Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 293
Delphi Complete Works of Polybius Page 293

by Polybius


  [1] ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις ἧκον ἐπὶ τὸ στρατόπεδον τῶν Ῥωμαίων, συνεπιληψόμενοι τῶν διαλύσεων. [2] ὅ τε βασιλεὺς τῶν Ἀθαμάνων Ἀμύνανδρος παρεγένετο σπουδάζων ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περιεστώτων κακῶν, δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ Μάρκου διὰ τὸν καιρόν: [3] πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ πόλει ταύτῃ διατετριφέναι κατὰ φυγήν. [4] ἧκον δὲ καὶ παρὰ τῶν Ἀκαρνάνων μετ᾽ ὀλίγας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλην: ὁ γὰρ Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν ἔγραψε τοῖς Θυρρειεῦσιν ἀνακομίζειν τοὺς ἄνδρας ὡς αὑτόν. [5] πάντων δὲ τούτων ἡθροισμένων ἐνηργεῖτο φιλοτίμως τὰ πρὸς τὰς διαλύσεις. [6] ὁ μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρόθεσιν εἴχετο τῶν Ἀμβρακιωτῶν, παρακαλῶν σῴζειν σφᾶς αὐτούς *** εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύσωνται βέλτιον περὶ αὑτῶν. [7] πλεονάκις δὲ προσπελάζοντος αὐτοῦ τῷ τείχει καὶ διαλεγομένου περὶ τούτων, ἔδοξε τοῖς Ἀμβρακιώταις εἰσκαλέσασθαι τὸν Ἀμύνανδρον εἰς τὴν πόλιν. [8] τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος τῷ βασιλεῖ τὴν εἴσοδον, οὗτος μὲν εἰσελθὼν διελέγετο τοῖς Ἀμβρακιώταις περὶ τῶν ἐνεστώτων, [9] οἱ δὲ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις λαμβάνοντες εἰς τὰς χεῖρας τὸν στρατηγὸν τῶν Ῥωμαίων καὶ ποικίλως ὁμιλοῦντες, πραΰνειν ἐπειρῶντο τὴν ὀργὴν αὐτοῦ. [10] τοῖς δὲ περὶ τὸν Δαμοτέλη καὶ Φαινέαν ὑπέθετό τις ἔχεσθαι καὶ θεραπεύειν τὸν Γάιον Οὐαλέριον: [11] οὗτος δ᾽ ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου συνθεμένου πρὸς Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ τοῦ τότε στρατηγοῦντος ἀδελφὸς ἐκ μητρός: ἄλλως δὲ πρᾶξιν ἔχων νεανικὴν ἦν μάλιστα παρὰ τῷ στρατηγῷ πιστευόμενος. [12] ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμοτέλη καὶ νομίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν αὑτῷ τὸ προστατῆσαι τῶν Αἰτωλῶν, πᾶσαν εἰσεφέρετο σπουδὴν καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ τῶν περιεστώτων κακῶν. [13] ἐνεργῶς δὲ πανταχόθεν προσαγομένης τῆς φιλοτιμίας, ἔλαβε τὸ πρᾶγμα συντέλειαν. [14] οἱ μὲν γὰρ Ἀμβρακιῶται πεισθέντες ὑπὸ τοῦ βασιλέως ἐπέτρεψαν τὰ καθ᾽ αὑτοὺς τῷ στρατηγῷ τῶν Ῥωμαίων καὶ παρέδωκαν τὴν πόλιν ἐφ᾽ ᾧ τοὺς Αἰτωλοὺς ὑποσπόνδους ἀπελθεῖν: [15] τοῦτο γὰρ ὑφείλοντο πρῶτον, τη

