Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 303
Delphi Complete Works of Polybius Page 303

by Polybius


  [1] ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτ᾽ εἰπὼν ἀπῆλθεν. [2] οἱ φυγάδες δ᾽ ἐπεισελθόντες καὶ βραχέα περὶ αὑτῶν διδάξαντες καί τινα τῶν πρὸς τὸν κοινὸν ἔλεον εἰπόντες ἀνεχώρησαν. [3] ἡ δὲ σύγκλητος δόξασα τὸν Καλλικράτην λέγειν τι τῶν αὐτῇ συμφερόντων καὶ διδαχθεῖσα διότι δεῖ τοὺς μὲν τοῖς αὐτῆς δόγμασιν συνηγοροῦντας αὔξειν, τοὺς δ᾽ ἀντιλέγοντας ταπεινοῦν, [4] οὕτως καὶ τότε πρῶτον ἐπεβάλετο τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς ἰδίοις πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως καὶ ἀδίκως [5] προστρέχοντας αὐτῇ σωματοποιεῖν. ἐξ ὧν αὐτῇ συνέβη κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων μὲν εὐπορεῖν, φίλων δὲ σπανίζειν ἀληθινῶν. [6] οὐ μὴν ἀλλὰ τότε περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ μόνον τοῖς Ἀχαιοῖς ἔγραψε, παρακαλοῦσα συνεπισχύειν, ἀλλὰ καὶ τοῖς Αἰτωλοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ τούτοις Ἀθηναίοις, Βοιωτοῖς, Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ προσδιαμαρτυρομένη χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς. [7] περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατ᾽ ἰδίαν παρασιωπήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπόκρισιν διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύμασιν ἄνδρας οἷός ἐστι Καλλικράτης. [8] ὁ δὲ προειρημένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησι, μάλιστα δὲ τοῖς Ἀχαιοῖς. [9] ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατ᾽ ἐκείνους τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥωμαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπιφανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον, [10] οὕτω δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰληφότος κατὰ τὸ βέλτιστον ἀφ᾽ ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος * [11] ** Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προαιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς: [12] ὅταν μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων, τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις. [13] ὁ δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν καὶ συνεπισπασάμενος τὰ κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδ᾽ ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον: [14] καὶ διὰ τὴν ἀποπρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπ᾽ αὐτοῦ κατ᾽ ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωροδοκηθείς, [15] ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης φυγάδας. —

  [1] ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς συνέβη οὔτε τὴν φύσιν ὁμοίαν σχεῖν οὔτε τὴν αἵρεσιν τῆς πολιτείας. [2] ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, ὁ δ᾽ ἕτερος πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων. [3] τῇ δ᾽ αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆς γὰρ Ῥωμαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμπλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ τοὺς Ἀντιοχικοὺς καιρούς, [4] ὁ μὲν Ἀρίσταινος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προστάξαι ‘κείνους. [5] ἐπειρᾶτο μέντοι γε τῶν νόμων ἔχεσθαι δοκεῖν καὶ τὴν τοιαύτην ἐφείλκετο φαντασίαν, εἴκων, ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις. [6] ὁ δὲ Φιλοποίμην, ὅσα μὲν εἴη τῶν παρακαλουμένων ἀκόλουθα τοῖς νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα συγκατῄνει καὶ συνέπραττεν ἀπροφασίστως, [7] ὅσα δὲ τούτων ἐκτὸς ἐπιτάττοιεν, οὐχ οἷός τ᾽ ἦν ἐθελοντὴν συνυπακούειν, ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δικαιολογεῖσθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν: [8] εἰ δὲ μηδ᾽ οὕτως πείθοιεν, τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον. —

