by Polybius
[1] ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων, [2] ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο [ὁ] πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει τῶν αὐτῶν. [3] ἐάν τε γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου, πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν. [4] ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γεγονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον, αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους. [5] ταῦτα μὲν οὖν ἐδόκει τοῖς πλείοσι τῶν φίλων. συγκαταθεμένου δὲ τοῦ Περσέως ἐπέμποντο παραχρῆμα πρεσβευταὶ Πάνταυχος Βαλάκρου καὶ Μίδων Βεροιεύς. [6] ὧν παραγενομένων πρὸς τὸν Λικίννιον εὐθέως ὁ στρατηγὸς συνῆγε συνέδριον. τῶν δὲ πρέσβεων διασαφησάντων τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς περὶ τὸν Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτωκότων. [7] ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦναι τὴν ἀπόκρισιν. [8] ἴδιον γὰρ τοῦτο πάντῃ παρὰ Ῥωμαίοις ἔθος καὶ πάτριόν ἐστι τὸ κατὰ μὲν τὰς ἐλαττώσεις αὐθαδεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς ἐπιτυχίας ὡς μετριωτάτους. [9] τοῦτο δ᾽ ὅτι καλὸν πᾶς ἄν τις ὁμολογήσειεν: εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις καιροῖς, εἰκότως ἄν τις ἐπαπορήσειεν. [10] πλὴν τότε γε τοιαύτην ἔδωκαν τὴν ἀπόκρισιν: ἐκέλευον γὰρ ἐπιτρέπειν τὸν Περσέα τὰ καθ᾽ αὑτόν, καὶ καθόλου διδόναι τῇ συγκλήτῳ τὴν ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ, βουλεύεσθαι περὶ τῶν κατὰ τὴν Μακεδονίαν. [11] οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτ᾽ ἀκούσαντες ἐπανῆλθον καὶ διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις. [12] ὧν τινες ἐκπληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συνεβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι μήτε διαπέμπεσθαι περὶ μηδενός. [13] οὐ μὴν ὁ Περσεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὔξων τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίννιον. προκόπτων δ᾽ οὐδέν, [14] ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων ὅτι νικῶν ποιεῖ τὰ τοῦ λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος, [15] οὕτως ἠναγκάσθη τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. —
[1] ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τούτου χρόνον ἐπικρυπτομένων τῶν πλείστων. [2] ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, διάθεσις: παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι περὶ τοὺς γυμνικοὺς ἀγῶνας. [3] καὶ γὰρ ἐν ἐκείνοις ὅταν πρὸς ἐπιφανῆ καὶ ἀήττητον ἀθλητὴν εἶναι δοκοῦντα συγκαταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής, εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ καὶ θαρρεῖν παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς ὁρμαῖς: [4] ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον τῆς πληγῆς, παραυτίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς γίνεται: [5] ποτὲ δὲ καὶ χλευάζειν ἐγχειροῦσι τὸν ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν: [6] οὓς ἐὰν ἐπιστήσῃ τις ἐν καιρῷ, ταχέως μετατίθενται καὶ παρὰ πόδας ἐπιλαμβάνονται τῆς ἑαυτῶν ἀγνοίας.