  [1] ροῦντες τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιήσασθαι τὰς διαλύσεις, [2] ὥστε διακόσια μὲν Εὐβοϊκὰ τάλαντα παραχρῆμα λαβεῖν, τριακόσια δ᾽ ἐν ἔτεσιν ἕξ, πεντήκοντα καθ᾽ ἕκαστον ἔτος: [3] ἀποκατασταθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους Ῥωμαίοις ἅπαντας τοὺς παρ᾽ αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς λύτρων: [4] πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥωμαίων ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους: [5] Κεφαλληνίους δὲ πάντας ἐκσπόνδους εἶναι τούτων τῶν συνθηκῶν. [6]

  [1] ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ τῶν διαλύσεων: ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν ἐπὶ Ῥωμαίους. [7] οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέμενον αὐτοῦ, καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπόφασιν: οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διεσάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων. [8] τοῖς μὲν οὖν ὅλοις εὐδόκουν: καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν: περὶ δὲ τῶν πόλεων τῶν πρότερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ ποσὸν τέλος συγκατέθεντο τοῖς προτεινομένοις. [9] ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δ᾽ ἀγάλματα καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως, ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου τὴν Ἀμβρακίαν. [10] ἐδόθη δ᾽ αὐτῷ καὶ στέφανος ἀπὸ ταλάντων ἑκατὸν καὶ πεντήκοντα. [11] ταῦτα δὲ διοικησάμενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας, θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν Αἰτωλῶν ἀπαντᾶσθαι. [12] παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακίας ἑκατὸν ὀγδοήκοντα σταδίους. [13] ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην καὶ διασαφούντων ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν τὰς δι᾽ ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δ᾽ εἰς τὴν Ἀμβρακίαν. [14] κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαλληνίαν, [15] οἱ δ᾽ Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκανδρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς εἰρήνης: [16] ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων. οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον: [2] παραπλησίως δὲ καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων πράξοντας τὰ περὶ τῆς εἰρήνης. [3] ἀφικομένων δ᾽ εἰς τὴν Ῥώμην, πάλιν ἐκαινοποιήθη τὰ τῆς ὀρ�
�ῆς πρὸς Αἰτωλοὺς διὰ Φιλίππου τοῦ βασιλέως: [4] ἐκεῖνος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφῃρῆσθαι τὴν Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους, ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις. [5] διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν ἡ σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξιούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν. [6] καὶ γὰρ ἐδόκει μετὰ Δάμων᾽ ὁ Κιχησίου λέων ἄλλα τε καλῶς εἰπεῖν καὶ παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ χρήσασθαι κατὰ τὸν λόγον. [7] ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς: πολλὰ γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τούτων, ἀλλ᾽ εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον: ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον, [8] ἐν ᾧ τὴν ὀργὴν φέρειν ἐπὶ τοὺς πολλούς. [9] εἶναι γὰρ τὸ συμβαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον τῷ γινομένῳ περὶ τὴν θάλατταν. [10] καὶ γὰρ ἐκείνην κατὰ μὲν τὴν αὑτῆς φύσιν ἀεί ποτ᾽ εἶναι γαληνὴν καὶ καθεστηκυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτ᾽ ἂν ἐνοχλῆσαι μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ χρωμένων: [11] ἐπειδὰν δ᾽ ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι βίαιοι ταράξωσι καὶ παρὰ φύσιν ἀναγκάσωσι κινεῖσθαι, τότε μηθὲν ἔτι δεινότερον εἶναι μηδὲ φοβερώτερον θαλάττης: ὃ καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπεσεῖν. [12] “ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, πάντων τῶν Ἑλλήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βεβαιότατοι συνεργοὶ πρὸς τὰς πράξεις: [13] ἐπεὶ δ᾽ ἀπὸ μὲν τῆς Ἀσίας πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς Εὐρώπης Μενεστᾶς καὶ Δαμόκριτος συνετάραξαν τοὺς ὄχλους καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ πράττειν, [14] τότε δὴ κακῶς φρονοῦντες ἐβουλήθησαν μὲν ὑμῖν, ἐγένοντο δ᾽ αὑτοῖς αἴτιοι κακῶν. [15] ἀνθ᾽ ὧν ὑμᾶς δεῖ πρὸς ἐκείνους ἔχειν ἀπαραιτήτως, ἐλεεῖν δὲ τοὺς πολλοὺς καὶ διαλύεσθαι πρὸς αὐτούς, εἰδότας ὅτι γενόμενοι πάλιν ἀκέραιοι, καὶ πρὸς τοῖς ἄλλοις ἔτι νῦν ὑφ᾽ ὑμῶν σωθέντες, εὐνούστατοι πάλιν ἔσονται πάντων Ἑλλήνων. [16] “ ὁ μὲν οὖν Ἀθηναῖος ταῦτ᾽ εἰπὼν ἔπεισε τὴν σύγκλητον διαλύεσθαι πρὸς τοὺς Αἰτωλούς.