  [1] ὅτι τοιούτοις ἀπολογισμοῖς Ἀρίσταινος ἐχρῆτο πρὸς τοὺς Ἀχαιοὺς περὶ τῆς ἰδίας αἱρέσεως: ἔφη γὰρ οὐκ εἶναι δυνατὸν καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα προτεινομένους συνέχειν τὴν πρὸς Ῥωμαίους φιλίαν: “ἀλλ᾽ εἰ μὲν οἷοί τ᾽ ἐσμὲν ἀντοφθαλμεῖν καὶ δυνάμεθα τοῦτο ποιεῖν ... εἰ δὲ μηδ᾽ ὁ Φιλοποίμην εἰπεῖν τοῦτο τολμᾷ ... καιροῖς ἕνα Ῥωμαίοις, [2] διὰ τί ἀδυνάτων ὀρεγόμενοι τὰ δυνατὰ παρίεμεν;” δύο γὰρ ἔφη σκοποὺς εἶναι πάσης πολιτείας, τό τε καλὸν καὶ τὸ συμφέρον. οἷς μὲν οὖν ἐφικτός ἐστιν ἡ τοῦ καλοῦ κτῆσις, ταύτης ἀντέχεσθαι δεῖν τοὺς ὀρθῶς πολιτευομένους: οἷς δ᾽ ἀδύνατος, ἐπὶ τὴν τοῦ συμφέροντος μερίδα καταφεύγειν: [3] τὸ δ᾽ ἑκατέρων ἀποτυγχάνειν μέγιστον εἶναι τεκμήριον ἀβουλίας. πάσχειν δὲ τοῦτο προφανῶς τοὺς ἀπροφασίστως ὁμολογοῦντας μὲν πᾶν τὸ παραγγελλόμενον, ἀκουσίως δὲ τοῦτο πράττοντας καὶ μετὰ προσκοπῆς: [4] δ
ιόπερ ἢ τοῦτ᾽ εἶναι δεικτέον ὡς ἐσμὲν ἱκανοὶ πρὸς τὸ μὴ πειθαρχεῖν ἢ μηδὲ λέγειν τοῦτο τολμῶντας ὑπακουστέον ἑτοίμως εἶναι πᾶσι τοῖς παραγγελλομένοις.

  [1] ὁ δὲ Φιλοποίμην οὐκ ἐπὶ τοσοῦτον ἔφη δεῖν ἀμαθίαν αὑτοῦ καταγινώσκειν ὥστε μὴ δύνασθαι μετρεῖν μήτε τὴν διαφορὰν τοῦ πολιτεύματος τῶν Ῥωμαίων καὶ τῶν Ἀχαιῶν μήτε τὴν ὑπερβολὴν τῆς δυνάμεως “ [2] ἀλλὰ πάσης ὑπεροχῆς φύσιν ἐχούσης ἀεὶ βαρύτερον χρῆσθαι τοῖς ὑποταττομένοις, πότερον” ἔφη “συμφέρει συνεργεῖν ταῖς ὁρμαῖς ταῖς τῶν κρατούντων καὶ μηθὲν ἐμποδὼν ποιεῖν, ἵν᾽ ὡς τάχιστα πεῖραν λάβωμεν τῶν βαρυτάτων ἐπιταγμάτων ἢ τοὐναντίον, καθ᾽ ὅσον οἷοί τ᾽ ἐσμέν, συμπαλαίοντας προσαντέχειν ἐπὶ τοσοῦτον, ἐφ᾽ ὅσον μέλλομεν τελέως ... [3] ... κἂν ἐπιτάττωσιν ... καὶ τούτων ὑπομιμνήσκοντες αὐτοὺς ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρακαθέξομεν ἐπὶ ποσὸν τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ πλείονος ποιουμένων Ῥωμαίων ἕως γε τοῦ νῦν, ὡς αὐτὸς φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας καὶ τὴν πρὸς τοὺς συμμάχους πίστιν. [4] ἐὰν δ᾽ αὐτοὶ καταγνόντες τῶν ἰδίων δικαίων αὐτόθεν εὐθέως καθάπερ οἱ δοριάλωτοι πρὸς πᾶν τὸ κελευόμενον ἑτοίμους ἡμᾶς αὐτοὺς παρασκευ

