Book Read Free

Delphi Complete Works of Polybius

Page 281

by Polybius


  [1] πλὴν ὅ γε Τίτος ἑτοιμασάμενος ταῦτα πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας, προῆγε παντὶ τῷ στρατεύματι βάδην, ἀποσχὼν δὲ περὶ πεντήκοντα στάδια τῆς τῶν Φεραίων πόλεως αὐτοῦ παρενέβαλε. [2] κατὰ δὲ τὴν ἐπιοῦσαν ὑπὸ τὴν ἑωθινὴν ἐξέπεμπε τοὺς κατοπτεύσοντας καὶ διερευνησομένους, εἴ τινα δυνηθεῖεν λαβεῖν ἀφορμὴν εἰς τὸ γνῶναι ποῦ ποτ᾽ εἰσὶ καὶ τί πράττουσιν οἱ πολέμιοι. [3] Φίλιππος δὲ [καὶ] κατὰ τὸν αὐτὸν καιρὸν πυνθανόμενος τοὺς Ῥωμαίους στρατοπεδεύειν περὶ τὰς Θήβας, ἐξάρας ἀπὸ τῆς Λαρίσης παντὶ τῷ στρατεύματι προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὰς Φεράς. [4] ἀποσχὼν δὲ περὶ τριάκοντα στάδια, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσας ἐν ὥρᾳ παρήγγειλε πᾶσι γίνεσθαι περὶ τὴν τοῦ σώματος θεραπείαν, [5] ὑπὸ δὲ τὴν ἑωθινὴν ἐξεγείρας τὴν δύναμιν τοὺς μὲν εἰθισμένους προπορεύεσθαι τῆς δυνάμεως προεξαπέστειλε, συντάξας ὑπερβάλλειν τὰς ὑπὲρ τὰς Φερὰς ἀκρολοφίας, αὐτὸς δὲ τῆς ἡμέρας διαφαινούσης ἐκίνει τὴν δύναμιν ἐκ τοῦ χάρακος. [6] παρ᾽ ὀλίγον μὲν οὖν ἦλθον ἀμφοτέρων οἱ προεξαπεσταλμένοι τοῦ συμπεσεῖν ἀλλήλοις περὶ τὰς ὑπερβολάς: [7] προϊδόμενοι γὰρ σφᾶς αὐτοὺς ὑπὸ τὴν ὄρφνην ἐκ πάνυ βραχέος διαστήματος ἐπέστησαν, καὶ ταχέως ἔπεμπον, ἀποδηλοῦντες ἀμφότεροι τοῖς ἡγεμόσι τὸ γεγονὸς καὶ πυνθανόμενοι τί δέον εἴη ποιεῖν. [8] *** ἐπὶ τῶν ὑποκειμένων στρατοπεδειῶν κἀκείνους ἀνακαλεῖσθαι. [9] τῇ δ᾽ ἐπαύριον ἐξέπεμψαν ἀμφότεροι κατασκοπῆς ἕνεκα τῶν ἱππέων καὶ τῶν εὐζώνων περὶ τριακοσίους ἑκατέρων, ἐν οἷς ὁ Τίτος καὶ τῶν Αἰτωλῶν δύ᾽ οὐλαμοὺς ἐξαπέστειλε διὰ τὴν ἐμπειρίαν τῶν τόπων: [10] οἳ καὶ συμμίξαντες ἀλλήλοις ἐπὶ τάδε τῶν Φερῶν ὡς πρὸς Λάρισαν συνέβαλλον ἐκθύμως. [11] τῶν δὲ περὶ τὸν Εὐπόλεμον τὸν Αἰτωλὸν εὐρώστως κινδυνευόντων καὶ συνεκκαλουμένων τοὺς Ἰταλικοὺς πρὸς τὴν χρείαν, θλίβεσθαι συνέβαινε τοὺς Μακεδόνας. [12] καὶ τότε μὲν ἐπὶ πολὺν χρόνον ἀκροβολισάμενοι διεχωρίσθησαν εἰς τὰς αὑτῶν παρεμβολάς:

