Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 266
Delphi Complete Works of Polybius Page 266

by Polybius


  BOOK 15

  [1] I. Res Italiae Et Africae ὅτι τῶν Καρχηδονίων λαβόντων αἰχμαλώτους τὰς φορτηγοὺς νῆας τῶν Ῥωμαίων καὶ χορηγίας πλῆθος ἐξαίσιον ὁ Πόπλιος βαρέως μὲν ἔφερεν ἐπὶ τῷ μὴ μόνον σφίσι παρῃρῆσθαι τὴν χορηγίαν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς παρεσκευάσθαι δαψίλειαν τῶν ἀναγκαίων, [2] ἔτι δὲ βαρύτερον ἐπὶ τῷ παραβεβηκέναι τοὺς ὅρκους καὶ τὰς συνθήκας τοὺς Καρχηδονίους καὶ πάλιν ἐξ ἄλλης ἀρχῆς ἐγείρεσθαι τὸν πόλεμον. [3] διὸ καὶ παραυτίκα προχειρισάμενος πρεσβευτὰς Λεύκιον Σέργιον καὶ Λεύκιον Βαίβιον καὶ Λεύκιον Φάβιον ἐξαπέστειλε διαλεξομένους τοῖς Καρχηδονίοις ὑπὲρ τῶν γεγονότων, ἅμα δὲ καὶ δηλώσοντας ὅτι κεκύρωκε τὰς συνθήκας ὁ δῆμος τῶν Ῥωμαίων: [4] ἄρτι γὰρ ἧκε τῷ Ποπλίῳ γράμματα διασαφοῦντα περὶ τῶν προειρημένων. [5] οἱ δὲ παραγενηθέντες εἰς τὴν Καρχηδόνα τὸ μὲν πρῶτον εἰς τὴν σύγκλητον, μετὰ δὲ ταῦτα πάλιν ἐπὶ τοὺς πολλοὺς παραχθέντες, ἔλεγον ὑπὲρ τῶν ἐνεστώτων μετὰ παρρησίας, [6] πρῶτον μὲν ἀναμιμνήσκοντες ὡς οἱ παρ᾽ ἐκείνων πρεσβευταί, παραγενηθέντες εἰς Τύνητα πρὸς σφᾶς καὶ παρελθόντες εἰς τὸ συνέδριον, οὐ μόνον τοὺς θεοὺς ἀσπάσαιντο καὶ τὴν γῆν προσκυνήσαιεν, καθάπερ ἔστιν ἔθος τοῖς ἄλλοις ἀνθρώποις, [7] ἀλλὰ καὶ πεσόντες ἐπὶ τὴν γῆν ἀγεννῶς τοὺς πόδας καταφιλοῖεν τῶν ἐν τῷ συνεδρίῳ, μετὰ δὲ ταῦτα πάλιν ἀναστάντες [ὡς] κατηγορήσαιεν σφῶν αὐτῶν, διότι καὶ τὰς ἐξ ἀρχῆς γενομένας συνθήκας Ῥωμαίοις καὶ Καρχηδονίοις ἀθετήσαιεν αὐτοί. [8] διόπερ ἔφασαν οὐκ ἀγνοεῖν ὅτι πᾶν εἰκότως ἂν πάθοιεν ὑπὸ Ῥωμαίων, ἀλλὰ τῆς τύχης ἕνεκα τῶν ἀνθρώπων ἐδέοντο μηδὲν παθεῖν ἀνήκεστον: ἔσεσθαι γὰρ τὴν σφετέραν ἀβουλίαν ἀπόδειξιν τῆς Ῥωμαίων καλοκἀγαθίας. [9] ὧν μνημονεύοντα τὸν στρατηγὸν ἔφασαν [τὸν] αὐτὸν οἱ πρέσβεις καὶ τοὺς ἐν τῷ συνεδρίῳ τότε γεγονότας ἐκπλήττεσθαι, τίνι ποτὲ πιστεύοντες ἐπελανθάνοντο μὲν τῶν τότε ῥηθέντων, ἀθετεῖν δὲ τολμῶσι τοὺς ὅρκους καὶ τὰς συνθήκας. [10] σχεδὸν δὲ τοῦτ᾽ εἶναι δῆλον ὡς Ἀννίβᾳ πεποιθότες καὶ ταῖς μετὰ τούτου παρούσαις δυνάμεσι ταῦτα τολμῶσι ποιεῖν, κακῶς φρονοῦντες: [11] σαφῶς γὰρ εἰδέναι πάντας ὅτι ἐκεῖνοι δεύτερον ἔτος ἤδη φεύγοντες ἐκ πάσης Ἰταλίας εἰς τοὺς περὶ Λακίνιον τόπους, κἀκεῖ συγκεκλεισμένοι καὶ μόνον οὐ πολιορκούμενοι, μόλις ἑαυτοὺς ἐκσεσωκότες ἥκουσι νῦν. [12] “οὐ μὴν ἀλλ᾽ εἰ καὶ νενικηκότες τοὺς ἐκεῖ παρῆσαν, καὶ πρὸς ἡμᾶς ἔμελλον διακινδυνεύειν τοὺς δυσὶ μάχαις ἑξῆς ὑμᾶς ἤδη νενικηκότας, ὅμως ἀμφιδόξους ἔχειν ἔδει τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος, καὶ μὴ μόνον τοῦ νικᾶν ἔννοιαν λαμβάνειν, ἀλλὰ καὶ τοῦ σφαλῆναι πάλιν. οὗ συμβάντος ποίους ἐπικαλέσεσθε” [13] ἔφη “θεούς; ποίοις δὲ χρώμενοι λόγοις τὸν ἐκ τῶν κρατούντων ἔλεον ἐπισπάσεσθε πρὸς τὰς ἑαυτῶν συμφοράς; [14] πάσης εἰκὸς ὑμᾶς ἐλπίδος ἀποκλεισθήσεσθαι καὶ παρὰ θεῶν καὶ παρ᾽ ἀνθρώπων διὰ τὴν ἀθεσίαν καὶ τὴν ἀβουλίαν.”