  [1] άζωμεν, τί διοίσει τὸ τῶν Ἀχαιῶν ἔθνος Σικελιωτῶν καὶ Καπυανῶν τῶν ὁμολογουμένως καὶ πάλαι δουλευόντων; [5] “ διόπερ ἔφη δεῖν ἢ τοῦτο συγχωρεῖν ὡς οὐδὲν ἰσχύει δίκαιον παρὰ Ῥωμαίοις ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν χρῆσθαι τοῖς δικαίοις καὶ μὴ προΐεσθαι σφᾶς, ἔχοντάς γε δὴ μεγίστας καὶ καλλίστας ἀφορμὰς πρὸς Ῥωμαίους. [6] ὅτι μὲν γὰρ ἥξει ποτὲ τοῖς Ἕλλησιν ὁ καιρὸς οὗτος, ἐν ᾧ δεήσει ποιεῖν κατ᾽ ἀνάγκην πᾶν τὸ παραγγελλόμενον, σαφῶς ἔφη γινώσκειν: “ἀλλὰ πότερα τοῦτον ὡς τάχιστά τις ἂν ἰδεῖν βουληθείη γενόμενον ἢ τοὐναντίον ὡς βραδύτατα; δοκῶ μὲν γὰρ ὡς βραδύτατα. [7] “ διὸ καὶ τούτῳ διαφέρειν ἔφη τὴν Ἀρισταίνου πολιτείαν τῆς ἑαυτοῦ: ἐκεῖνον μὲν γὰρ σπουδάζειν ὡς τάχιστα τὸ χρεὼν ἰδεῖν γενόμενον καὶ συνεργεῖν τούτῳ κατὰ δύναμιν: αὐτὸς δὲ πρὸς τοῦτ᾽ ἀντερείδειν καὶ διωθεῖσθαι, καθ᾽ ὅσον ἐστὶ δυνατός. [8] οὐ μὴν ἀλλ᾽ ἐκ τῶν προειρημένων δῆλον ὡς συνέβαινε γίνεσθαι τοῦ μὲν καλήν, τοῦ δ᾽ εὐσχήμονα τὴν πολιτείαν, ἀμφοτέρας γε μὴν ἀσφαλεῖς: [9] τοιγαροῦν μεγίστων καιρῶν τότε περιστάντων καὶ Ῥωμαίους καὶ τοὺς Ἕλληνας τῶν τε κατὰ Φίλιππον καὶ κατ᾽ Ἀντίοχον, ὅμως ἀμφότεροι διετήρησαν ἀκέραια τὰ δίκαια τοῖς Ἀχαιοῖς πρὸς Ῥωμαίους: [10] φήμη δέ τις ἐνέτρεχεν ὡς Ἀρισταίνου Ῥωμαίοις εὐνουστέρου μᾶλλον ἢ Φιλοποίμενος ὑπάρχοντος. III. Res Asiae ὅτι κατὰ τὴν Ἀσίαν Φαρνάκης ὁ βασιλεύς, πάλιν ὀλιγωρήσας τῆς γεγενημένης ἐπὶ Ῥωμαίους ἀναφορᾶς, Λεώκριτον μὲν ἔτι κατὰ χειμῶνα μετὰ μυρίων στρατιωτῶν ἐξαπέστειλε πορθήσοντα τὴν Γαλατίαν, [2] αὐτὸς δὲ τῆς ἐαρινῆς ὥρας ὑποφαινούσης ἥθροιζε τὰς δυνάμεις, ὡς ἐμβαλῶν εἰς τὴν Καππαδοκίαν. [3] ἃ πυνθανόμενος Εὐμένης δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον διὰ τὸ πάντας τοὺς τῆς πίστεως ὅρους ὑπερβαίνειν τὸν Φαρνάκην, ἠναγκάζετο δὲ τὸ παραπλήσιον ποιεῖν. [4] ἤδη δ᾽ αὐτοῦ συνηθροικότος τὰς δυνάμεις, κατέπλευσαν ἐκ τῆς Ῥώμης οἱ περὶ τὸν Ἄτταλον. [5] ὁμοῦ δὲ γενόμενοι καὶ κοινολογηθέντες ἀλλήλοις ἀνέζευξαν παραχρῆμα μετὰ τῆς στρατιᾶς. [6] ἀφικόμενοι δ᾽ εἰς τὴν Γαλατίαν τὸν μὲν Λεώκριτον οὐκέτι κατέλαβον: τοῦ δὲ Κασσιγνάτου καὶ τοῦ Γαιζατόριγος διαπεμπομένων πρὸς αὐτοὺς ὑπὲρ ἀσφαλείας, οἵτινες ἐτύγχανον ἔτει πρότερον ᾑρημένοι τὰ Φαρνάκου, καὶ πᾶν ὑπισχνουμένων ποιήσειν τὸ προσταττόμενον, [7] ἀπειπάμενοι τούτους διὰ τὴν προγεγενημένην ἀθεσίαν, ἐξάραντες παντὶ τῷ στρατεύματι προῆγον ἐπὶ τὸν Φαρνάκην. [8] παραγενόμενοι δ᾽ ἐκ Καλπίτου πεμπταῖοι πρὸς τὸν Ἅλυν ποταμὸν ἑκταῖοι πάλιν ἀνέζευξαν εἰς Παρνασσόν. [9] ἔνθα καὶ Ἀριαράθης ὁ τῶν Καππαδοκῶν βασιλεὺς συνέμιξεν αὐτοῖς μετὰ τῆς οἰκείας δυνάμεως, καὶ παρεισῆλθον εἰς τὴν Μωκισσέων χώραν. [10] ἄρτι δὲ κατεστρατοπεδευκότων αὐτῶν προσέπεσε παραγενέσθαι τοὺς ἐκ τῆς Ῥώμης πρεσβευτὰς ἐπὶ τὰς διαλύσεις. [11] ὧν ἀκούσας ὁ βασιλεὺς Εὐμένης Ἄτταλον μὲν ἐξαπέστειλε τούτους ἐκδεξόμενον, αὐτὸς δὲ τὰς δυνάμεις ἐδιπλασίαζε καὶ διεκόσμει φιλοτίμως, ἅμα μὲν ἁρμοζόμενος πρὸς τὰς ἀληθινὰς χρείας, ἅμα δὲ βουλόμενος ἐνδείκνυσθαι τοῖς Ῥωμαίοις ὅτι δι᾽ αὑτοῦ δυνατός ἐστι τὸν Φαρνάκην ἀμύνασθαι καὶ

