Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 310
Delphi Complete Works of Polybius Page 310

by Polybius


  [1] ὅτι Εὐλαῖος ὁ εὐνοῦχος ἔπεισε Πτολεμαῖον ἀναλαβόντα τὰ χρήματα, τὴν βασιλείαν προιέμενον τοῖς ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθρᾴκην: [2] ἐφ᾽ ἃ τίς οὐκ ἂν ἐπιστήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ κακαὶ συντροφίαι τοὺς ἀνθρώπους; [3] τὸ γὰρ μηδ᾽, ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀποστάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλ᾽ εὐθέως αὐτόθεν ἀκονιτὶ παραχωρῆσαι βασιλείας τῆς ἐπιφανεστάτης καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσχερῶς; ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν, [4] τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ μηδενὶ τῶν ἐκτὸς αἰτίαν ἐπιφέρειν: [5] ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων ἡ φύσις ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν Πτολεμαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κινδύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τούτου συντροφίαν ἀναφέροι. —

  [1] ὅτι Ἀντίοχος μετὰ τὸ καταλιπεῖν Ἀλεξάνδρειαν πολιορκεῖν πρεσβευτὰς εἰς τὴν Ῥώμην ἐξέπεμπεν: [2] οὗτοι δ᾽ ἦσαν Μελέαγρος, Σωσιφάνης, Ἡρακλείδης: [3] συνθεὶς ἑκατὸν καὶ πεντήκοντα τάλαντα, πεντήκοντα μὲν στέφανον Ῥωμαίοις, τὰ δὲ λοιπὰ τῶν χρημάτων εἰς δωρεάν τισιν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων. —

  [1] ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πράξωνα καὶ μετ᾽ οὐ πολὺ παρῆσαν εἰς τὴν παρεμβολὴν πρὸς Ἀντίοχον. [2] γενομένης δὲ τῆς ἐντεύξεως, πολλοὺς διετίθεντο λόγους, τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας καὶ τὴν αὐτῶν τῶν βασιλέων ἀναγκαιότητα πρὸς ἀλλήλους καὶ τὸ συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως. [3] ὁ δὲ βασιλεὺς ἔτι λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν οὐκ ἔφη προσδεῖσθαι πολλῶν λόγων. [4] τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι καὶ φίλους ὑπάρχειν, καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει κατάγειν τοῦτον μὴ κωλύειν Ἀντίοχον. [5]

  BOOK 29

  [1] Olymp. 152, 4. I. Res Italiae ἔφη γὰρ αὐτοὺς μίαν ἔχειν διατριβὴν καὶ παρὰ τὰς συνουσίας καὶ παρὰ τὰς ἐν τοῖς περιπάτοις ὁμιλίας διοικεῖν αὐτοὺς ἐν Ῥώμῃ καθημένους τὸν ἐν Μακεδονίᾳ πόλεμον, ποτὲ μὲν ἐπιτιμῶντας τοῖς ὑπὸ τῶν στρατηγῶν πραττομένοις, ποτὲ δὲ τὰ παραλειπόμενα διεξιόντας: [2] ἐξ ὧν ὄνησιν μὲν οὐδέποτε γίνεσθαι τοῖς κοινοῖς πράγμασι, βλάβην δὲ πολλάκις καὶ ἐπὶ πολλῶν γεγονέναι: καὶ ποτὲ δὲ τοὺς ἄρχοντας μεγάλα βλάπτεσθαι διὰ τὰς ἀκαίρους εὑρησιλογίας: [3] πάσης γὰρ διαβολῆς ἐχούσης ὀξύ τι καὶ κινητικόν, ὅταν προκαταληφθῇ τὸ πλῆθος ἐκ τῆς συνεχοῦς λαλιᾶς, εὐκαταφρονήτους γίνεσθαι τοῖς ἐχθροῖς. —

  [1] ὅτι ἡ σύγκλητος πυνθανομένη τὸν Ἀντίοχον τῆς μὲν Αἰγύπτου κύριον γεγονέναι, τῆς δ᾽ Ἀλεξανδρείας παρ᾽ ὀλίγον, [2] νομίζουσα πρὸς αὑτήν τι διατείνειν τὴν αὔξησιν τοῦ προειρημένου βασιλέως, κατέστησε πρεσβευτὰς τοὺς περὶ Γάιον Ποπίλιον, [3] τόν τε πόλεμον λύσοντας καὶ καθόλου θεασομένους τὴν τῶν πραγμάτων διάθεσιν ποία τις ἐστίν. [4] καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.