  [1] κατὰ δὲ τὴν ἐπιοῦσαν ἀμφότεροι δυσαρεστούμενοι τοῖς περὶ τὰς Φερὰς τόποις διὰ τὸ καταφύτους εἶναι καὶ πλήρεις αἱμασιῶν καὶ κηπίων ἀνέζυξαν. [2] ὁ μὲν οὖν Φίλιππος ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὴν Σκοτοῦσσαν, σπεύδων ἐκ ταύτης τῆς πόλεως ἐφοδιάσασθαι, μετὰ δὲ ταῦτα γενόμενος εὐτρεπὴς λαβεῖν τόπους ἁρμόζοντας ταῖς αὑτοῦ δυνάμεσιν: [3] ὁ δὲ Τίτος ὑποπτεύσας τὸ μέλλον ἐκίνει τὴν δύναμιν ἅμα τῷ Φιλίππῳ, σπεύδων προκαταφθεῖραι τὸν ἐν τῇ Σκοτουσσαίᾳ σῖτον. [4] τῆς δ᾽ ἑκατέρων πορείας μεταξὺ κειμένων ὄχθων ὑψηλῶν, οὔθ᾽ οἱ Ῥωμαῖοι συνεώρων τοὺς Μακεδόνας, ποῖ ποιοῦνται τὴν πορείαν, οὔθ᾽ οἱ Μακεδόνες τοὺς Ῥωμαίους. [5] ταύτην μὲν οὖν τὴν ἡμέραν ἑκάτεροι διανύσαντες, ὁ μὲν Τίτος ἐπὶ τὴν προσαγορευομένην Ἐρέτριαν τῆς Φθιώτιδος χώρας, ὁ δὲ Φίλιππος ἐπὶ τὸν Ὀγχηστὸν ποταμόν, αὐτοῦ κατέζευξαν, ἀγνοοῦντες ἀμφότεροι τὰς ἀλλήλων παρεμβολάς: [6] τῇ δ᾽ ὑστεραίᾳ προελθόντες ἐστρατοπέδευσαν, Φίλιππος μὲν ἐπὶ τὸ Μελάμβιον προσαγορευόμενον τῆς Σκοτουσσαίας, Τίτος δὲ περὶ τὸ Θετίδειον τῆς Φαρσαλίας, ἀκμὴν ἀγνοοῦντες ἀλλήλους. [7] ἐπιγενομένου δ᾽ ὄμβρου καὶ βροντῶν ἐξαισίων, πάντα συνέβη τὸν ἀέρα τὸν ἐκ τῶν νεφῶν κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ὑπὸ τὴν ἑωθινὴν πεσεῖν ἐπὶ τὴν γῆν, ὥστε διὰ τὸν ἐφεστῶτα ζόφον μηδὲ τοὺς ἐν ποσὶ δύνασθαι βλέπειν. [8] οὐ μὴν ἀλλ᾽ ὅ γε Φίλιππος κατανύσαι σπεύδων ἐπὶ τὸ προκείμενον, ἀναζεύξας προῄει μετὰ πάσης τῆς στρατιᾶς. [9] δυσχρηστούμενος δὲ κατὰ τὴν πορείαν διὰ τὴν ὀμίχλην, βραχὺν τόπον διανύσας τὴν μὲν δύναμιν εἰς χάρακα παρενέβαλε, τὴν δ᾽ ἐφεδρείαν ἀπέστειλε, συντάξας ἐπὶ τοὺς ἄκρους ἐπιβαλεῖν τῶν μεταξὺ κειμένων βουνῶν.