  [1] καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, [2] ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, εἰς σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμότητα διὰ πλειόνων: [3] εἰ δὲ μὴ τοῦτ᾽ εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους. [4] τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας: [5] ἄτοπον γὰρ εἶναι παρόντων πρέσβ�
�ων καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν ἀλλήλους: [6] συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς ἐπὶ Γαλατίας. [7] οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη: μάλιστα γὰρ ἂν οὕτω τυχεῖν τὰ πράγματα διεξαγωγῆς. [8] τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πράγμασι: [9] πάντῃ δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ τὸν Πέργαμον κατὰ θάλατταν τοὺς συνθησομένους τὴν εἰρήνην, ἐφ᾽ οἷς ἂν οἱ πρεσβευταὶ κελεύσωσιν. [10] ἀφικομένων δὲ τῶν πρέσβεων, καὶ συνελθόντων ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ Εὐμένη, καὶ τούτων μὲν εἰς ἅπαν ἑτοίμως συγκαταβαινόντων χάριν τοῦ συντελεσθῆναι τὴν εἰρήνην, [11] τῶν δὲ παρὰ τοῦ Φαρνάκου πρὸς πᾶν διαφερομένων καὶ τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων, ἀλλ᾽ αἰεί τι προσεπιζητούντων καὶ μεταμελομένων, ταχέως τοῖς Ῥωμαίοις ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν. οὐ γὰρ οἷος τ᾽ ἦν συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις. [12] ὅθεν ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥωμαίων ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ μὲν πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν Εὐμένη πάλιν ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρασκευάς. [13] ἐν ᾧ καιρῷ τῶν Ῥοδίων ἐπισπασαμένων τὸν Εὐμένη [καὶ] φιλοτίμως, οὗτος μὲν ἐξώρμησε μετὰ πολλῆς σπουδῆς, πράξων τὰ κατὰ τοὺς Λυκίους ***

 

‹ Prev