by Polybius
[1] πρώτους δὲ συναθροίσας τοὺς Μακεδόνας, εἰς τούτους εἰσῆλθε μετὰ τοῦ βασιλέως καὶ τῆς Ἀγαθοκλείας. [2] καὶ τὰς μὲν ἀρχὰς ὑπεκρίνετο τὸν οὐ δυνάμενον εἰπεῖν ἃ βούλεται διὰ τὸ πλῆθος τῶν ἐπιφερομένων δακρύων: [3] ἐπεὶ δὲ πλεονάκις ἀπομάττων τῇ χλαμύδι κατεκράτησε τῆς ἐπιφορᾶς, βαστάσας τὸ παιδίον “3Λάβετε”3 ἔφη “3τοῦτον, ὃν ὁ πατὴρ ἀποθνήσκων εἰς μὲν τὰς ἀγκάλας ἔδωκε ταύτῃ”3 δείξας τὴν ἀδελφὴν “3παρακατέθετο δ᾽ εἰς τὴν ὑμετέραν, ὦ ἄνδρες Μακεδόνες, πίστιν. [4] ἡ μὲν οὖν [καὶ] ταύτης εὔνοια βραχεῖάν τινα ῥοπὴν ἔχει πρὸς τὴν τούτου σωτηρίαν, ἐν ὑμῖν δὲ κεῖται καὶ ταῖς ὑμετέραις χερσὶ τὰ τούτου νυνὶ πράγματα. [5] Τληπόλεμος γὰρ πάλαι μὲν ἦν δῆλος τοῖς ὀρθῶς σκοπουμένοις μειζόνων ἐφιέμενος ἢ καθ᾽ ἑαυτὸν πραγμάτων, νῦν δὲ καὶ τὴν ἡμέραν καὶ τὸν καιρὸν ὥρικεν, ἐν ᾗ μέλλει τὸ διάδημ᾽ ἀναλαμβάνειν. [6] “3 καὶ περὶ τούτων οὐχ αὑτῷ πιστεύειν ἐκέλευεν, ἀλλὰ τοῖς εἰδόσι τὴν ἀλήθειαν καὶ παροῦσι νῦν ἐξ αὐτῶν τῶν πραγμάτων. [7] καὶ τοῦτ᾽ εἰπὼν εἰσῆγε τὸν Κριτόλαον, ὃς ἔφη καὶ τοὺς βωμοὺς αὐτὸς ἑωρακέναι κατασκευαζομένους καὶ τὰ θύματα παρὰ τοῖς πλήθεσιν ἑτοιμαζόμενα πρὸς τὴν τοῦ διαδήματος ἀνάδειξιν. [8] ὧν οἱ Μακεδόνες ἀκούοντες οὐχ οἷον ἠλέουν αὐτόν, ἀλλ᾽ ἁπλῶς οὐδὲν προσεῖχον τῶν λεγομένων, μυχθίζοντες δὲ καὶ διαψιθυρίζοντες ἐξελήρησαν οὕτως ὥστε μηδ᾽ αὐτὸν εἰδέναι [μήτε] πῶς τὸ παράπαν ἐκ τῆς ἐκκλησίας ἀπελύθη. [9] παραπλήσια δὲ τούτοις ἐγίνετο καὶ περὶ τὰ λοιπὰ συστήματα κατὰ τοὺς ἐκκλησιασμούς. [10] ἐν δὲ τῷ μεταξὺ πολὺς ἦν ὁ καταπλέων ἐκ τῶν ἄνω στρατοπέδων, καὶ παρεκάλουν οἱ μὲν συγγενεῖς, οἱ δὲ φίλους, βοηθεῖν τοῖς ὑποκειμένοις, καὶ μὴ περιιδεῖν σφᾶς ἀνέδην ὑφ᾽ οὕτως ἀναξίων ὑβριζομένους. [11] μάλιστα δὲ παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προεστώτων τιμωρίαν τὸ γινώσκειν ὅτι τὸ μέλλειν καθ᾽ αὑτῶν ἐστι διὰ τὸ πάντων τῶν παρακομιζομένων ἐπιτηδείων εἰς τὴν Ἀλεξάνδρειαν κρατεῖν
[1] τοὺς περὶ τὸν Τληπόλεμον. ἐγένετο δέ τι καὶ ἐξ αὐτῶν τῶν περὶ τὸν Ἀγαθοκλέα συνέργημα πρὸς τὸ τὴν ὀργὴν ἐπιτεῖναι τήν τε τῶν πολλῶν καὶ τὴν τοῦ Τληπολέμου: [2] τὴν γὰρ Δανάην, ἥτις ἦν πενθερὰ τοῦ προειρημένου, λαβόντες ἐκ τοῦ τῆς Δήμητρος ἱεροῦ καὶ διὰ μέσου τῆς πόλεως ἑλκύσαντες ἀκατακάλυπτον εἰς φυλακὴν ἀπέθεντο, βουλόμενοι φανερὰν ποιεῖν τὴν πρὸς τὸν Τληπόλεμον διαφοράν. [3] ἐφ᾽ οἷς τὸ πλῆθος ἀγανακτοῦν οὐκέτι κατ᾽ ἰδίαν οὐδὲ δι᾽ ἀπορρήτων ἐποιεῖτο τοὺς λόγους, ἀλλ᾽ οἱ μὲν τὰς νύκτας εἰς πάντα τόπον ἐπέγραφον, οἱ δὲ τὰς ἡμέρας συστρεφόμενοι κατὰ μέρη φανερῶς ἐξέφερον ἤδη τὸ μῖσος εἰς τοὺς προεστῶτας. [4]