  [1] οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν: [2] τῶν δὲ Καρχηδονίων ὀλίγοι μὲν ἦσαν οἱ συναινοῦντες μὴ παραβαίνειν τὰς ὁμολογίας, οἱ δὲ πλείους καὶ τῶν πολιτευομένων καὶ τῶν βουλευομένων βαρέως μὲν ἔφερον τὰς ἐν ταῖς συνθήκαις ἐπιταγάς, δυσχερῶς δ᾽ ἀνείχοντο τὴν τῶν πρεσβευτῶν παρρησίαν, πρὸς δὲ τούτοις οὐχ οἷοί τ᾽ ἦσαν προέσθαι τὰ κατηγμένα πλοῖα καὶ τὰς ἐκ τούτων χορηγίας. [3] τὸ δὲ συνέχον, οὐ μικρὰς ἀλλὰ μεγάλας εἶχον ἐλπίδας νικήσειν διὰ τῶν περὶ τὸν Ἀννίβαν. [4] τοῖς μὲν οὖν πολλοῖς ἔδοξε τοὺς πρέσβεις ἀναποκρίτους ἐξαποστέλλειν: τῶν δὲ πολιτευομένων οἷς ἦν προκείμενον ἐκ παντὸς τρόπου συγχέαι πάλιν τὸν πόλεμον, οὗτοι συνεδρεύσαντες μηχανῶνταί τι τοιοῦτον. [5] ἔφασαν δεῖν πρόνοιαν ποιήσασθαι τῶν πρεσβευτῶν, ἵνα μετ᾽ ἀσφαλείας ἀνακομισθῶσιν εἰς τὴν ἰδίαν παρεμβολήν. [6] καὶ παραυτίκα τούτοις μὲν ἡτοίμαζον δύο τριήρεις παραπόμπους, πρὸς δὲ τὸν ναύαρχον Ἀσδρούβαν διεπέμψαντο παρακαλοῦντες ἑτοιμάσαι πλοῖα μὴ μακρὰν τῆς τῶν Ῥωμαίων παρεμβολῆς, ἵν᾽ ἐπειδὰν αἱ παραπέμπουσαι νῆες ἀπολίπωσι τοὺς Ῥωμαίους, ἐπαναχθέντα ταῦτα καταποντίσῃ τοὺς πρεσβευτάς. [7] ἐφώρμει γὰρ αὐτοῖς τὸ ναυτικὸν κατὰ τοὺς πρὸ τῆς Ἰτύκης ἐγκειμένους τόπους. [8] οὗτοι μὲν οὖν ταῦτα διαταξάμενοι πρὸς τὸν Ἀσδρούβαν ἐξέπεμπον τοὺς Ῥωμαίους, ἐντειλάμενοι τοῖς ἐπὶ τῶν τριήρων, [ὡς] ἐὰν παραλλάξωσι τὸν Μακάραν ποταμόν, αὖθις ἀπολιπόντας ἀποπλεῖν ἐν τῷ πόρῳ τοὺς πρεσβευτάς: [9] καὶ γὰρ ἦν ἐκ τούτων τῶν τόπων συνορᾶν ἤδη τὴν τῶν ὑπεναντίων παρεμβολήν: [10] οἱ δὲ παραπέμποντες, ἐπεὶ κατὰ τὸ συνταχθὲν παρήλλαξαν τὸν ποταμόν, ἀσπασάμενοι τοὺς Ῥωμαίους αὖθις ἐπανέπλεον. [11] οἱ δὲ περὶ τὸν Λεύκιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας δι᾽ ὀλιγωρίαν αὐτοὺς προαπολιπεῖν ἐπὶ ποσὸν ἐδυσχέραινον. [12] ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑποβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόντες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοί τ᾽ ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐδὲ τοῦ καταστρώματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς ἄνδρας: [13] ἐκ παραβ
ολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολλοὺς αὐτῶν, [14] ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατοπεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον τὴν ναῦν εἰς τὴν γῆν. [15] τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν.