  [1] δόξαντος δὲ τῷ συνεδρίῳ, καὶ τοῦ δήμου συνεπιψηφίσαντος, ἐκυρώθη τὰ κατὰ τὰς διαλύσεις. τὰ δὲ κατὰ μέρος ἦν τῶν συνθηκῶν ταῦτα. [2] “ὁ δῆμος ὁ τῶν Αἰτωλῶν τὴν ἀρχὴν καὶ τὴν δυναστείαν τοῦ δήμου τῶν Ῥωμαίων * [3] **. πολεμίους μὴ διιέτω διὰ τῆς χώρας καὶ τῶν πόλεων ἐπὶ Ῥωμαίους ἢ τοὺς συμμάχους καὶ φίλους αὐτῶν, μηδὲ χορηγείτω μηδὲν δημοσίᾳ βουλῇ. [4] *** καὶ ἐὰν πολεμῶσιν πρός τινας Ῥωμαῖοι, πολεμείτω πρὸς αὐτοὺς ὁ δῆμος ὁ τῶν Αἰτωλῶν. [5] τοὺς δὲ αὐτομόλους, τοὺς δραπέτας, τοὺς αἰχμαλώτους πάντας τοὺς Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότωσαν Αἰτωλοί, [6] χωρὶς τῶν ὅσοι κατὰ πόλεμον ἁλόντες εἰς τὴν ἰδίαν ἀπῆλθον καὶ πάλιν ἑάλωσαν, καὶ χωρὶς τῶν ὅσοι πολέμιοι Ῥωμαίων ἐγένοντο, καθ᾽ ὃν καιρὸν Αἰτωλοὶ μετὰ Ῥωμαίων συνεπολέμουν, ἐν ἡμέραις ἑκατὸν ἀφ᾽ ἧς ἂν τὰ ὅρκια τελεσθῇ, τῷ ἄρχοντι τῷ ἐν Κερκύρᾳ: [7] ἐὰν δὲ μὴ εὑρεθῶσίν τινες ἐν τῷ χρόνῳ τούτῳ, ὅταν ἐμφανεῖς γένωνται, τότε ἀποδότωσαν χωρὶς δόλου: καὶ τούτοις μετὰ τὰ ὅρκια μὴ ἔστω ἐπάνοδος εἰς τὴν Αἰτωλίαν. [8] δότωσαν δὲ Αἰτωλοὶ ἀργυρίου μὴ χείρονος Ἀττικοῦ παραχρῆμα μὲν τάλαντα Εὐβοϊκὰ διακόσια τῷ στρατηγῷ τῷ ἐν τῇ Ἑλλάδι, ἀντὶ τρίτου μέρους τοῦ ἀργυρίου χρυσίον, ἐὰν βούλωνται, διδόντες, τῶν δέκα μνῶν ἀργυρίου χρυσίου μνᾶν διδόντες, [9] ἀφ᾽ ἧς δ᾽ ἂν ἡμέρας τὰ ὅρκια τμηθῇ ἐν ἔτεσι τοῖς πρώτοις ἓξ κατὰ ἔτος ἕκαστον τάλαντα πεντήκοντα: καὶ τὰ χρήματα καθιστάτωσαν ἐν Ῥώμῃ. δότωσαν Αἰτωλοὶ ὁμήρους τῷ στρατηγῷ τετταράκοντα, [10] μὴ νεωτέρους ἐτῶν δώδεκα μηδὲ πρεσβυτέρους τετταράκοντα, εἰς ἔτη ἕξ, οὓς ἂν Ῥωμαῖοι προκρίνωσιν, χωρὶς στρατηγοῦ καὶ ἱππάρχου καὶ δημοσίου γραμματέως καὶ τῶν ὡμηρευκότων ἐν Ῥώμῃ. καὶ τὰ ὅμηρα καθιστάτωσαν εἰς Ῥώμην: [11] ἐὰν δέ τις ἀποθάνῃ τῶν ὁμήρων, ἄλλον ἀντικαθιστάτωσαν. [12] περὶ δὲ Κεφαλληνίας μὴ ἔστω ἐν ταῖς συνθήκαις. [13] ὅσαι χῶραι καὶ πόλεις καὶ ἄνδρες, οἷς οὗτοι ἐχρῶντο, ἐπὶ Λευκίου Κοϊντίου καὶ Γναΐου Δομετίου στρατηγῶν ἢ ὕστερον ἑάλωσαν ἢ εἰς φιλίαν ἦλθον Ῥωμαίοις, τούτων τῶν πόλεων καὶ τῶν ἐν ταύταις μηδένα προσλαβέτωσαν Αἰτωλοί. [14] ἡ δὲ πόλις καὶ ἡ χώρα ἡ τῶν Οἰνιαδῶν Ἀκαρνάνων ἔστω.” [15] τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις συνετετέλεστο τὰ τῆς εἰρήνης. καὶ τὰ μὲν κατὰ τοὺς Αἰτωλοὺς καὶ καθόλου τοὺς Ἕλληνας τοιαύτην ἔσχε τὴν ἐπιγραφήν. —