[1] ὅ φασι ποιῆσαι Κλειτόμαχον: [7] ἐκείνου γὰρ ἀνυποστάτου δοκοῦντος εἶναι κατὰ τὴν ἄθλησιν, καὶ τῆς αὐτοῦ δόξης ἐπιπολαζούσης κατὰ πᾶσαν τὴν οἰκουμένην, Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξήσαντα πρὸς τὸ καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευάσαντα μετὰ πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην ἐξαποστεῖλαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύτην τὴν χρείαν: [8] παραγενομένου δ᾽ εἰς τὴν Ἑλλάδα τοῦ προειρημένου καὶ συγκαταστάντος Ὀλυμπίασι πρὸς τὸν Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν οἱ πολλοὶ πρὸς τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαίροντες ἐπὶ τῷ βραχύ τι τετολμηκέναι τινὰ συγκαταστῆναι πρὸς τὸν Κλειτόμαχον: [9] ὡς δέ γε προβαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συνεξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρακαλοῦντες τὸν Ἀριστόνικον. [10] ἐν ᾧ καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συναγωνίζονται ‘κείνῳ καθ᾽ ὅσον εἰσὶ δυνατοί, [11] πότερον οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν ἢ τοῦτ᾽ ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγωνίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως. [12] πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας,
ἢ Θηβαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ τοὺς ἄνδρας. [13] ταῦτα δ᾽ εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους ἢ τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον. τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα συμβαῖνον περὶ τοὺς ὄχλους: [2] εἰ γάρ τις ἐπιστήσας αὐτοὺς ἤρετο μετὰ παρρησίας εἰ βούλοιντ᾽ ἂν εἰς ἕνα πεσεῖν τὴν τηλικαύτην ὑπεροχὴν καὶ λαβεῖν μοναρχικῆς πεῖραν ἐξουσίας, ἀνυπευθύνου κατὰ πάντα τρόπον, ταχέως ἂν αὐτοὺς ὑπολαμβάνω συννοήσαντας παλινῳδίαν ποιῆσαι καὶ μεταπεσεῖν εἰς τοὐναντίον: [3] εἰ δὲ καὶ βραχέα τις ὑπέμνησε τῶν γεγονότων ἐκ μὲν τῆς Μακεδόνων οἰκίας δυσκόλων τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν ἂν παρὰ πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι. [4] πλὴν τότε γε κατὰ τὴν ἀνεπίστατον καὶ πρώτην ὁρμὴν ἐκφανὴς ἦν ἡ τῶν πολλῶν εὐδόκησις τοῖς προσαγγελλομένοις, ἀσμενιζόντων διὰ τὸ παράδοξον, εἰ καθόλου πέφηνέ τις ἱκανὸς ἀνταγωνιστὴς Ῥωμαίοις. [5] περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον προήχθην εἰπεῖν, ἵνα μή τις ἀκρίτως εἰς ἀχαριστίαν ὀνειδίζῃ τοῖς Ἕλλησι τὴν τότε διάθεσιν, ἀγνοῶν τὰ φύσει παρεπόμενα τοῖς ἀνθρώποις. —
[1] Κέστρος. ξένον ἦν τοῦτο τὸ εὕρημα κατὰ τὸν Περσικὸν πόλεμον. [2] τὸ δὲ βέλος τοιοῦτον: διπάλαιστον ἦν, ἴσον ἔχον τὸν αὐλίσκον τῇ προβολῇ. τούτῳ ξύλον ἐνήρμοστο τῷ μὲν μήκει σπιθαμιαῖον, [3] τῷ δὲ πάχει δακτυλιαίαν ἔχον τὴν διάμετρον. [4] εἰς δὲ τούτου τὸ μέσον ἐσφήνωτο πτερύγια τρία ξύλινα, βραχέα παντελῶς. [5] τοῦτο, δυεῖν κώλων ἀνίσων ὑπαρχόντων τῆς σφενδόνης, εἰς τὸ μέσον ἐνηγκυλίζετο τῶν κώλων εὐλύτως. [6] λοιπὸν ἐν μὲν τῇ περιαγωγῇ τεταμένων τούτων ἔμενεν: ὅτε δὲ παραλυθείη θάτερον τῶν κώλων κατὰ τὴν ἄφεσιν, ἐκπῖπτον ἐκ τῆς ἀγκύλης καθαπερεὶ [7] μολυβδὶς ἐκ τῆς σφενδόνης ἐφέρετο καὶ προσπῖπτον μετὰ βιαίας πληγῆς κακῶς διετίθει τοὺς συγκυρήσαντας. —
[1] ὅτι ὁ Κότυς ἦν ἀνὴρ καὶ κατὰ τὴν ἐπιφάνειαν ἀξιόλογος καὶ πρὸς τὰς πολεμικὰς χρείας διαφέρων, ἔτι δὲ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ Θρᾷξ: καὶ γὰρ νήπτης ὑπῆρχε καὶ πρᾳότητα καὶ βάθος ὑπέφαινεν ἐλευθέριον. II. Res Aegypti ὅτι Πτολεμαῖος ὁ στρατηγὸς ὁ κατὰ Κύπρον οὐδαμῶς Αἰγυπτιακὸς γέγονεν, ἀλλὰ νουνεχὴς καὶ πρακτικός. [2] παραλαβὼν γὰρ τὴν νῆσον ἔτι νηπίου τοῦ βασιλέως ὄντος ἐγίνετο μὲν ἐπιμελῶς περὶ συναγωγὴν χρημάτων, ἐδίδου δ᾽ ἁπλῶς οὐδὲν οὐδενί, καίπερ αἰτούμενος πολλάκις ὑπὸ τῶν βασιλικῶν διοικητῶν καὶ καταλαλούμενος πικρῶς ἐπὶ τῷ μηδὲν προΐεσθαι. τοῦ δὲ βασιλέως εἰς ἡλικίαν παραγεγονότος, [3] συνθεὶς πλῆθος ἱκανὸν χρημάτων ἐξαπέστειλεν, [4] ὥστε καὶ τὸν Πτολεμαῖον αὐτὸν καὶ τοὺς περὶ τὴν αὐλὴν εὐδοκῆσαι τῇ πρότερον αὐτοῦ συστολῇ καὶ τῷ μηδὲν προΐεσθαι.