  [1] γενομένων δὲ τούτων αὖθις ὁ πόλεμος ἄλλην ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενικωτέραν. [2] οἵ τε γὰρ Ῥωμαῖοι δοκοῦντες παρεσπονδῆσθαι φιλοτίμως διέκειντο πρὸς τὸ περιγενέσθαι τῶν Καρχηδονίων, οἵ τε Καρχηδόνιοι συνειδότες σφίσι τὰ πεπραγμένα πρὸς πᾶν ἑτοίμως εἶχον πρὸς τὸ μὴ τοῖς ἐχθροῖς ὑποχείριοι γενηθῆναι. [3] τοιαύτης δὲ τῆς ἐξ ἀμφοῖν παραστάσεως ὑπαρχούσης προφανὲς ἦν ὅτι δεήσει μάχῃ κρίνεσθαι περὶ τῶν ἐνεστώτων. [4] ἐξ οὗ συνέβαινε μὴ μόνον τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πάντας, ἀλλὰ καὶ τοὺς κατὰ τὴν Ἰβηρίαν καὶ Σικελίαν καὶ Σαρδόνα μετεώρους εἶναι καὶ περισπᾶσθαι ταῖς διανοίαις, καραδοκοῦντας τὸ συμβησόμενον. [5] κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, ἐλλείπων τοῖς ἱππικοῖς, διέπεμπε πρός τινα Νομάδα Τυχαῖον, ὃς ἦν μὲν οἰκεῖος Σόφακος, ἱππεῖς δὲ μαχιμωτάτους ἔχειν ἐδόκει τῶν κατὰ τὴν Λιβύην, [6] παρακαλῶν αὐτὸν βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τοῦ καιροῦ, σαφῶς γινώσκοντα διότι Καρχηδονίων κρατησάντων δύναται διαφυλάττειν τὴν ἀρχήν, Ῥωμαίων δ᾽ ἐκνικησάντων καὶ τῷ βίῳ κινδυνεύσει διὰ τὴν Μασαννάσου φιλαρχίαν. [7] οὗτος οὖν πεισθεὶς τοῖς παρακαλουμένοις ἧκε μετὰ δισχιλίων ἱππέων πρὸς τὸν Ἀννίβαν.

