by Polybius
[1] ὁ δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφησεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως καὶ μάλιστα τοῦ τῶν Ἑλλήνων συμφέροντος. [2] οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν τούτους: [3] πίστιν δ᾽ ἔχειν τὸ λεγόμενον ἔκ [τε] τῶν κατ᾽ Ἀννίβαν καὶ Καρχηδονίους, ὑφ᾽ ὧν τὰ δεινότατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γενομένους κυρίους ὃ βουληθεῖεν πρᾶξαι κατ᾽ αὐτῶν ἁπλῶς, οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχηδονίων: [4] καὶ μὴν οὐδ᾽ αὐτὸς οὐδέποτε ταύτην ἐσχηκέναι τὴν αἵρεσιν, ὅτι δεῖ πολεμεῖν πρὸς τὸν Φίλιππον ἀδιαλύτως: ἀλλ᾽ εἴπερ ἐβουλήθη ποιεῖν τὰ παρακαλούμενα πρὸ τῆς μάχης, ἑτοίμως ἂν διαλελύσθαι πρὸς αὐτόν. [5] διὸ καὶ θαυμάζειν ἔφη πῶς μετέχοντες τότε τῶν περὶ τῆς διαλύσεως συλλόγων ἅπαντες νῦν ἀκαταλλάκτως ἔχουσιν. [6] “ἢ δῆλον ὅτι νενικήκαμεν; ἀλλὰ τοῦτό γ᾽ ἐστὶ πάντων ἀγνωμονέστατον: [7] πολεμοῦντας γὰρ δεῖ τοὺς ἀγαθοὺς ἄνδρας βαρεῖς εἶναι καὶ θυμικούς, ἡττωμένους δὲ γενναίους καὶ μεγαλόφρονας, νικῶντάς γε μὴν μετρίους καὶ πραεῖς καὶ φιλανθρώπους. ὑμεῖς δὲ τἀναντία παρακαλεῖτε νῦν. [8] ἀλλὰ μὴν καὶ τοῖς Ἕλλησι ταπεινωθῆναι μὲν ἐπὶ πολὺ συμφέρει τὴν Μακεδόνων ἀρχήν, ἀρθῆναί γε μὴν οὐδαμῶς” [9] . τάχα γὰρ αὐτοὺς πεῖραν λήψεσθαι τῆς Θρᾳκῶν καὶ Γαλατῶν παρανομίας: τοῦτο γὰρ ἤδη καὶ πλεονάκις γεγονέναι. [10] καθόλου δ᾽ αὐτὸς μὲν ἔφη καὶ τοὺς παρόντας Ῥωμαίων κρίνειν, ἐὰν Φίλιππος ὑπομένῃ πάντα ποιεῖν τὰ πρότερον ὑπὸ τῶν συμμάχων ἐπιταττόμενα, διδόναι τὴν εἰρήνην αὐτῷ, προσλαβόντας καὶ τὴν τῆς συγκλήτου γνώμην: Αἰτωλοὺς δὲ κυρίους εἶναι βουλευομένους ὑπὲρ σφῶν αὐτῶν. [11] τοῦ δὲ Φαινέου μετὰ ταῦτα βουλομένου λέγειν ὅτι μάταια πάντα τὰ πρὸ τοῦ γέγονε: τὸν γὰρ Φίλιππον, ἐὰν διολίσθῃ τὸν παρόντα καιρόν, ἤδη πάλιν ἀρχὴν ἄλλην ποιήσεσθαι πραγμάτων: [12] ὁ Τίτος αὐτόθεν ἐξ ἕδρας καὶ θυμικῶς “παῦσαι” φησὶ “Φαινέα, ληρῶν: ἐγὼ γὰρ οὕτως χειριῶ τὰς διαλύσεις ὥστε μηδὲ βουληθέντα τὸν Φίλιππον ἀδικεῖν δύνασθαι τοὺς Ἕλληνας.”
