Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 301
Delphi Complete Works of Polybius Page 301

by Polybius


  [1] III. Res Graeciae Πολύβιος. ὁ δ᾽ ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ τῆς ἀρρωστίας, τὰ δ᾽ ὑπὸ τῆς ἡλικίας βαρυνόμενος: εἶχε γὰρ ἑβδομηκοστὸν ἔτος. [2] Πολύβιος: διαβιασάμενος δὲ τὴν ἀσθένειαν τῇ συνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργους εἰς Μεγάλην πόλιν αὐθημερόν. — [3]

  [1] ὅτι Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς συλληφθεὶς ὑπὸ Μεσσηνίων ἀνῃρέθη φαρμάκῳ, ἀνὴρ γενόμενος οὐδενὸς τῶν πρὸ τοῦ κατ᾽ ἀρετὴν δεύτερος, τῆς τύχης μέντοι γ᾽ ἥττων, καίτοι δόξας ἐν παντὶ τῷ πρὸ τοῦ βίῳ συνεργὸν ἐσχηκέναι ταύτην: [4] ἀλλά μοι δοκεῖ κατὰ τὴν κοινὴν παροιμίαν εὐτυχῆσαι μὲν ἄνθρωπον ὄντα δυνατόν, διευτυχῆσαί γε μὴν ἀδύνατον: [5] διὸ καὶ μακαριστέον τῶν προγεγονότων οὐχ ὡς διευτυχηκότας τινάς: τίς γὰρ ἀνάγκη ψευδεῖ λόγῳ χρωμένοις ματαίως προσκυνεῖν τὴν τύχην; [6] ἀλλὰ τοὺς ὡς πλεῖστον χρόνον ἐν τῷ ζῆν ἵλεων ἔχοντας ταύτην, κἄν ποτε μετανοῇ, μετρίαις περιπεσόντας συμφοραῖς. — Μετ. [7] ... Λυκόρταν, ὃς ἦν οὐδὲν ἥττων τούτου. — [8] ὅτι Φιλοποίμην τετταράκοντ᾽ ἔτη συνεχῶς φιλοδοξήσας ἐν δημοκρατικῷ καὶ πολυειδεῖ πολιτεύματι, πάντῃ πάντως διέφυγε τὸν τῶν πολλῶν φθόνον, [9] τὸ πλεῖον οὐ πρὸς χάριν, ἀλλὰ μετὰ παρρησίας πολιτευόμενος: ὃ σπανίως ἂν εὕροι τις γεγονός. — ὅτι θαυμαστόν ἐστι καὶ μέγιστον σημεῖον γεγονέναι τῇ φύσει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸς τὸν πραγματικὸν τρόπον: [2] ἑπτακαίδεκα γὰρ ἔτη μείνας ἐν τοῖς ὑπαίθροις πλεῖστά τ᾽ ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείστοις ἀνδράσιν ἀλλοφύλοις καὶ ἑτερογλώττοις χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐπιβολάς, ὑπ᾽ οὐθενὸς οὔτ᾽ ἐπεβουλεύθη τὸ παράπαν οὔτ᾽ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνησάντων καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας. —

  [1] ὅτι Πόπλιος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν τοῖς ὄχλοις εὔνοιαν παρὰ δὲ τῷ συνεδρίῳ πίστιν ὥστ᾽, [2] ἐν μὲν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλομένου κατὰ τὰ Ῥωμαίων ἔθη καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς, ἄλλο μὲν οὐθὲν εἶπε προελθών, [3] οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ δήμῳ τῶν Ῥωμαίων οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, δι᾽ ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατηγοροῦντες. [4] ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον. — [5]