  [1] Πόπλιος δὲ τὰ περὶ τὴν ναυτικὴν δύναμιν ἀσφαλισάμενος καὶ καταλιπὼν Βαίβιον ἀντιστράτηγον, αὐτὸς μὲν ἐπεπορεύετο τὰς πόλεις, [2] οὐκέτι παραλαμβάνων εἰς τὴν πίστιν τοὺς ἐθελοντὴν σφᾶς αὐτοὺς ἐγχειρίζοντας, ἀλλὰ μετὰ βίας ἀνδραποδιζόμενος καὶ φανερὰν ποιῶν τὴν ὀργήν, ἣν εἶχε πρὸς τοὺς πολεμίους διὰ τὴν Καρχηδονίων παρασπόνδησιν: [3] πρὸς δὲ Μασαννάσαν διεπέμπετο συνεχῶς, ἀποδηλῶν αὐτῷ τίνα τρόπον παραβεβηκότες εἶεν οἱ Φοίνικες τὰς σπονδάς, καὶ παρακαλῶν ἁθροίζειν δύναμιν ὡς πλείστην καὶ συνάπτειν αὐτῷ κατὰ σπουδήν. [4] ὁ γὰρ Μασαννάσας ἅμα τῷ γενέσθαι τὰς συνθήκας, καθάπερ εἴρηται πρότερον, εὐθέως ἀφώρμησε μετὰ τῆς ἰδίας δυνάμεως, προσλαβὼν δέκα σημαίας Ῥωμαϊκὰς ἱππέων καὶ πεζῶν καὶ πρεσβευτὰς παρὰ τοῦ στρατηγοῦ, χάριν τοῦ μὴ μόνον τὴν πατρῴαν ἀρχὴν ἀπολαβεῖν, ἀλλὰ καὶ τὴν τοῦ Σόφακος προσκατακτήσασθαι διὰ τῆς Ῥωμαίων ἐπικουρίας: ὃ καὶ συνέβη γενέσθαι. [5]