[1] οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα βλέποντες τὰ συμβαίνοντα, καὶ μοχθηρὰς ἐλπίδας ἔχοντες περὶ αὑτῶν, τοτὲ μὲν ἐγίνοντο περὶ δρασμόν, οὐδενὸς δ᾽ αὐτοῖς ἡτοιμασμένου πρὸς τοῦτο τὸ μέρος διὰ τὴν σφετέραν ἀβουλίαν ἀφίσταντο τῆς ἐπιβολῆς: [5] τοτὲ δὲ συνωμότας κατέγραφον καὶ κοινωνοὺς τῆς τόλμης, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν τοὺς μὲν κατασφάξοντες, τοὺς δὲ συλληψόμενοι, μετὰ δὲ ταῦτα τυραννικὴν ἐξουσίαν περιποιησόμενοι. [6] ταῦτα δ᾽ αὐτῶν διανοουμένων προσέπεσε διαβολὴ κατά τινος Μοιραγένους, ἑνὸς τῶν σωματοφυλάκων, διότι μηνύοι πάντα τῷ Τληπολέμῳ καὶ συνεργοίη διὰ τὴν πρὸς Ἀδαῖον οἰκειότητα τὸν ἐπὶ τῆς Βουβαστοῦ τότε καθεσταμένον. [7] ὁ δ᾽ Ἀγαθοκλῆς εὐθέως συνέταξε Νικοστράτῳ τῷ πρὸς τοῖς γράμμασι τεταγμένῳ συλλαβόντι τὸν Μοιραγένη φιλοτίμως ἐξετάσαι, πᾶσαν προτιθέντα βάσανον. [8] οὗτος μὲν οὖν παραχρῆμα συλληφθεὶς ὑπὸ τοῦ Νικοστράτου καὶ παραχθεὶς εἴς τινα μέρη τῆς αὐλῆς ἀποκεχωρηκότα, τὸ μὲν πρῶτον ἐξ ὀρθῆς ἀνεκρίνετο περὶ τῶν προσπεπτωκότων, [9] πρὸς οὐδὲν δὲ τῶν λεγομένων ἀνθομολογούμενος ἐξεδύθη: καὶ τινὲς μὲν τὰ πρὸς τὰς βασάνους ὄργανα διεσκεύαζον, οἱ δὲ τὰς μάστιγας ἔχοντες μετὰ χεῖρας ἀπεδύοντο τὰς χλαμύδας. [10] κατὰ δὲ τὸν καιρὸν τοῦτον προστρέχει τις τῶν ὑπηρετῶν πρὸς τὸν Νικόστρατον, καὶ ψιθυρίσας πρὸς τὴν ἀκοὴν ἅττα δήποτ᾽ οὖν ἀπηλλάττετο μετὰ σπουδῆς. ὁ δὲ Νικόστρατος ἐκ ποδὸς ἐπηκολούθει τούτῳ, [11] λέγων μὲν οὐδέν, τύπτων δὲ συνεχῶς τὸν μηρόν. περὶ δὲ τὸν Μοιραγένην ἄφατον ἦν καὶ παράλογον τὸ συμβαῖνον. [2] οἱ μὲν γὰρ μόνον οὐ διατεταμένοι τὰς μάστιγας παρέστασαν, οἱ δὲ πρὸ ποδῶν αὐτοῦ τὰ πρὸς ἀνάγκας ὄργανα διεσκεύαζον: [3] τοῦ δὲ Νικοστράτου παραχωρήσαντος ἕστασαν ἀχανεῖς πάντες, ἐμβλέποντες ἀλλήλοις, προσδοκῶντες ἀεί ποτε τὸν προειρημένον ἀνακάμψειν. [4] χρόνου δὲ γινομένου κατὰ βραχὺ διέρρεον οἱ παρεστῶτες, τέλος δ᾽ ὁ Μοιραγένης ἀπελείφθη. καὶ μετὰ ταῦτα διελθὼν τὴν αὐλὴν ἀνελπίστως παρέπεσε γυμνὸς εἴς τινα σκηνὴν τῶν Μακεδόνων, σύνεγγυς κειμένην τῆς αὐλῆς. [5] καταλαβὼν δὲ κατὰ τύχην ἀριστῶντας καὶ συνηθροισμένους, ἔλεγε τὰ περὶ αὑτὸν συμβεβηκότα καὶ τὸ παράλογον τῆς σωτηρίας. [6] οἱ δὲ τὰ μὲν ἠπίστουν, τὰ δὲ πάλιν ὁρῶντες αὐτὸν γυμνὸν ἠναγκάζοντο πιστεύειν. [7] ἐκ δὲ ταύτης τῆς περιπετείας ὅ τε Μοιραγένης μετὰ δακρύων ἐδεῖτο τῶν Μακεδόνων μὴ μόνον �
�ῆς αὑτοῦ συνεπιλαβέσθαι σωτηρίας, ἀλλὰ καὶ τῆς τοῦ βασιλέως, καὶ μάλιστα τῆς σφῶν αὐτῶν: [8] πρόδηλον γὰρ εἶναι πᾶσι τὸν ὄλεθρον, ἐὰν μὴ συνάψωνται τοῦ καιροῦ, καθ᾽ ὃν ἀκμάζει τὸ τῶν πολλῶν μῖσος καὶ πᾶς ἕτοιμός ἐστι πρὸς τὴν κατ᾽ Ἀγαθοκλέους τιμωρίαν. [9] ἀκμάζειν δὲ νῦν μά