  [1] ὁ δὲ Φολούιος πραξικοπήσας νυκτὸς κατέλαβε τὸ μέρος τῆς ἀκροπόλεως καὶ τοὺς Ῥωμαίους εἰσήγαγε. — ὅτι τὸ καλὸν καὶ τὸ συμφέρον σπανίως εἴωθε συντρέχειν, καὶ σπάνιοι τῶν ἀνδρῶν εἰσιν οἱ δυνάμενοι ταῦτα συνάγειν καὶ συναρμόζειν πρὸς ἄλληλα. [2] κατὰ μὲν γὰρ τὸ πολὺ πάντες ἴσμεν διότι τό τε καλὸν φεύγει τὴν τοῦ παραυτίκα λυσιτελοῦς φύσιν καὶ τὸ λυσιτελὲς τὴν τοῦ καλοῦ. [3] πλὴν ὁ Φιλοποίμην προέθετο ταῦτα καὶ καθίκετο τῆς ἐπιβολῆς: καλὸν μὲν γὰρ τὸ κατάγειν τοὺς αἰχμαλώ�
�ους φυγάδας εἰς τὴν Σπάρτην, συμφέρον δὲ τὸ ταπεινῶσαι τὴν τῶν Λακεδαιμονίων πόλιν, καταφονεύσαντα τοὺς δεδορυφορηκότας τῇ τῶν τυράννων δυναστείᾳ. [4] θεωρῶν δ᾽ ὅτι πάσης βασιλείας ἐπανορθώσεως αἴτια τὰ χρήματα γέγονεν, ἅτε φύσει νουνεχὴς ὢν καὶ στρατηγικός, περιεβα ... γένοιτο κομιδὴ τῶν ἔξω ποριζομένων χρημάτων.

 

‹ Prev