[1] καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν. τῇ δ᾽ ὑστεραίᾳ παραγενομένου τοῦ βασιλέως, καὶ τῇ τρίτῃ πάντων εἰς τὸν σύλλογον ἁθροισθέντων, εἰσελθὼν ὁ Φίλιππος εὐστόχως καὶ συνετῶς ὑπετέμετο τὰς πάντων ὁρμάς: [2] ἔφη γὰρ τὰ μὲν πρότερον ὑπὸ Ῥωμαίων καὶ τῶν συμμάχων ἐπιταττόμενα πάντα συγχωρεῖν καὶ ποιήσειν, περὶ δὲ τῶν λοιπῶν διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. [3] τούτων δὲ ῥηθέντων οἱ μὲν ἄλλοι πάντες ἀπεσιώπησαν, ὁ δὲ τῶν Αἰτωλῶν Φαινέας “τί οὖν ἡμῖν οὐκ ἀποδίδως, Φίλιππε” ἔφη “Λάρισαν τὴν Κρεμαστήν, Φάρσαλον, Θήβας τὰς Φθίας, Ἐχῖνον” [4] ; ὁ μὲν οὖν Φίλιππος ἐκέλευε παραλαμβάνειν αὐτούς, ὁ δὲ Τίτος τῶν μὲν ἄλλων οὐκ ἔφη δεῖν οὐδεμίαν, Θήβας δὲ μόνον τὰς Φθίας: [5] Θηβαίους γὰρ ἐγγίσαντος αὐτοῦ μετὰ τῆς δυνάμεως καὶ παρακαλοῦντος σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν οὐ βουληθῆναι: διὸ νῦν, κατὰ πόλεμον ὑποχειρίων ὄντων, ἔχειν ἐξουσίαν ἔφη βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν προαιρῆται. [6] τῶν δὲ περὶ τὸν Φαινέαν ἀγανακτούντων, καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μέν, καθότι συνεπολέμησαν νῦν, κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθ᾽ αὑτῶν συμπολιτευομένας, [7] ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθ᾽ ἣν ἔδει τῶν κατὰ πόλεμον ἑλόντων τὰ μὲν ἔπιπλα Ῥωμαίων εἶναι, τὰς δὲ πόλεις Αἰτωλῶν, ὁ Τίτος ἀγνοεῖν αὐτοὺς ἔφη κατ᾽ ἀμφότερα. [8] τήν τε γὰρ συμμαχίαν λελύσθαι, καθ᾽ ὃν καιρὸν τὰς διαλύσεις ἐποιήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν, [9] δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν, οὐκ εἴ τινες ἐθελοντὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, ἀλλ᾽ εἴ τινες κατὰ κράτος ἑάλωσαν.
[1] τοῖς μὲν οὖν ἄλλοις ὁ Τίτος ἤρεσκε ταῦτα λέγων, οἱ δ᾽ Αἰτωλοὶ βαρέως ἤκουον καί τις οἷον ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων: [2] ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετ᾽ ὀλίγον ὅ τε πρὸς Αἰτωλοὺς ὅ τε πρὸς Ἀντίοχον ἐξεκαύθη πόλεμος. [3] τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας ἀνῆχθαι μετὰ δυνάμεως, ποιούμενον τὴν ὁρμὴν ἐπὶ τὴν Εὐρώπην. [4] διόπερ ἠγωνία μὴ ταύτης ὁ Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶθ᾽ ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ. [5] διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ διακόσια τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. [6] καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφ᾽ ᾧ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φιλίππῳ τὰ διακόσια τάλαντα καὶ τοὺς ὁμήρους: [7] μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δ᾽ ἀντιπράττ�
�ντες τῇ διαλύσει. —