  [1] ὁ δὲ Τίτος στρατοπεδεύων περὶ τὸ Θετίδειον, καὶ διαπορούμενος ὑπὲρ τῶν πολεμίων ποῦ ποτ᾽ εἰσί, δέκα προθέμενος οὐλαμοὺς καὶ τῶν εὐζώνων εἰς χιλίους ἐξαπέστειλε, παρακαλέσας εὐλαβῶς ἐξερευνωμένους ἐπιπορεύεσθαι τὴν χώραν: [2] οἳ καὶ προάγοντες ὡς ἐπὶ τὰς ὑπερβολὰς ἔλαθον ἐμπεσόντες εἰς τὴν τῶν Μακεδόνων ἐφεδρείαν διὰ τὸ δύσοπτον τῆς ἡμέρας. [3] οὗτοι μὲν οὖν ἐν ταῖς ἀρχαῖς ἐπὶ βραχὺ διαταραχθέντες ἀμφότεροι μετ᾽ ὀλίγον ἤρξαντο καταπειράζειν ἀλλήλων, διεπέμψαντο δὲ καὶ πρὸς τοὺς ἑαυτῶν ἡγεμόνας ἑκάτεροι τοὺς διασαφήσοντας τὸ γεγονός: [4] ἐπειδὴ δὲ κατὰ τὴν συμπλοκὴν οἱ Ῥωμαῖοι κατεβαροῦντο καὶ κακῶς ἔπασχον ὑπὸ τῆς τῶν Μακεδόνων ἐφεδρείας, πέμποντες εἰς τὴν ἑαυτῶν παρεμβολὴν ἐδέοντο σφίσι βοηθεῖν. [5] ὁ δὲ Τίτος, παρακαλέσας τοὺς περὶ τὸν Ἀρχέδαμον καὶ τὸν Εὐπόλεμον Αἰτωλοὺς καὶ δύο τῶν παρ᾽ αὑτοῦ χιλιάρχων, ἐξέπεμψε μετὰ πεντακοσίων ἱππέων καὶ δισχιλίων πεζῶν. [6] ὧν προσγενομένων τοῖς ἐξ ἀρχῆς ἀκροβολιζομένοις, παραυτίκα τὴν ἐναντίαν ἔσχε διάθεσιν ὁ κίνδυνος: [7] οἱ μὲν γὰρ Ῥωμαῖοι, προσλαβόντες τὴν ἐκ τῆς βοηθείας ἐλπίδα διπλασίως ἐπερρώσθησαν πρὸς τὴν χρείαν, [8] οἱ δὲ Μακεδόνες ἠμύνοντο μὲν γενναίως, πιεζούμενοι δὲ πάλιν οὗτοι καὶ καταβαρούμενοι τοῖς ὅλοις προσέφυγον πρὸς τοὺς ἄκρους καὶ διεπέμποντο πρὸς τὸν βασιλέα περὶ βοηθ
είας.

  [1] ὁ δὲ Φίλιππος οὐδέποτ᾽ ἂν ἐλπίσας κατ᾽ ἐκείνην τὴν ἡμέραν ὁλοσχερῆ γενέσθαι κίνδυνον διὰ τὰς προειρημένας αἰτίας, ἀφεικὼς ἔτυχε καὶ πλείους ἐκ τῆς παρεμβολῆς ἐπὶ χορτολογίαν. [2] τότε δὲ πυνθανόμενος τὰ συμβαίνοντα παρὰ τῶν διαποστελλομένων, καὶ τῆς ὀμίχλης ἤδη διαφαινούσης, παρακαλέσας Ἡρακλείδην τε τὸν Γυρτώνιον, ὃς ἡγεῖτο τῆς Θετταλικῆς ἵππου, καὶ Λέοντα τὸν τῶν Μακεδόνων ἱππάρχην ἐξέπεμπε, σὺν δὲ τούτοις Ἀθηναγόραν ἔχοντα πάντας τοὺς μισθοφόρους πλὴν τῶν Θρᾳκῶν. [3] συναψάντων δὲ τούτων τοῖς ἐν ταῖς ἐφεδρείαις, καὶ προσγενομένης τοῖς Μακεδόσι βαρείας χειρός, ἐνέκειντο τοῖς πολεμίοις: καὶ πάλιν οὗτοι τοὺς Ῥωμαίους ἤλαυνον ἐκ μεταβολῆς ἀπὸ τῶν ἄκρων. [4] μέγιστον δ᾽ αὐτοῖς ἐμπόδιον ἦν τοῦ μὴ τρέψασθαι τοὺς πολεμίους ὁλοσχερῶς ἡ τῶν Αἰτωλικῶν ἱππέων φιλοτιμία: πάνυ γὰρ ἐκθύμως οὗτοι καὶ παραβόλως ἐκινδύνευον. [5] Αἰτωλοὶ γάρ, καθ᾽ ὅσον ἐν τοῖς πεζικοῖς ἐλλιπεῖς εἰσι καὶ τῷ καθοπλισμῷ καὶ τῇ συντάξει πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας, κατὰ τοσοῦτον τοῖς ἱππικοῖς διαφέρουσι πρὸς τὸ βέλτιον τῶν ἄλλων Ἑλλήνων ἐν τοῖς κατὰ μέρος καὶ κατ᾽ ἰδίαν κινδύνοις. [6] διὸ καὶ τότε τούτων παρακατασχόντων τὴν ἐπιφορὰν τῶν πολεμίων, οὐκέτι συνηλάσθησαν ἕως εἰς τοὺς ἐπιπέδους τόπους, βραχὺ δ᾽ ἀποσχόντες ἐκ μεταβολῆς ἔστησαν. [7] ὁ δὲ Τίτος, θεωρῶν οὐ μόνον τοὺς εὐζώνους καὶ τοὺς ἱππέας ἐγκεκλικότας, ἀλλὰ διὰ τούτους καὶ τὴν ὅλην δύναμιν ἐπτοημένην, ἐξῆγε τὸ στράτευμα πᾶν καὶ παρενέβαλε πρὸς τοῖς βουνοῖς. [8] κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἕτερος ἐφ᾽ ἑτέρῳ τῶν ἐκ τῆς ἐφεδρείας Μακεδόνων ἔθει πρὸς τὸν Φίλιππον, ἀναβοῶν “βασιλεῦ, φεύγουσιν οἱ πολέμιοι: μὴ παρῇς τὸν καιρόν: οὐ μένουσιν ἡμᾶς οἱ βάρβαροι: σὴ νῦν ἐστιν ἡμέρα, σὸς ὁ καιρός.” ὥστε τὸν Φίλιππον, [9] καίπερ οὐκ εὐδοκούμενον τοῖς τόποις, ὅμως ἐκκληθῆναι πρὸς τὸν κίνδυνον. οἱ γὰρ προειρημένοι λόφοι καλοῦνται μὲν Κυνὸς Κεφαλαί, τραχεῖς δ᾽ εἰσὶ καὶ περικεκλασμένοι καὶ πρὸς ὕψος ἱκανὸν ἀνατείνοντες. [10] διὸ καὶ προορώμενος ὁ Φίλιππος τὴν δυσχρηστίαν τῶν τόπων, ἐξ ἀρχῆς μὲν οὐδαμῶς ἡρμόζετο πρὸς ἀγῶνα: τότε δὲ παρορμηθεὶς διὰ τὴν ὑπερβολὴν τῆς εὐελπιστίας τῶν ἀγγελλόντων ἕλκειν παρήγγελλε τὴν δύναμιν ἐκ τοῦ χάρακος.