  [1] συνέτυχε δὲ καὶ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν τῶν Ῥωμαίων καταπλεῦσαι. [6] τοὺς μὲν οὖν παρ᾽ αὑτῶν ὁ Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψε, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε, τά τε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις: [7] πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν πρὸς τοὺς τῶν Ῥωμαίων πρέσβεις, πρόδηλον ἐδόκουν εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν. [8] ὁ δὲ Πόπλιος, διακούσας τῶν παραγεγονότων ὅτι προθύμως ἥ τε σύγκλητος ὅ τε δῆμος ἀποδέξαιντο τὰς γενομένας δι᾽ αὑτοῦ συνθήκας πρὸς τοὺς Καρχηδονίους καὶ διότι πρὸς πᾶν τὸ παρακαλούμενον ἑτοίμως ἔχοιεν, ἐπὶ μὲν τούτοις ἔχαιρε μεγάλως, [9] τοὺς δὲ τῶν Καρχηδονίων προσέταξε τῷ Βαιβίῳ μετὰ πάσης φιλανθρωπίας ἀποπέμπειν εἰς τὴν οἰκείαν, πάνυ καλῶς βουλευσάμενος, ὥς γ᾽ ἐμοὶ δοκεῖ, καὶ φρονίμως. [10] θεωρῶν γὰρ τὴν σφετέραν πατρίδα περὶ πλείστου ποιουμένην τὴν περὶ τοὺς πρεσβευτὰς πίστιν, ἐσκοπεῖτο παρ᾽ αὑτῷ συλλογιζόμενος οὐχ οὕτως τί δέον παθεῖν Καρχηδονίους, ὡς τί δέον ἦν πρᾶξαι Ῥωμαίους. [11] διὸ παρακατασχὼν τὸν ἴδιον θυμὸν καὶ τὴν ἐπὶ τοῖς γεγονόσι πικρίαν, ἐπειράθη διαφυλάξαι, κατὰ τὴν παροιμίαν “πατέρων εὖ κείμενα ἔργα.” [12] τοιγαροῦν καὶ τοὺς ἐν τῇ Καρχηδόνι πάντας ἥττησε ταῖς ψυχαῖς καὶ τὸν Ἀννίβαν αὐτόν, ὑπερθέμενος τῇ καλοκἀγαθίᾳ τὴν ἐκείνων ἄνοιαν. οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὰς πόλεις ἐκπορθουμένας, ἔπεμπον πρὸς τὸν Ἀννίβαν, δεόμενοι μὴ μέλλειν, ἀλλὰ προσπελάζειν τοῖς πολεμίοις καὶ κρίνειν τὰ πράγματα διὰ μάχης. [2] ὁ δὲ διακούσας τοῖς μὲν παροῦσιν ἀπεκρίθη τἄλλα σκοπεῖν, περὶ δὲ τούτου ῥᾳθυμεῖν: διαλήψεσθαι γὰρ τὸν καιρὸν αὐτός. [3] μετὰ δέ τινας ἡμέρας ἀναζεύξας ἐκ τῶν παρὰ τὸν Ἀδρύμητα τόπων προῆλθε καὶ κατεστρατοπέδευσε περὶ Ζάμαν: αὕτη δ᾽ ἐστὶ πόλις ἀπέχουσα Καρχηδόνος ὡς πρὸς τὰς δύσεις ὁδὸν ἡμερῶν πέντε. κἀκεῖθεν ἐξέπεμψε τρεῖς κατασκόπους, [4] βουλόμενος ἐπιγνῶναι ποῦ στρατοπεδεύουσι καὶ πῶς χειρίζει τὰ κατὰ τὰς παρεμβολὰς ὁ τῶν Ῥωμαίων στρατηγός. Πόπλιος δ᾽, [5] ἐπαναχθέντων ὡς αὐτὸν τῶν κατασκόπων, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν τοὺς ἑαλωκότας, καθάπερ ἔθος ἐστὶ τοῖς ἄλλοις, ὡς τοὐναντίον συστήσας αὐτοῖς χιλίαρχον ἐπέταξε πάντα καθαρίως ὑποδεῖξαι τὰ κατὰ τὴν παρεμβολήν. [6] γενομένου δὲ τούτου προσεπύθετο τῶν ἀνθρώπων εἰ πάντα φιλοτίμως αὐτοῖς ὑποδέδειχεν ὁ συσταθείς: τῶν δὲ φησά�
�των, [7] δοὺς ἐφόδια καὶ παραπομπὴν ἐξαπέστειλε προστάξας ἐπιμελῶς Ἀννίβᾳ διασαφεῖν περὶ τῶν ἀπηντημένων αὐτοῖς. [8] ὧν παραγενηθέντων θαυμάσας ὁ Ἀννίβας τὴν μεγαλοψυχίαν καὶ τόλμαν τἀνδρὸς οὐκ οἶδ᾽ ὅπως εἰς ὁρμὴν ἔπεσε τοῦ βούλεσθαι συνελθεῖν εἰς λόγους τῷ Ποπλίῳ. [9] κρίνας δὲ τοῦτο διεπέμψατο κήρυκα, φάσκων βούλεσθαι κοινολογηθῆναι πρὸς αὐτὸν ὑπὲρ τῶν ὅλων. [10] ὁ δὲ Πόπλιος ἀκούσας ταῦτα τοῦ κήρυκος συγκατετίθετο τοῖς παρακαλουμένοις, ἔφη δὲ πέμψειν πρὸς αὐτὸν διασαφῶν, ἐπειδὰν μέλλῃ συμπορεύεσθαι, τὸν τόπον καὶ τὸν καιρόν. [11] ταῦτα μὲν οὖν ἀκούσας ὁ κῆρυξ ἐπανῆλθε πάλιν εἰς τὴν ἰδίαν παρεμβολήν: [12] τῇ δ᾽ ἐπαύριον ἧκε Μασαννάσας, ἔχων πεζοὺς μὲν εἰς ἑξακισχιλίους, ἱππεῖς δὲ περὶ τετρακισχιλίους. [13] ὃν ἀποδεξάμενος ὁ Πόπλιος φιλανθρώπως καὶ συγχαρεὶς ἐπὶ τῷ πάντας ὑπηκόους πεποιῆσθαι τοὺς πρότερον Σόφακι πειθομένους, [14] ἀνέζευξε, καὶ παραγενηθεὶς πρὸς πόλιν Ναράγαρα κατεστρατοπέδευσε, πρός τε τἄλλα τόπον εὐφυῆ καταλαβόμενος καὶ τὴν

 

‹ Prev