  [1] II. Bellum Persicum ὅτι παραγενομένων πρὸ τοῦ χειμῶνος τῶν περὶ τὸν Ἱππίαν, οὓς ἀπεστάλκει πρεσβευτὰς ὁ Περσεὺς πρὸς Γένθιον ὑπὲρ τῆς συμμαχίας, [2] καὶ διασαφούντων ὅτι πρόθυμος ὁ βασιλεύς ἐστιν ἀναδέχεσθαι τὸν πρὸς Ῥωμαίους πόλεμον, ἐὰν αὐτῷ δοθῇ τριακόσια τάλαντα καὶ πίστεις αἱ προσήκουσαι περὶ τῶν ὅλων, [3] πυθόμενος ταῦτα καὶ κρίνων ἀναγκαίαν εἶναι τὴν Γενθίου κοινοπραγίαν προεχειρίσατο Πάνταυχον, ἕνα τῶν πρώτων φίλων, [4] καὶ τοῦτον ἐξαπέστειλε, δοὺς ἐντολὰς πρῶτον μὲν ὁμολογήσαντα περὶ τῶν χρημάτων ὅρκους καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ τῆς συμμαχίας, εἶτα τοὺς ὁμήρους ἐξ αὐτῆς κἀκεῖνον πέμπειν, οὓς ἂν δοκῇ Πανταύχῳ, καὶ παρ᾽ αὐτοῦ λαμβάνειν οὓς ἂν ἀποφήνῃ Γένθιος διὰ τῶν ἐγγράπτων, πρὸς δὲ τούτοις διατάξασθαι περὶ τῆς κομιδῆς τῶν τριακοσίων ταλάντων. [5] ὁ δὲ Πάνταυχος ἐξ αὐτῆς ποιησάμενος τὴν ὁρμὴν καὶ παραγενόμενος εἰς Μετέωνα τῆς Λαβεάτιδος κἀνταῦθα συμμίξας τῷ Γενθίῳ ταχέως παρεστήσατο τὸν νεανίσκον πρὸς τὸ κοινωνεῖν τῷ Περσεῖ τῶν αὐτῶν ἐλπίδων. [6] τμηθέντων δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ καταγραφέντων, εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους ἔπεμπε τοὺς ὑπὸ τοῦ Πανταύχου καταγραφέντας καὶ σὺν τούτοις Ὀλυμπίωνα παραληψόμενον τοὺς ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν ἐπιμέλειαν. [7] σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυχος τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας. [8] τούτου γὰρ γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων εἰς τὸν πόλεμον, τελέως εὐκαταγωνίστους ἐσομένους ἀπέφαινε τ�
�ὺς Ῥωμαίους. [9] ὁ δὲ πεισθεὶς τοῖς παρακαλουμένοις καὶ προχειρισάμενος Παρμενίωνα καὶ Μόρκον ἐξαπέστειλε, δοὺς ἐντολάς, ὅταν λάβωσιν τοὺς ὅρκους παρὰ τοῦ Περσέως καὶ τοὺς ὁμήρους, καὶ περὶ τῶν χρημάτων γένηται σύμφωνον, πρεσβεύειν εἰς τὴν Ῥόδον.

  [1] οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν: ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκεν καὶ παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς παρασκευαῖς, ἀλλ᾽ ἕτοιμον ὄντα προκαταλαμβάνειν καὶ τόπους καὶ πόλεις καὶ συμμάχους: μάλιστα δ᾽ αὐτὸν ἠξίου παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν μάχην: [2] τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι δι᾽ αὐτοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ πεμπομένων. [3] ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ γῆν καὶ κατὰ θάλατταν παρασκευάς. [4] ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ Δῖον, [5] καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων: πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥοπῆς. [6] ἔπειτα δὲ τοὺς ὁμήρους παρελάμβανε καὶ παρεδίδου τοὺς ἑαυτοῦ τοῖς περὶ Ὀλυμπίωνα. ὧν ἦσαν ἐπιφανέστατοι Λιμναῖος ὁ Πολεμοκράτους καὶ Βάλακρος ὁ Πανταύχου. [7] μετὰ δὲ ταῦτα τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν, ὡς ἐκεῖ παραληψομένους, τοὺς δὲ πρεσβευτὰς τοὺς εἰς τὴν Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον, συντάξας ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν. ἔπεισε δὲ καὶ τοὺς Ῥοδίους συνεμβαίνειν εἰς τὸν πόλεμον. [8] ταῦτα δὲ διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς τὸν Εὐμένη, καὶ πρότερον ἤδη διαπεσταλμένον, Τηλέμναστον δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον, [9] μὴ παρορᾶν τὸν καιρὸν μηδ᾽ ὑπολαμβάνειν πρὸς αὐτὸν μόνον ἀνήκειν τὴν ὑπερηφανίαν καὶ τὴν βαρύτητα τῶν Ῥωμαίων, [10] σαφῶς δὲ γινώσκειν ὡς ἐὰν μὴ καὶ νῦν αὐτὸς συνεπιλαμβάνηται, μάλιστα μὲν διαλύων τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν, ταχέως πεῖραν λήψεται τῆς αὐτῆς ἑαυτῷ τύχης. —