  [1] ὁ δὲ Τίτος παρεμβαλὼν τὴν αὑτοῦ στρατιὰν ἑξῆς ἅπασαν, ἅμα μὲν ἐφήδρευε τοῖς προκινδυνεύουσιν, ἅμα δὲ παρεκάλει τὰς τάξεις ἐπιπορευόμενος. ἡ δὲ παράκλησις ἦν αὐτοῦ βραχεῖα μέν, [2] ἐμφαντικὴ δὲ καὶ γνώριμος τοῖς ἀκούουσιν. ἐναργῶς γὰρ ὑπὸ τὴν ὄψιν ἐνδεικνύμενος ἔλεγε τοῖς αὑτοῦ στρατιώταις “ [3] οὐχ οὗτοι Μακεδόνες εἰσίν, ὦ ἄνδρες, οὓς ὑμεῖς προκατέχοντας ἐν Μακεδονίᾳ τὰς εἰς τὴν Ἐορδαίαν ὑπερβολὰς ἐκ τοῦ προφανοῦς μετὰ Σολπικίου βιασάμενοι πρὸς τόπους ὑπερδεξίους ἐξεβάλετε, πολλοὺς αὐτῶν ἀποκτείναντες; [4] οὐχ οὗτοι Μακεδόνες εἰσίν, οὓς ὑμεῖς προκατέχοντας τὰς ἀπηλπισμένας ἐν Ἠπείρῳ δυσχωρίας ἐκβιασάμενοι ταῖς ἑαυτῶν ἀρεταῖς φεύγειν ἠναγκάσατε ῥίψαντας τὰ ὅπλα, τέως εἰς Μακεδονίαν ἀνεκομίσθησαν; [5] πῶς οὖν ὑμᾶς εὐλαβεῖσθαι καθήκει, μέλλοντας ἐξ ἴσου ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς αὐτούς; τί δὲ προορᾶσθαι τῶν προγεγονότων, ἀλλ᾽ οὐ τἀναντία δι᾽ ἐκεῖνα καὶ νῦν θαρρεῖν; [6] διόπερ, ὦ ἄνδρες, παρακαλέσαντες σφᾶς αὐτοὺς ὁρμᾶσθε πρὸς τὸν κίνδυνον ἐρρωμένως: θεῶν γὰρ βουλομένων ταχέως πέπεισμαι ταὐτὸ τέλος ἀποβήσεσθαι τῆς παρούσης μάχης τοῖς προγεγονόσι κινδύνοις” [7] . οὗτος μὲν οὖν ταῦτ᾽ εἰπὼν τὸ μὲν δεξιὸν μέρος ἐκέλευε μένειν κατὰ χώραν καὶ τὰ θηρία πρὸ τούτων, τῷ δ᾽ εὐωνύμῳ μετὰ τῶν εὐζώνων ἐπῄει σοβαρῶς τοῖς πολεμίοις: [8] οἱ δὲ προκινδυνεύοντες τῶν Ῥωμαίων, προσλαβόντες τὴν τῶν πεζῶν στρατοπέδων ἐφεδρείαν, ἐκ μεταβολῆς ἐνέκειντο τοῖς ὑπεναντίοις.