[1] τί δήποτ᾽ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι τῆς ἀνοίας; [2] τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε: [3] καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν ἴσως οὐ θαυμαστόν, τὸ δέ, παρ᾽ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης. [4] ἀλλ᾽ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ᾽ Ἐπιχάρμῳ καλῶς εἰρημένον
[1] νᾶφε καὶ μέμνασ᾽ ἀπιστεῖν: ἄρθρα ταῦτα τᾶν φρενῶν. — Μεδίων, πόλις πρὸς τῇ Αἰτωλίᾳ. [5] Πολύβιος ὀκτωκαιδεκάτῳ. II. Res Asiae ... κωλύειν δὲ τὸν Ἀντίοχον παραπλεῖν, οὐκ ἀπεχθείας χάριν, ἀλλ᾽ ὑφορώμενοι μὴ Φιλίππῳ συνεπισχύσας ἐμπόδιον γένηται τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ. — [2]
[1] ὅτι Ἀντίοχος ὁ βασιλεὺς πάνυ ὠρέγετο τῆς Ἐφέσου διὰ τὴν εὐκαιρίαν, τῷ δοκεῖν μὲν κατὰ τῆς Ἰωνίας καὶ τῶν ἐφ᾽ Ἑλλησπόντου πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἀκροπόλεως ἔχειν θέσιν, κατὰ δὲ τῆς Εὐρώπης ἀμυντήριον ὑπάρχειν ἀεὶ τοῖς Ἀσίας βασιλεῦσιν εὐκαιρότατον. — ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ ιη# λόγῳ. ὅτι Ἄτταλος ἐτελεύτησε τὸν βίον: ὑπὲρ οὗ δίκαιόν ἐστι, καθάπερ περὶ τῶν ἄλλων εἰθίσμεθα ποιεῖν, καὶ περὶ τούτου νῦν ἐπιφθέγξασθαι τὸν ἁρμόζοντα λόγον. [2] ἐκείνῳ γὰρ ἐξ ἀρχῆς ἄλλο μὲν οὐδὲν ἐφόδιον ὑπῆρξε πρὸς βασιλείαν τῶν ἐκτός, πλοῦτος δὲ μόνον, [3] ὃς μετὰ νοῦ μὲν καὶ τόλμης χειριζόμενος ὡς ἀληθῶς μεγάλην παρέχεται χρείαν πρὸς πᾶσαν ἐπιβολήν, ἄνευ δὲ τῶν προειρημένων τοῖς πλείστοις κακῶν παραίτιος πέφυκε γίνεσθαι καὶ συλλήβδην ἀπωλείας. [4] καὶ γὰρ φθόνους γεννᾷ καὶ ἐπιβουλὰς καὶ πρὸς διαφθορὰν σώματος καὶ ψυχῆς μεγίστας ἔχει ῥοπάς. ὀλίγαι δέ τινές εἰσι ψυχαὶ παντάπασιν αἱ ταῦτα δυνάμεναι διωθεῖσθαι τῇ τοῦ πλούτου δυνάμει. [5] διὸ καὶ τοῦ προειρημένου ἄξιον ἀγασθῆναι τὴν μεγαλοψυχίαν, ὅτι πρὸς οὐδὲν τῶν ἄλλων ἐπεβάλετο χρήσασθαι τοῖς χορηγίοις ἀλλὰ πρὸς βασιλείας κατάκτησιν, οὗ μεῖζον ἢ κάλλιον οὐδὲν οἷόν τ᾽ ἐστὶν οὐδ᾽ εἰπεῖν: [6] ὃς τὴν ἀρχὴν ἐνεστήσατο τῆς προειρημένης ἐπιβολῆς οὐ μόνον διὰ τῆς εἰς τοὺς φίλους εὐεργεσίας καὶ χάριτος, ἀλλὰ καὶ διὰ τῶν κατὰ πόλεμον ἔργων. [7] νικήσας γὰρ μάχῃ Γαλάτας, ὃ βαρύτατον καὶ μαχιμώτατον ἔθνος ἦν τότε κατὰ τὴν Ἀσίαν, ταύτην ἀρχὴν ἐποιήσατο καὶ τότε πρῶτον αὑτὸν ἔδειξε βασιλέα. [8] τυχὼν δὲ τῆς τιμῆς ταύτης καὶ βιώσας ἔτη δύο πρὸς τοῖς ἑβδομήκοντα, τούτων δὲ βασιλεύσας τετταράκοντα καὶ τέτταρα, σωφρονέστατα μὲν ἐβίωσε καὶ σεμνότατα πρὸς γυναῖκα καὶ τέκνα, [9] διεφύλαξε δὲ τὴν πρὸς πάντας τοὺς συμμάχους καὶ φίλους πίστιν, ἐναπέθανε δ᾽ ἐν αὐτοῖς τοῖς καλλίστοις ἔργοις, ἀγωνιζόμενος ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας. [10] τὸ δὲ μέγιστον, τέτταρας υἱοὺς ἐν ἡλικίᾳ καταλιπὼν οὕτως ἡρμόσατο τὰ κατὰ τὴν ἀρχὴν ὥστε παισὶ παίδων ἀστασίαστον παραδοθῆναι τὴν βασιλείαν.