  [1] ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν: τό τε γὰρ γράφειν κατὰ μέρος ὑπὲρ τοιούτων ἀκριβολογούμενον ἃ δι᾽ ἀπορρήτων πρὸς αὑτοὺς οἱ βασιλεῖς ἔπραττον εὐεπίληπτον ἐφαίνετο καὶ τελέως ἐπισφαλές, [2] τό τε παρασιωπῆσαι πάλιν ὁλοσχερῶς τὸ δοκοῦν πραγματικώτατον ἐν τῷ πολέμῳ τούτῳ γεγονέναι, καὶ δι᾽ οὗ πολλὰ τῶν ὕστερον ἀπορουμένων γνωρίμους ἔσχε τὰς αἰτίας, τελέως τινὸς ἀργίας ἐδόκει μοι σημεῖον εἶναι καὶ τῆς πάσης ἀτολμίας: [3] οὐ μὴν ἀλλὰ κατηνέχθην ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς τὸ δοκοῦν, καὶ δι᾽ ὧν εἰκότων καὶ σημείων ἐπὶ ταύτης ἐγενόμην τῆς γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς καιροὺς καὶ μᾶλλον ἑτέρων ἐκπληττόμενος ἕκαστα τῶν γενομένων.

  [1] ὅτι μὲν οὖν Κύδας ὁ Κρὴς στρατευόμενος παρ᾽ Εὐμένει καὶ τιμώμενος ὡς ἔνι μάλιστα, πρῶτον μὲν πρὸς Ἀμφίπολιν παραγενόμενος Χειμάρῳ, τινὶ τῶν σὺν Περσεῖ στρατευομένων Κρητῶν, καὶ πάλιν πρὸς Δημητριάδι συνεγγίσας τῷ τείχει *** ἐκοινολογεῖτο τὸ μὲν πρῶτον Μενεκράτει, τὸ δὲ δεύτερον Ἀντιμάχῳ, * [2] ** εἴρηται: καὶ μὴν ὅτι δὶς Ἡροφῶν *** ἐπρέσβευσε πρὸς Εὐμένη παρὰ Περσέως, καὶ διὰ τοῦτο Ῥωμαίων οἱ πλείους ὑποψίαν ἔσχον οὐκ ἀπίθανον περὶ τοῦ βασιλέως Εὐμένους, δῆλον ἐκ τῶν περὶ Ἄτταλον συμβάντων: [3] τῷ μὲν γὰρ συνεχώρησαν καὶ παραγενέσθαι πρὸς σφᾶς εἰς τὴν Ῥώμην ἐκ τοῦ Βρεντεσίου καὶ χρηματίσαι περὶ ὧν προῃρεῖτο, καὶ τέλος ἀποκρίσεις δόντες αὐτῷ φιλανθρώπους ἀπέστειλαν, οὐδὲν οὔτε πρότερον οὔτε κατὰ τὸν πρὸς Περσέα πόλεμον ἀξιόλογον αὐτοῖς συνηργηκότα: [4] τὸν Εὐμένη δὲ τὰς μεγίστας χρείας σφίσι παρεσχημένον καὶ πλεῖστα συνηργηκότ᾽ ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν πρὸς Περσέα πόλεμον οὐ μόνον τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου χειμῶνος ὄντος ἐν ἡμέραις τακταῖς ἐκχωρεῖν ἐξ Ἰταλίας. [5] ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιπλοκὴ τῷ Περσεῖ πρὸς τὸν Εὐμένη, δι᾽ ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων: [6] τίς δ᾽

  [1] αὕτη καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν. ὅτι μὲν οὖν Εὐμένης οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι τῷ πολέμῳ καὶ γενέσθαι κύριον τῶν ὅλων, εὐχερὲς καταμαθεῖν: [2] χωρὶς γὰρ τῆς πατρικῆς ἀλλοτριότητος καὶ δυσμενείας, ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν ἐν αὐτοῖς: [3] λοιπὸν ἦν ἐξαπατᾶν καὶ στρατηγεῖν ἀλλήλους δι᾽ ἀπορρήτων: ὅπερ ἐποίουν ἀμφότεροι. [4] θεωρῶν γὰρ Εὐμένης δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν Περσέα πανταχόθεν καὶ πᾶν τὸ παραγγελλόμενον ἐπιδεχόμενον χάριν τοῦ τὸ�
� πόλεμον διαλύσασθαι καὶ διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς καθ᾽ ἕκαστον ἔτος, [5] τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσχρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν, [6] ὑπέλαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκαταβῆναι Ῥωμαίους εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν: [7] πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπιτηδειότατον εἶναι. [8] ταῦτα δὲ συλλογισάμενος ἐφ᾽ ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτ᾽ ἂν ὠνήσασθαι τὴν ἐλ

 

‹ Prev