  [1] ὅτι Πόπλιος ἐν τῷ συνεδρίῳ χρείας ποτὲ χρημάτων οὔσης εἴς τινα κατεπείγουσαν οἰκονομίαν, τοῦ δὲ ταμίου διά τινα νόμον οὐ φάσκοντος ἀνοίξειν τὸ ταμιεῖον κατ᾽ ἐκείνην τὴν ἡμέραν, αὐτὸς ἔφη λαβὼν τὰς κλεῖς ἀνοίξειν: [6] αὐτὸς γὰρ αἴτιος γεγονέναι καὶ τοῦ κλείεσθαι τὸ ταμιεῖον. [7] πάλιν δέ ποτε λόγον ἀπαιτοῦντός τινος ἐν τῷ συνεδρίῳ τῶν χρημάτων ὧν ἔλαβε παρ᾽ Ἀντιόχου πρὸ τῶν συνθηκῶν εἰς τὴν τοῦ στρατοπέδου μισθοδοσίαν, ἔχειν μὲν ἔφη τὸν λογισμόν, οὐ δεῖν δ᾽ αὐτὸν ὑποσχεῖν οὐδενὶ λόγον: [8] τοῦ δ᾽ ἐπικειμένου καὶ κελεύοντος φέρειν ἠξίωσε τὸν ἀδελφὸν ἐνεγκεῖν: κομισθέντος δὲ τοῦ βυβλίου, προτείνας αὐτὸ καὶ κατασπαράξας πάντων ὁρώντων τὸν μὲν ἀπαιτοῦντα τὸν λόγον ἐκ τούτων ζητεῖν ἐκέλευσε, [9] τοὺς δ᾽ ἄλλους ἤρετο πῶς τῶν μὲν τρισχιλίων ταλάντων τὸν λόγον ἐπιζητοῦσι πῶς ἐδαπανήθη καὶ διὰ τίνων, τῶν δὲ μυρίων καθόλου καὶ πεντακισχιλίων ὧν παρ᾽ Ἀντιόχου λαμβάνουσιν, οὐκέτι ζητοῦσι πῶς εἰσπορεύεται καὶ διὰ τίνων, [10] οὐδὲ πῶς τῆς Ἀσίας καὶ τῆς Λιβύης, ἔτι δὲ τῆς Ἰβηρίας κεκυριεύκασιν. [11] ὥστε μὴ μόνον καταπλαγῆναι πάντας, ἀλλὰ καὶ τὸν ζητήσαντα τὸν λόγον ἀποσιωπῆσαι. [12] ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω τῆς τε τῶν μετηλλαχότων ἀνδρῶν εὐκλείας ἕνεκεν καὶ τῆς τῶν ἐπιγινομένων παρορμήσεως πρὸς τὰ καλὰ τῶν ἔργων. — ὅτι οὐ καλὸν τὸ φθείρειν τοὺς καρποὺς τῶν ὑπεναντίων: φησὶ γὰρ ὁ Πολύβιος οὐδέποτε δ᾽ ἐγὼ συντίθεμαι τὴν γνώμην τοῖς ἐπὶ τοσοῦτον διατιθεμένοις τὴν ὀργὴν εἰς τοὺς ὁμοφύλους ὥστε μὴ μόνον τοὺς ἐπετείους καρποὺς παραιρεῖσθαι τῶν πολεμίων, ἀλλὰ καὶ τὰ δένδρα καὶ τὰ κατασκευάσματα διαφθείρειν, μηδὲ μεταμελείας καταλείποντας τόπον. [2] ἀλλά μοι δοκοῦσι μεγαλείως ἀγνοεῖν οἱ ταῦτα πράττοντες: [3] καθ᾽ ὅσον γὰρ ὑπολαμβάνουσι καταπλήττεσθαι τοὺς πολεμίους λυμαινόμενοι τὴν χώραν καὶ παραιρούμενοι πάσας, οὐ μόνον τὰς κατὰ τὸ παρόν, ἀλλὰ καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν πρὸς τὸν βίον ἀναγκαίων, κατὰ τοσοῦτον ἀποθηριοῦντες τοὺς ἀνθρώπους ἀμετάθετον ποιοῦσι τὴν πρὸς αὑτοὺς ὀργὴν τῶν ἅπαξ ἐξαμαρτόντων. —