[1] B. Olymp. 152, 2. I. Bellum Persicum ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Περσεὺς ἐκ τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἀπελύθη, Ἀντήνορος παραγενομένου παρὰ τοῦ Περσέως περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως τῶν μετὰ Διοφάνους πλεόντων, ἐνέπεσε μεγάλη τοῖς πολιτευομένοις ἀπορία περὶ τοῦ τί δέον εἴη ποιεῖν. [2] τοῖς μὲν γὰρ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον οὐδαμῶς ἤρεσκε προσδέχεσθαι τὴν τοιαύτην ἐπιπλοκήν, τοῖς δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον ἤρεσκε. [3] καὶ τέλος ἐποιήσαντο διάταξιν πρὸς τὸν Περσέα περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως. —
[1] ὅτι Κέφαλος ἧκεν ἐξ Ἠπείρου, ἔχων μὲν καὶ πρότερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε δὲ διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ τοῦ Περσέως. ἡ δ᾽ αἰτία τοῦ συμβαίνοντος ἐγένετο τοιαύτη. [2] Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἄλλα μὲν καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων. [3] οὗτος υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ ἐγένετο. [4] τοῦτον ἀντίπαιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλλάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν. [5] τοῦτο τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά τινα χρόνον εἰς τὴν οἰκείαν. [6] ὁ μὲν οὖν πρεσβύτερος Χάροψ μετήλλαξε τὸν βίον. τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. [7] τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς ἦν αὐτοῦ λόγος, ἀλλ᾽ οἱ προκατέχοντες καὶ ταῖς ἡλικίαις καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ κατὰ τὰς αὑτῶν γνώμας. τοῦ δὲ πολέμου τοῦ Περσικοῦ συστάντος, [8] εὐθέως διέβαλλε τὸ μειράκιον τοὺς προειρημένους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ προγεγενημένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων οἰκίαν, [9] κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον ἢ πραττόμενον ὑπ᾽ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων. [10] ὁ δὲ Κέφαλος, τἄλλα τ�
� φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς καιροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε γνώμης. [11] ἀρχόμενος γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι τὸν πόλεμον μηδὲ κριθῆναι τὰ πράγματα: [12] πραττομένου δὲ τοῦ πολέμου τὰ κατὰ τὴν συμμαχίαν ἐβούλετο δίκαια ποιεῖν Ῥωμαίοις, πέρα δὲ τούτου μήτε προστρέχειν ἀγεννῶς μήθ᾽ ὑπηρετεῖν μηδὲν παρὰ τὸ δέον. [13] τοῦ δὲ Χάροπος ἐνεργῶς χρωμένου ταῖς κατ᾽ αὐτοῦ διαβολαῖς καὶ πᾶν τὸ παρὰ τὴν Ῥωμαίων βούλησιν γινόμενον εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶτον οἱ προειρημένοι κατεφρόνουν, οὐδὲν αὑτοῖς συνειδότες ἀλλότριον βουλευομένοις Ῥωμαίων. [14] ὡς δὲ τοὺς περὶ τὸν Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λόχαγον εἶδον τοὺς Αἰτωλοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππομαχίας ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ Λυκίσκον πεπιστευμένας κατ᾽ αὐτῶν, οἵτινες κατὰ τὴν Αἰτωλίαν τὴν αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ τηνικάδε προϊδόμενοι τὸ μέλλον ἐβουλεύοντο περὶ αὑτῶν. [15] ἔδοξεν οὖν αὐτοῖς παντὸς πεῖραν λαμβάνειν ἐφ᾽ ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως εἰς τὴν Ῥώμην ἐπανάγεσθαι διὰ τὰς Χάροπος διαβολάς. [16] οὕτω μὲν οὖν οἱ περὶ τὸν Κέφαλον ἠναγκάσθησαν παρὰ τὰς αὑτῶν προαιρέσεις ἑλέσθαι τὰ τοῦ Περσέως. —