τοῖς ὑπομνήμασιν: ὅσοι γε μὴν αὐτοὶ πολλὴν τῆς τοιαύτης ἐμπεποίηνται φλυαρίας, τοὺς τοιούτους ἀγαπᾶν ἂν δέοι μὴ τυγχάνοντας κατηγορίας, μηδ᾽ ὅτι καὶ τῶν ἄλλων αὐτοὺς κατατρέχειν: ὃ συμβέβηκε περὶ Τίμαιον. [2] ἐκεῖνος γὰρ κόλακα μὲν εἶναί φησι τὸν Καλλισθένην τοιαῦτα γράφοντα καὶ πλεῖστον ἀπέχειν φιλοσοφίας, κόρδαξί τε προσέχοντα καὶ κορυβαντιώσαις γυναιξί: δικαίως δ᾽ αὐτὸν ὑπ᾽ Ἀλεξάνδρου τετευχέναι τιμωρίας διεφθαρκότα τὴν ἐκείνου ψυχὴν καθ᾽ ὅσον οἷός τ᾽ ἦν: [3] καὶ Δημοσθένην μὲν καὶ τοὺς ἄλλους ῥήτορας τοὺς κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἀκμάσαντας ἐπαινεῖ καί φησι τῆς Ἑλλάδος ἀξίους γεγονέναι, διότι ταῖς Ἀλεξάνδρου τιμαῖς ταῖς ἰσοθέοις ἀντέλεγον, τὸν δὲ φιλόσοφον αἰγίδα καὶ κεραυνὸν περιθέντα θνητῇ φύσει δικαίως αὐτὸν ὑπὸ τοῦ δαιμονίου τετευχέναι τούτων ὧν ἔτυχεν. —
[1] ὅτι Τίμαιός φησι Δημοχάρην ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δ᾽ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυντογράφων: [2] ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ᾽ οὐδὲ τῶν ἀπὸ τέγους ἀπὸ τοῦ σώματος εἰργασμένων οὐδείς. [3] ὁ δ᾽ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ὅλην ἀναισχυντίαν, καὶ προσκατέψευσται τἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον. [4] πόθεν δ᾽ ἐγὼ καταστοχάζομαι τοῦτο; πρῶτον μὲν ἐκ τοῦ καὶ πεφυκέναι καὶ τεθράφθαι καλῶς Δημοχάρην, ἀδελφιδοῦν ὄντα Δημοσθένους, [5] δεύτερον ἐκ τοῦ μὴ μόνον στρατηγίας αὐτὸν ἠξιῶσθαι παρ᾽ Ἀθηναίοις, ἀλλὰ καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν ἂν αὐτῷ συνεξέδραμε τοιαύταις ἀτυχίαις παλαίοντι. [6] διὸ καὶ δοκεῖ μοι Τίμαιος οὐχ οὕτως Δημοχάρους κατηγορεῖν ὡς Ἀθηναίων, εἰ τοιοῦτον ἄνδρα πρ�
�ῆγον καὶ τοιούτῳ τὴν πατρίδα καὶ τοὺς ἰδίους βίους ἐνεχείριζον. [7] ἀλλ᾽ οὐκ ἔστι τούτων οὐδέν. οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμῳδιογράφος ἔλεγε ταῦτα μόνος περὶ Δημοχάρους, [8] ὡς Τίμαιός φησιν, ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, καθ᾽ οὗ πεπαρρησίασται πολλὰ καὶ δυνάμενα λυπεῖν οὐ μόνον αὐτὸν Ἀντίπατρον, ἀλλὰ καὶ τοὺς ἐκείνου διαδόχους καὶ φίλους γεγονότας, πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν ἦν καὶ Δημήτριος ὁ Φαληρεύς. [9] οὗ ‘κεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς ἱστορίαις, φάσκων αὐτὸν γεγονέναι τοιοῦτον προστάτην τῆς πατρίδος καὶ ἐπὶ τούτοις σεμνύνεσθαι κατὰ τὴν πολιτείαν, ἐφ᾽ οἷς ἂν καὶ τελώνης σεμνυνθείη βάναυσος. [10] ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτελῶς πωλεῖσθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις φησὶ μεγαλαυχεῖν αὐτόν: [11] καὶ διότι κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ὄνοι διεπέμποντο διὰ τοῦ θεάτρου, διότι δὴ πάντων τῶν τῆς Ἑλλάδος καλῶν ἡ πατρὶς παρακεχωρηκυῖα τοῖς ἄλλοις ἐποίει Κασσάνδρῳ τὸ προσταττόμενον, ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν. [12] ἀλλ᾽ ὅμως οὔτε Δημήτριος οὔτ᾽ ἄλλος οὐδεὶς εἰρή