  [1] ὅτι ὁ Λυκόρτας ὁ τῶν Ἀχαιῶν στρατηγὸς τοὺς Μεσσηνίους καταπληξάμενος τῷ πολέμῳ * [2] ** πάλαι μὲν οἱ Μεσσήνιοι καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνον τοὺς προεστῶτας, τότε μόλις ἐθάρρησάν τινες αὐτῶν φωνὴν ἀφιέναι, πιστεύσαντες τῇ τῶν πολεμίων ἐφεδρείᾳ, καὶ λέγειν ὅτι δεῖ πρεσβεύειν ὑπὲρ διαλύσεως. [3] οἱ μὲν οὖν περὶ τὸν Δεινοκράτην οὐκέτι δυνάμενοι πρὸς τὸ πλῆθος ἀντοφθαλμεῖν διὰ τὸ περιέχεσθαι *** τοῖς πράγμασιν εἴξαντες ἀνεχώρησαν εἰς τὰς ἰδίας οἰκήσεις. [4] οἱ δὲ πολλοὶ παρακληθέντες ὑπό τε τῶν πρεσβυτ
έρων καὶ μάλιστα τῶν ἐκ Βοιωτίας πρεσβευτῶν, [5] οἳ πρότερον ἤδη παραγεγονότες ἐπὶ τὰς διαλύσεις, Ἐπαίνετος καὶ Ἀπολλόδωρος, εὐκαίρως τότε παρέτυχον ἐν τῇ Μεσσήνῃ, ταχέως ἐπακολουθήσαντες ἐπὶ τὰς διαλύσεις οἱ Μεσσήνιοι κατέστησαν πρεσβευτὰς καὶ τούτους ἐξέπεμψαν, δεόμενοι τυχεῖν συγγνώμης ἐπὶ τοῖς ἡμαρτημένοις. [6] ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν παραλαβὼν τοὺς συνάρχοντας καὶ διακούσας τῶν παραγεγονότων μίαν ἔφη Μεσσηνίοις πρὸς τὸ ἔθνος εἶναι διάλυσιν, [7] ἐὰν μὲν τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναιρέσεως ἤδη παραδῶσιν αὐτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων ἐπιτροπὴν δῶσιν τοῖς Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν εἰσδέξωνται παραχρῆμα φυλακήν. [8] ἀναγγελθέντων δὲ τούτων εἰς τοὺς ὄχλους, οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς αἰτίους τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι καὶ συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δεινὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν ὑπὲρ τῶν ὅλων ἐπιτροπήν. [9] τὸ δὲ συνέχον, οὐκ ἔχοντες αἵρεσιν περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ προτεινόμενα. [10] τὴν μὲν οὖν ἄκραν εὐθέως παραλαβὼν ὁ στρατηγὸς τοὺς πελταστὰς εἰς αὐτὴν παρήγαγεν, [11] μετὰ δὲ ταῦτα προσλαβὼν τοὺς ἐπιτηδείους ἐκ τοῦ στρατοπέδου παρῆλθεν εἰς τὴν πόλιν καὶ συναγαγὼν τοὺς ὄχλους παρεκάλεσε τὰ πρέποντα τοῖς ἐνεστῶσι καιροῖς, ἐπαγγελλόμενος ἀμεταμέλητον αὐτοῖς ἔσεσθαι τὴν πίστιν. [12] τῆς μὲν οὖν ὑπὲρ τῶν ὅλων διαλήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιήσατο — καὶ γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συνάγεσθαι τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευτέραν σύνοδον — [13] τῶν δ᾽ ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον τοῦ παρ᾽ αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλοποίμενα, τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς ἐξάγειν ἐκ τοῦ ζῆν *** —

  [1] ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὑτῶν ἄγνοιαν εἰς τὴν ἐσχάτην παραγενόμενοι διάθεσιν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολιτείας διὰ τὴν Λυκόρτα καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν. [2] ἡ δ᾽ Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν, ἰδίᾳ δὲ θέμεναι στήλην ἑκάστη μετεῖχεν τῆς κοινῆς συμπολιτείας. [3] Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθ᾽ ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην. [4] ἐξ οὗ καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσιν τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀποτρίβεσθαι καὶ παρορᾶν, ὡς τοὐναντίον καὶ δυσχεραίνουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφ᾽ ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώμης. [5] εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπόκρισιν, εὐθέως ὁ στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν. [6] ἁθροισθέντων δὲ τῶν Ἀχαιῶν ἀνεδίδου διαβούλιον ὑπὲρ τοῦ προσλαβέσθαι τὴν Σπάρτην εἰς τὴν συμπολιτείαν, [7] φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης: ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ Λακεδαίμονα πραγμάτων πρὸς αὑτούς: [8] τοὺς δὲ κυριεύοντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσιν μετέχειν τῆς συμπολιτείας. [9] διὸ παρεκάλει προσδέχεσθαι τὴν πόλιν: εἶναι γὰρ τοῦτο κατὰ δύο τρόπους συμφέρον, καθ᾽ ἕνα μέν, ὅτι τούτους μέλλουσι προσλήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος πίστιν, [10] καθ᾽ ἕτερον δέ, διότι τῶν ἀρχαίων φυγάδων τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλ᾽ ἑτέρων αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας. [11] ὁ μὲν οὖν Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν: [12] ὁ δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρεκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτωκόσιν μηδὲ δι᾽ ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος

  [1] ἐκβεβληκόσιν. τοιαῦτα μὲν ἦν τὰ ῥηθέντα παρ᾽ ἑκατέρων. οἱ δ᾽ Ἀχαιοὶ διακούσαντες ἀμφοτέρων ἔκριναν προσλαβέσθαι τὴν πόλιν, καὶ μετὰ ταῦτα στήλης προγραφείσης συνεπολιτεύετο μετὰ τῶν Ἀχαιῶν ἡ Σπάρτη, [2] προσδεξαμένων τῶν ἐν τῇ πόλει τούτους τῶν ἀρχαίων φυγάδων, ὅσοι μηδὲν ἐδόκουν ἄγνωμον πεποιηκέναι κατὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους. [3]

  [1] οἱ δ᾽ Ἀχαιοὶ ταῦτα κυρώσαντες πρεσβευτὰς ἀπέστειλαν εἰς τὴν Ῥώμην τοὺς περὶ Βίππον τὸν Ἀργεῖον, διασαφήσοντας τῇ συγκλήτῳ περὶ πάντων. [4] ὁμοίως δὲ καὶ Λακεδαιμόνιοι τοὺς περὶ Χαίρωνα κατέστησαν. [5] ἐξαπέστειλαν δ᾽ οἱ φυγάδες τοὺς περὶ Κλῆτιν καὶ Διακτόριον τοὺς συγκαταστησομένους ἐν τῇ συγκλήτῳ πρὸς τοὺς παρὰ τῶν Ἀχ�
�ιῶν πρεσβευτάς.

  BOOK 24

  [1] A. Olymp. 149, 3. I. Res Italiae εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρεσβευτῶν παρά τε τῶν Λακεδαιμονίων καὶ τῶν ἐκ Λακεδαίμονος φυγάδων, ἔτι δὲ παρὰ τῶν Ἀχαιῶν, ἅμα δὲ καὶ τῶν παρ᾽ Εὐμένους καὶ παρ᾽ Ἀριαράθου τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου, τούτοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος. [2] βραχεῖ δὲ χρόνῳ πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον πρεσβευτῶν, οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ Φαρνάκῃ συνεστηκότα πόλεμον, καὶ διασεσαφηκότων περί τε τῆς Εὐμένους μετριότητος ἐν πᾶσιν καὶ περὶ τῆς Φαρνάκου πλεονεξίας καὶ καθόλου τῆς ὑπερηφανίας, [3] οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος διακούσασα τῶν παραγεγονότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων τοῖς προειρημένοις. [4] μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων εἰσπορευθέντων καὶ τῶν ἐκ τῆς πόλεως ἅμα τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων, [5] τοῖς δὲ φυγάσιν ἐπηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ τοῦ κατελθεῖν αὐτοὺς εἰς τὴν οἰκείαν. [6] μετὰ δέ τινας ἡμέρας εἰσπορευθέντων τῶν περὶ Βίππον τὸν Ἀργεῖον, οὓς ἀπεστάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούντων περὶ τῆς Μεσσηνίων ἀποκαταστάσεως, [7] οὐθενὶ δυσαρεστήσασα περὶ τῶν οἰκονουμένων ἡ σύγκλητος ἀπεδέξατο φιλανθρώπως τοὺς πρεσβευτάς.

 

‹ Prev