by Polybius
[1] περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας οὐκ ἄξιον παρασιωπῆσαι. [2] παρεγενήθη μὲν γὰρ ἐκ τῆς Ἐφέσου δωδεκαταῖος εἰς τὰ Φάλαρα πάλιν, ἀφ᾽ ἧς ὥρμηθ᾽ ἡμέρας: [3] καταλαβὼν δὲ τοὺς Ῥωμαίους ἔτι περὶ τὴν Ἡράκλειαν, τοὺς δὲ Μακεδόνας ἀφεστῶτας μὲν ἀπὸ τῆς Λαμίας, οὐ μακρὰν δὲ στρατοπεδεύοντας τῆς πόλεως, [4] τὰ μὲν χρήματ᾽ εἰς τὴν Λαμίαν διεκόμισε παραδόξως, αὐτὸς δὲ τῆς νυκτὸς ἐπεβάλετο κατὰ τὸν μεταξὺ τόπον τῶν στρατοπέδων διαπεσεῖν εἰς τὴν Ὑπάταν. [5] ἐμπεσὼν δ᾽ εἰς τοὺς προκοίτους τῶν Μακεδόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι τῆς συνουσίας ἀκμαζούσης, προσδοκῶν πείσεσθαί τι δεινὸν πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν ἢ παραδοθήσεσθαι τοῖς Ῥωμαίοις. [6] τοῦ δὲ πράγματος ἀγγελθέντος τῷ βασιλεῖ, ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄντας θεραπεῦσαι τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν αὐτοῦ ποιήσασθαι φιλάνθρωπον. [7] μετὰ δέ τινα χρόνον αὐτὸς ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ καὶ πολλὰ καταμεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς μέν, ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ ταῦτα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει λήθην ποιησαμένους τῶν προγεγονότων ἀντέχεσθαι τῆς πρὸς αὑτὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν τοῖς κατ᾽ ἀλλήλων καιροῖς. [8] ταῦτα μὲν οὖν παρῄνει τοῖς προεστῶσι τῶν Αἰτωλῶν ἀναγγέλλειν: αὐτὸν δὲ τὸν Νίκανδρον παρακαλέσας μνημονεύειν τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας ἐξέπεμπε μετὰ προπομπῆς ἱκανῆς, παραγγείλας τοῖς ἐπὶ τούτῳ τεταγμένοις ἀσφαλῶς εἰς τὴν Ὑπάταν αὐτὸν ἀποκαταστῆσαι. [9] ὁ δὲ
[1] Νίκανδρος, τελέως ἀνελπίστου καὶ παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνεκομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακεδόνων οἰκίᾳ. [10] διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς, εἰς ὑποψίας καὶ διαβολὰς ἐμπεσὼν καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον. — κόραξ, [11] ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ. — Ἀπεράντεια, πόλις Θεσσαλίας. [12] Πολύβιος εἰκοστῷ. — ** ἐξ αὑτῶν τὸν ἐροῦντα περὶ τούτων πρὸς αὐτόν: ἀλλ᾽ ὥσπερ τοῖς ἐπὶ τῶν πλείστων ἐργολαβοῦσι πολλοὶ προσφέρουσι τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποιοῦνται φιλίας καὶ συστάσεως, οὕτως ἐπὶ Φιλοποίμενος ὁ προσοίσων ταύτην τὴν χάριν ἑκὼν οὐχ εὑρίσκετο τὸ παράπαν, [2] ἕως [ἂν] ἐξαπορήσαντες ψήφῳ προεχειρίσαντο Τιμόλαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνήθης ἐπὶ πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν ἐκδημήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξασθαι περὶ τούτων οὐδέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν καὶ τρίτον ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς. [3] τοῦ δὲ Φιλοποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις ἀποδεξαμένου καὶ φιλανθρώπως, ὁ μὲν Τιμόλαος περιχαρὴς ἦν, [4] ὑπολαβὼν καθῖχθαι τῆς ἐπιβολῆς, ὁ δὲ Φιλοποίμην ἥξειν ἔφη μετ᾽ ὀλίγας ἡμέρας εἰς τὴν Λακεδαίμονα: θέλειν γὰρ εὐχαριστῆσαι πᾶσι τοῖς ἄρχουσι περὶ τούτων. [5] ἐλθὼν δὲ μετὰ ταῦτα καὶ κληθεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώσκειν τὴν τῶν Λακεδαιμονίων πρὸς αὑτὸν εὔνοιαν, μάλιστα δ᾽ ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης τιμῆς. [6] τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχεσθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖσθαι. δεῖν γὰρ οὐ τοῖς φίλοις δίδοσθαι τὰς τοιαύτας τιμὰς καὶ τοὺς στεφάνους, ἐξ ὧν ὁ περιθέμενος οὐδέποτε μὴ τὸν ἰὸν ἐκνίψηται, πολὺ δὲ μᾶλλον τοῖς ἐχθροῖς, [7] ἵν᾽ οἱ μὲν φίλοι τηροῦντες τὴν παρρησίαν πιστεύωνται παρὰ τοῖς Ἀχαιοῖς, ἐπὰν προθῶνται τῇ πόλει βοηθεῖν, οἱ δ᾽ ἐχθροὶ καταπιόντες τὸ δέλεαρ ἢ συνηγορεῖν αὐτοῖς ἀναγκάζωνται ἢ σιωπῶντες μηδὲν δύνωνται βλάπτειν.
[1] II. Fragmentum Incertae Sedis ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ ἀκοῆς περὶ πραγμάτων διαλαμβάνειν καὶ γενόμενον αὐτόπτην, ἀλλὰ καὶ μεγάλα διαφέρει, πολὺ δέ τι συμβάλλεσθαι πέφυκεν ἑκάστοις ἡ κατὰ τὴν ἐνάργειαν πίστις.