[1] III. Res Italiae ὅτι ἐπὶ Μαρκέλλου Κλαυδίου ὑπάτου παρειληφότος τὴν ὕπατον ἀρχὴν ἧκον εἰς τὴν Ῥώμην οἵ τε παρὰ τοῦ Φιλίππου πρέσβεις οἵ τε παρὰ τοῦ Τίτου καὶ τῶν συμμάχων ὑπὲρ τῶν πρὸς Φίλιππον συνθηκῶν. [2] λόγων δὲ πλειόνων γενομένων ἐν τῇ συγκλήτῳ, ταύτῃ μὲν ἐδόκει βεβαιοῦν τὰς ὁμολογίας: [3] εἰς δὲ τὸν δῆμον εἰσενεχθέντος τοῦ διαβουλίου Μάρκος, αὐτὸς ἐπιθυμῶν τῆς εἰς τὴν Ἑλλάδα διαβάσεως, ἀντέλεγε καὶ πολλὴν ἐποιεῖτο σπουδὴν εἰς τὸ διακόψαι τὰς συνθήκας. [4] οὐ μὴν ἀλλ᾽ ὅ γε δῆμος κατὰ τὴν τοῦ Τίτου προαίρεσιν ἐπεκύρωσε τὰς διαλύσεις. [5] ὧν ἐπιτελεσθεισῶν εὐθέως ἡ σύγκλητος ἄνδρας δέκα καταστήσασα τῶν ἐπιφανῶν ἐξέπεμπε τοὺς χειριοῦντας τὰ κατὰ τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου καὶ βεβαιώσοντας τοῖς Ἕλλησι τὴν ἐλευθερίαν. [6] ἐποιήσαντο δὲ λόγους ἐν τῇ συγκλήτῳ καὶ περὶ τῆς συμμαχίας οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις, οἱ περὶ Δαμόξενον τὸν Αἰγιέα: [7] γενομένης δ᾽ ἀντιρρήσεως κατὰ τὸ παρὸν διὰ τὸ κατὰ πρόσωπον Ἠλείους μὲν ἀμφισβητεῖν τοῖς Ἀχαιοῖς ὑπὲρ τῆς Τριφυλίας, Μεσσηνίους δ᾽ ὑπὲρ Ἀσίνης καὶ Πύλου, συμμάχους τότε Ῥωμαίων ὑπάρχοντας, Αἰτωλοὺς δὲ περὶ τῆς Ἡραιῶν πόλεως, ὑπέρθεσιν ἔλαβε τὸ διαβούλιον ἐπὶ τοὺς δέκα. [8] καὶ τὰ μὲν κατὰ τὴν σύγκλητον ἐπὶ τούτοις ἦν.
[1] IV. Res Graeciae ὅτι κατὰ τὴν Ἑλλάδα μετὰ τὴν μάχην Τίτου παραχειμάζοντος ἐν Ἐλατείᾳ Βοιωτοί, σπουδάζοντες ἀνακομίσασθαι τοὺς ἄνδρας τοὺς παρ᾽ αὐτῶν στρατευσαμένους παρὰ τῷ Φιλίππῳ, διεπρεσβεύοντο περὶ τῆς ἀσφαλείας αὐτῶν πρὸς Τίτον. [2] ὁ δὲ βουλόμενος ἐκκαλεῖσθαι τοὺς Βοιωτοὺς πρὸς τὴν σφετέραν εὔνοιαν διὰ τὸ προορᾶσθαι τὸν Ἀντίοχον, ἑτοίμως συνεχώρησεν. [3] ταχὺ δὲ πάντων ἀνακομισθέντων ἐκ τῆς Μακεδονίας, ἐν οἷς ἦν καὶ Βραχύλλης, τοῦτον μὲν εὐθέως βοιωτάρχην κατέστησαν, παραπλησίως δὲ καὶ τοὺς ἄλλους τοὺς δοκοῦντας εἶναι φίλους τῆς Μακεδόνων οἰκίας ἐτίμων καὶ προῆγον οὐχ ἧττον ἢ πρότερον. [4] ἔπεμψαν δὲ καὶ πρεσβείαν πρὸς τὸν Φίλιππον τὴν εὐχαριστήσουσαν ἐπὶ τῇ τῶν νεανίσκων ἐπανόδῳ, λυμαινόμενοι τὴν τοῦ Τίτου χάριν. [5] ἃ συνορῶντες οἱ περὶ τὸν Ζεύξιππον καὶ Πεισίστρατον, καὶ πάντες οἱ δοκοῦντες εἶναι Ῥωμαίοις φίλοι δυσχερ
ῶς ἔφερον, προορώμενοι τὸ μέλλον καὶ δεδιότες περὶ σφῶν αὐτῶν καὶ τῶν ἀναγκαίων: [6] σαφῶς γὰρ ᾔδεισαν ὡς, ἐὰν μὲν οἱ Ῥωμαῖοι χωρισθῶσιν ἐκ τῆς Ἑλλάδος, ὁ δὲ Φίλιππος μένῃ παρὰ πλευράν, συνεπισχύων αἰεὶ τοῖς πρὸς σφᾶς ἀντιπολιτευομένοις, οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ Βοιωτίᾳ πολιτείαν. [7] διὸ καὶ συμφρονήσαντες ἐπρέσβευον πρὸς Τίτον εἰς τὴν Ἐλάτειαν. [8] συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους, ὑποδεικνύντες τὴν ὁρμὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθ᾽ αὑτῶν καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων. [9] καὶ τέλος ἐθάρρησαν εἰπεῖν ὡς, ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέδων. [10] ὁ δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλομένους πράττειν οὐ κωλύειν: [11] καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν Αἰτωλῶν στρατηγῷ. [12] τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως ὁ προειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγομένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε, τρεῖς δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας τὰς χεῖρας τῷ Βραχύλλῃ. — [13]