  [1] Φίλιππος δὲ κατὰ τὸν αὐτὸν καιρόν, ἐπειδὴ τὸ πλέον μέρος ἤδη τῆς ἑαυτοῦ δυνάμεως ἑώρα παρεμβεβληκὸς πρὸ τοῦ χάρακος, αὐτὸς μὲν ἀναλαβὼν τοὺς πελταστὰς καὶ τὸ δεξιὸν τῆς φάλαγγος προῆγε, σύντονον ποιούμενος τὴν πρὸς τοὺς λόφους ἀνάβασιν, [2] τοῖς δὲ περὶ τὸν Νικάνορα τὸν ἐπικαλούμενον ἐλέφαντα συνέταξε φροντίζειν ἵνα τὸ λοιπὸν μέρος τῆς δυνάμεως ἐκ ποδὸς ἕπηται. [3] ἅμα δὲ τῷ τοὺς πρώτους ἅψασθαι τῆς ὑπερβολῆς εὐθέως ἐξ ἀσπίδος παρενέβαλε καὶ προκατελάμβανε τοὺς ὑπερδεξίους: τῶν γὰρ προκινδυνευόντων Μακεδόνων ἐπὶ πολὺ τεθλιφότων τοὺς Ῥωμαίους ἐπὶ θάτερα μέρη τῶν λόφων, ἐρήμους κατέλαβε τοὺς ἄκρους. [4] ἔτι δὲ παρεμβάλλοντος αὐτοῦ τὰ δεξιὰ μέρη τῆς στρατιᾶς, παρῆσαν οἱ μισθοφόροι, πιεζούμενοι κατὰ κράτος ὑπὸ τῶν πολεμίων: [5] προσγενομένων γὰρ τοῖς τῶν Ῥωμαίων εὐζώνοις τῶν ἐν τοῖς βαρέσιν ὅπλοις ἀνδρῶν, καθάπερ ἀρτίως εἶπα, καὶ συνεργούντων κατὰ τὴν μάχην, προσλαβόντες οἷον εἰ σήκωμα τὴν τούτων χρείαν, βαρέως ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς αὐτῶν ἔκτεινον. [6] ὁ δὲ βασιλεὺς ἐν μὲν ταῖς ἀρχαῖς, ὅτε παρεγίνετο, θεωρῶν οὐ μακρὰν τῆς τῶν πολεμίων παρεμβολῆς συνεστῶτα τὸν τῶν εὐζώνων κίνδυνον περιχαρὴς ἦν: [7] ὡς δὲ πάλιν ἐκ μεταβολ�
�ς ἑώρα κλίνοντας τοὺς ἰδίους καὶ προσδεομένους ἐπικουρίας, ἠναγκάζετο βοηθεῖν καὶ κρίνειν ἐκ τοῦ καιροῦ τὰ ὅλα, καίπερ ἔτι τῶν πλείστων μερῶν τῆς φάλαγγος κατὰ πορείαν ὄντων καὶ προσβαινόντων πρὸς τοὺς βουνούς. [8] προσδεξάμενος δὲ τοὺς ἀγωνιζομένους, τούτους μὲν ἥθροιζε πάντας ἐπὶ τὸ δεξιὸν κέρας, καὶ τοὺς πεζοὺς καὶ τοὺς ἱππέας, τοῖς δὲ πελτασταῖς καὶ τοῖς φαλαγγίταις παρήγγελλε διπλασιάζειν τὸ βάθος καὶ πυκνοῦν ἐπὶ τὸ δεξιόν. γενομένου δὲ τούτου, [9] καὶ τῶν πολεμίων ἐν χερσὶν ὄντων, τοῖς μὲν φαλαγγίταις ἐδόθη παράγγελμα καταβαλοῦσι τὰς σαρίσας ἐπάγειν, τοῖς δ᾽ εὐζώνοις κερᾶν. [10] κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Τίτος, δεξάμενος εἰς τὰ διαστήματα τῶν σημαιῶν τοὺς προκινδυνεύοντας, προσέβαλε τοῖς πολεμίοις.

 

‹ Prev