BOOK 21
[1] A. Olymp. 147, 2. I. Res Italiae ὅτι κατὰ τὸν καιρὸν τοῦτον συνέβη καὶ τὴν ἐκ τῆς Ῥώμης πρεσβείαν, ἣν ἀπέστειλαν οἱ Λακεδαιμόνιοι, παραγενέσθαι διεψευσμένην τῶν ἐλπίδων. [2] ἐπρέσβευον μὲν γὰρ περὶ τῶν ὁμήρων καὶ τῶν κωμῶν: [3] ἡ δὲ σύγκλητος περὶ μὲν τῶν κωμῶν ἔφησεν ἐντολὰς δώσειν τοῖς παρ᾽ αὐτῶν ἀποστελλομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βουλεύσασθαι θέλειν. [4] περὶ δὲ τῶν φυγάδων τῶν ἀρχαίων θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν οἰκείαν, ἠλευθερωμένης τῆς Σπάρτης. —
[1] ὅτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν ἐλινύας ἄγειν ἡμέρας ἐννέα — [2] τοῦτο δ᾽ ἔστιν σχολάζειν πανδημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημάτων — [3] μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις καὶ τοὺς παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ. γενομένων δὲ πλειόνων παρ᾽ ἀμφοῖν λόγων, [4] ἔδοξε τῷ συνεδρίῳ δύο προτείνειν γνώμας τοῖς Αἰτωλοῖς, ἢ διδόναι τ�
��ν ἐπιτροπὴν περὶ πάντων τῶν καθ᾽ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα δοῦναι καὶ τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις. [5] τῶν δ᾽ Αἰτωλῶν ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι δεῖ διδόναι τὴν ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν ἡ σύγκλητος. διὸ καὶ τούτοις γέγονε κατάμονος ὁ πόλεμος. [6] —
[1] ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς: [2] ἧκον γὰρ παρ᾽ αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις ὁ βασιλεὺς ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ. [3] ὧν διακούσασα τὸν μὲν υἱὸν Δημήτριον ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα: ὁμοίως δὲ καὶ τῶν φόρων ἐπηγγείλατο παραλύσειν, διαφυλάξαντος αὐτοῦ τὴν πίστιν ἐν τοῖς ἐνεστῶσι καιροῖς. [4] παραπλησίως δὲ καὶ τοὺς τῶν Λακεδαιμονίων ὁμήρους ἀφῆκε πλὴν Ἀρμένα τοῦ Νάβιδος υἱοῦ: τοῦτον δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλλάξαι τὸν βίον.
[1] II. Res Graeciae ὅτι καὶ κατὰ τὴν Ἑλλάδα, πρεσβείας παραγενομένης εἰς Ἀχαΐαν παρ᾽ Εὐμένους τοῦ βασιλέως ὑπὲρ συμμαχίας, [2] ἁθροισθέντες εἰς ἐκκλησίαν οἱ πολλοὶ τῶν Ἀχαιῶν τήν τε συμμαχίαν ἐπεκύρωσαν καὶ νεανίσκους ἐξαπέστειλαν, πεζοὺς μὲν χιλίους ἱππεῖς δ᾽ ἑκατόν, ὧν ἡγεῖτο Διοφάνης ὁ Μεγαλοπολίτης. —
[1] ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ Μανίου τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν καιρὸν τοῦτον ὁ τῶν Ἀθηναίων δῆμος, πυνθανόμενος τήν τε τῶν Ἀμφισσέων ταλαιπωρίαν καὶ τὴν τοῦ Ποπλίου παρουσίαν, ἐξαπέστειλε πρεσβευτὰς τοὺς περὶ τὸν Ἐχέδημον, [2] ἐντειλάμενος ἅμα μὲν ἀσπάσασθαι τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ καταπειράζειν τῆς πρὸς Αἰτωλοὺς διαλύσεως. [3] ὧν παραγενομένων ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώπει τοὺς ἄνδρας, θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς τὰς προκειμένας ἐπιβολάς. [4] ὁ γὰρ προειρημένος ἀνὴρ ἐβούλετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς: εἰ δὲ μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν ταῦτα διαβαίνειν εἰς τὴν Ἀσίαν, [5] σαφῶς γινώσκων διότι τὸ τέλος ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς οὐκ ἐν τῷ χειρώσασθαι τὸ τῶν Αἰτωλῶν ἔθνος, ἀλλ᾽ ἐν τῷ νικήσαντας τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας. [6] διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως, ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν. [7] οἱ δὲ περὶ τὸν Ἐχέδημον, προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοί, διελέγοντο περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν. [8] ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων κατεστάθησαν οἱ συμμίξοντες τοῖς Ῥωμαίοις: [9] οἳ καὶ παραγενόμενοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύοντας ἐν ἑξήκοντα σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους, ἀναμιμνήσκοντες τῶν γεγονότων σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους. [10] ἔτι δὲ πρᾳότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατ᾽ ἐκείνους τοὺς τόπους αὐτῷ πιστεύσασιν καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὑτῷ καὶ πιστεύειν, [11] τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες εὐέλπιδες ἐγενήθησαν, ὡς αὐτίκα μάλα τελεσιουργηθησομένης τῆς διαλύσεως: [12] ἐπεὶ δέ, πυθομένων τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύκιος διεσάφησεν διότι δυεῖν προκειμένων αὐτοῖς αἵρεσις ὑπάρχει — [13] δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάντων τῶν καθ᾽ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις — [14] ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς.