Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 298
Delphi Complete Works of Polybius Page 298

by Polybius


  [1] του προβάντες ἔλυσαν: κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ Φιλίππῳ τὸν Ὀνόμαστον καὶ τὸν Κάσσανδρον ἐξ αὐτῆς εἰς τὴν Ῥώμην [ἵνα πύθηται περὶ τῶν γεγονότων]. [2] ὁ δὲ βασιλεύς, διατραπεὶς ὡς ἔνι μάλιστα καὶ ἀπορήσας ἐπὶ πολὺν χρόνον, τὸν μὲν Κάσσανδρον ἔφη πέμψειν, τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖνοί φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας ἡ σύγκλητος. [3] τὸν δ᾽ Ὀνόμαστον ἐξῃρεῖτο καὶ παρ᾽ αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνόμαστον κατὰ τὸν τῆς σφαγῆς καιρόν, ἀλλὰ μηδ᾽ ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι, [4] τῇ δ᾽ ἀληθείᾳ δεδιὼς μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην, καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων, οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνείτας, ἀλλὰ καὶ τἄλλα πάντα διασαφήσῃ τοῖς Ῥωμαίοις. [5] καὶ τέλος τὸν μὲν Ὀνόμαστον ἐξείλετο, τὸν δὲ Κάσσανδρον μετὰ τὸ τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας ἕως Ἠπείρου φαρμάκῳ διέφθειρεν. [6] οἱ δὲ περὶ τὸν Ἄππιον, κατεγνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς Μαρωνείτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος, τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν. [7]

  [1] ὁ δὲ βασιλεὺς γενόμενος καθ᾽ ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλῇ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων, ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκέτι λαν θάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν. [8] καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς: πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἔτι γένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς. [9] ἔδοξεν οὖν αὐτῷ τὸν νεώτατον υἱὸν Δημήτριον πέμπειν εἰς τὴν Ῥώμην, τὰ μὲν ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλουμένων, τὰ δὲ καὶ παραιτησόμενον, εἰ καί τις ἄγνοιά ποτ᾽ ἐγεγόνει περὶ αὐτόν. [10] πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν τὸ προτεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου διὰ τὴν ὑπεροχὴν τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν. [11] ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομπὴν τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων φίλων, [12] ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, οὐχ οὕτως ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ ‘κείνων προφάσει βουλόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν δυνάστας τῶν ὑπὲρ τὴν Προποντίδα κατοικούντων χάριν τῆς προκειμένης ἐπιβολῆς. III. Res Graeciae ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορτύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσένειμαν Ῥαυκίοις, τὸ δὲ Διατόνιον Λυττίοις. [2] κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς

  [1] Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλήλους διαφοράς, καὶ ποιησαμένων λόγους ὑπὲρ τούτων ἐν τῇ Κνωσίων καὶ Γορτυνίων, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθ᾽ αὑτοὺς τοῖς περὶ τὸν Ἄππιον. [3] οἱ δὲ [πεισθέντες] Κνωσίοις μὲν ἀποκατέστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλειπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι μηδὲν ἐξ αὐτῆς νοσφισαμένους. [4] περὶ δὲ τῶν κατὰ κοινοδίκιον συνεχώρησαν αὐτοῖς βουλομένοις μὲν [αὐτοῖς] ἐξεῖναι μετέχειν, [5] μὴ βουλομένοις δὲ καὶ τοῦτ᾽ ἐξεῖναι, [6] πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν. *** ἀπέκτειναν τοὺς περὶ Μενοίτιον, ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν. D. Olymp. 148, 3. Res Aegypti βασιλέα καὶ θ̣ε̣ω̣ν̣ α̣ι̣μ̣α̣ τοῦτον λέγοντες καταχρώμενοι τ̣ε̣υ̣ξ̣ε̣σ̣θ̣α̣ι̣ τινος ἐλέους καὶ συγγνώμης ἐπὶ τῳ ... σασθαι τ̣ο̣ν̣ β̣α̣σ̣ι̣λεα ... ων γε μὴν καὶ βασιλικώτερος. ... ονων ων ἀθετηθῆναι γὰρ υ̣φ̣ ε̣τ̣ε̣ρων κ̣ρ̣ε̣ι̣τ̣τ̣ον ἦν ἢ πρότερον αὐτὸν ἀθετεῖν τὰς πίστεις καὶ μὴν ἀδικεῖσθαι μᾶλλον η ... και 〈ανου〉ς φασιν συμπάσχειν τοις αδικοις π ... ἔγγιστα τῆς θείας φυσεως εἶναι ... , ... νους τυγχάνειν τιμῶν η υ̣π̣ ... θεὸς γὰρ οὐδεὶς πρότερος κακῶς ποιεῖ τοὺς ανους ... τα̣ του προς ... ς θαυμάζουσι μὲν πάντες Φίλιππον διὰ τὴν ορ [2] ... ς μεγαλοψυχίαν ὅτι κακῶς οὐ μόνον ἀκούων, ἀλλὰ καὶ πάσχων ὑπ᾽ Ἀθηναίων, νικήσας αὐτοὺς τὴν περὶ Χαιρώνειαν μάχην τοσοῦτον ἀπέσχε τοῦ χρήσασθαι τῷ καιρῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν βλάβην ὥστε τοὺς μὲν τεθνεῶτας τῶν Ἀθηναίων κηδεύσας ἔθαψε, τοὺς δ᾽ αἰχμαλώτους χωρὶς λύτρων προσαμφιέσας ἐξαπέστειλε τοῖς ἀναγκαίοις: [3] μιμοῦνται δ᾽ ἥκιστα τὴν τοιαύτην προαίρεσιν, ἁμιλλῶνται δὲ τοῖς θυμοῖς καὶ ταῖς τιμωρίαις πρὸς τούτους, οἷς πολεμοῦσι τούτων αὐτῶν ἕνεκα. [4] *** πλὴν ὅγε Πτολεμαῖος δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. —

  [1] ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε τὴν Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες τὸ γεγονὸς οἱ δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως
πίστιν. [2] οἷς κακῶς ἐχρή- σατο καὶ εἰς κινδύνους πολλοὺς ἐνέπεσεν. [3] παραπλήσιον δέ τι συνέβη καὶ κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης τοὺς ἀποστάτας ἐχειρώσατο. [4] οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασῳζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες πίστιν: [5] ὁ δὲ Πτολεμαῖος ἀθετήσας τὰς πίστεις καὶ δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. [6] καὶ παραγενόμενος εἰς τὴν Ναύκρατιν μετὰ τῆς στρατιᾶς, καὶ παραστήσαντος αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀριστονίκου, προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν, [7] τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινωνηκὼς διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων ἔτη πέντε καὶ εἴκοσιν.

  [1] E. Olymp. 148, 4. I. Res Macedoniae Et Graeciae ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ εἰκοστῷ δευτέρῳ: περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων ἀρχή. [2] καίτοι γ᾽ οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ συστάντος Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ περὶ τὸ Πάγγαιον μέταλλα μετὰ τὸν τοῦ Φιλίππου θάνατον: [3] Περσεὺς δὲ παραβοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς: [4] ἑξῆς δὲ ταύτῃ τὴν εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελφοὺς παρουσίαν Περσέως, [5] ἔτι δὲ τὴν κατ᾽ Εὐμένους τοῦ βασιλέως ἐπιβουλὴν γενομένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιωτίας πρεσβευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι Περσεῖ τὸν πρὸς Ῥωμαίους πόλεμον. [6] ἐγὼ δέ φημι κυριώτατον μὲν εἶναι καὶ τοῖς συγγράφουσι καὶ τοῖς φιλομαθοῦσι τὸ γινώσκειν τὰς αἰτίας, ἐξ ὧν ἕκαστα γεννᾶται καὶ φύεται τῶν πραγμάτων: συγκέχυται δὲ ταῦτα παρὰ τοῖς πλείστοις τῶν συγγραφέων διὰ τὸ μὴ κρατεῖσθαι τίνι διαφέρει πρόφασις αἰτίας καὶ πάλιν προφάσεως ἀρχὴ πολέμου. [7] καὶ νῦν δὲ τῶν πραγμάτων αὐτῶν προσυπομιμνησκόντων ἠνάγκασμαι πάλιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον. [8] τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, τὰ δὲ τελευταῖα τὰ περὶ τὴν κατὰ τοῦ βασιλέως Εὐμένους ἐπιβουλὴν καὶ τὰ περὶ τὴν τῶν πρεσβευτῶν ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ καταλυθῆναι τὴν Μακεδόνων ἀρχήν: [9] αἰτία δὲ τούτων ἁπλῶς ἐστιν οὐδεμία. δῆλον δὲ τοῦτ᾽ ἔσται διὰ τῶν ἑξῆς ῥηθησομένων. [10] καθάπερ γὰρ εἴπομεν Φίλιππον τὸν Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι συντελεῖν τὸν πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον δὲ τοῖς ὑπ᾽ ἐκείνου κεκριμένοις ἐπιγενέσθαι χειριστὴν τῶν πράξεων, οὕτω καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φαμὲν διανοηθῆναι πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τελευταῖον πόλεμον καὶ τὰς παρασκευὰς ἑτοίμας πάσας πρὸς ταύτην ἔχειν τὴν ἐπιβολήν, ἐκείνου δ᾽ ἐκχωρήσαντος Περσέα γενέσθαι χειριστὴν τῶν πράξεων: [11] εἰ δὲ τοῦτ᾽ ἀληθές, κἀκεῖνο σαφές: οὐ γὰρ οἷόν τε τὰς αἰτίας ὕστερον γενέσθαι τῆς τελευτῆς τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν: ὃ συμβαίνει τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις: πάντα γάρ ἐστι τὰ λεγόμενα παρ᾽ αὐτοῖς ὕστερα τῆς Φιλίππου τελευτῆς. —

  [1] ὅτι Φιλοποίμην πρὸς Ἄρχωνα τὸν στρατηγὸν λόγοις τισὶ διεφέρετο. ὁ μὲν οὖν Φιλοποίμην εὐδοκήσας ἐκ τοῦ καιροῦ τοῖς λεγομένοις καὶ μεταγνοὺς ἐπῄνει τὸν Ἄρχωνα φιλοφρόνως, ὡς ἐντρεχῶς καὶ πανούργως τῷ καιρῷ κεχρημένον. [2] ἔμοιγε μήν, φησὶν ὁ Πολύβιος, οὔτε τότε παρόντι τὸ ῥηθὲν εὐηρέστησεν, ὥστ᾽ ἐπαινοῦντά τινα κακῶς ἅμα ποιεῖν, οὔτε μετὰ ταῦτα τῆς ἡλικίας προβαινούσης: [3] πολὺ γὰρ δή τι μοι δοκεῖ κεχωρίσθαι κατὰ τὴν αἵρεσιν ὁ πραγματικὸς ἀνὴρ τοῦ κακοπράγμονος καὶ παραπλησίαν ἔχειν διαφορὰν τῷ κακεντρεχεῖ πρὸς τὸν ἐντρεχῆ: ἃ μὲν γάρ ἐστι κάλλιστα τῶν ὄντων ὡς ἔπος εἰπεῖν, ἃ δὲ τοὐναντίον: [4] ἀλλὰ διὰ τὴν νῦν ἐπιπολάζουσαν ἀκρισίαν βραχείας ἔχοντα κοινότητας τὰ προειρημένα τῆς αὐτῆς ἐπισημασίας καὶ ζήλου τυγχάνει παρὰ τοῖς ἀνθρώποις.

  [1] II. Res Asiae ὅτι Ἀπολλωνίς, ἡ Ἀττάλου τοῦ πατρὸς Εὐμένους τοῦ βασιλέως γαμετή, Κυζικηνὴ ἦν, γυνὴ διὰ πλείους αἰτίας ἀξία μνήμης καὶ παρασημασίας. [2] καὶ γὰρ ὅτι δημότις ὑπάρχουσα βασίλισσα ἐγεγόνει καὶ ταύτην διεφύλαξε τὴν ὑπεροχὴν μέχρι τῆς τελευταίας, οὐχ ἑταιρικὴν προσφερομένη πιθανότητα, σωφρονικὴν δὲ καὶ πολιτικὴν σεμνότητα καὶ καλοκαγαθίαν, δικαία τυγχάνειν τῆς ἐπ᾽ ἀγαθῷ μνήμης ἐστίν, [3] καὶ καθότι τέτταρας υἱοὺς γεννήσασα πρὸς πάντας τούτους ἀνυπέρβλητον διεφύλαξε τὴν εὔνοιαν καὶ φιλοστοργίαν μέχρι τῆς τοῦ βίου καταστροφῆς, καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώσασα τἀνδρός. [4] πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήσαντο φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν �
�άριτα καὶ τιμήν. [5] ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην αὑτῶν τὴν μητέρα περιῄεσαν τά θ᾽ ἱερὰ καὶ τὴν πόλιν μετὰ τῆς θεραπείας. [6] ἐφ᾽ οἷς οἱ θεώμενοι μεγάλως [7] τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν καὶ μνημονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συνέκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων ἀξιώματι συναναπληροῦντες. [8] ταῦτα δ᾽ ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν βασιλέα. —

 

‹ Prev