Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 318
Delphi Complete Works of Polybius Page 318

by Polybius


  [1] II. Res Graeciae ὅτι Ῥόδιοι διαπεπνευκότες ἐκ τῆς περὶ αὐτοὺς γενομένης δυσχερείας ἔπεμπον εἰς τὴν Ῥώμην πρεσβευτὰς τοὺς περὶ Κλεαγόραν, [2] Κάλυνδα μὲν ἀξιώσοντας σφίσι παραχωρηθῆναι, [3] περὶ δὲ τῶν ἐχόντων ἐν τῇ Λυκίᾳ καὶ Καρίᾳ κτήσεις αἰτησομένους τὴν σύγκλητον, ἵν᾽ αὐτοῖς ἔχειν ἐξῇ, καθὰ καὶ πρότερον. [4] ἐψηφίσαντο δὲ καὶ κολοσσὸν στῆσαι τοῦ δήμου τῶν Ῥωμαίων ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τριακοντάπηχυν. —

  [1] ὅτι τῶν Καλυνδέων ἀποστάντων Καυνίων, καὶ μετὰ ταῦτα πολιορκεῖν ἐπιβαλομένων αὐτοὺς τῶν Καυνίων, τὰς μὲν ἀρχὰς ἐπεκαλέσαντο Κνιδίους οἱ Καλυνδεῖς: [2] ὧν καὶ παραπεσόντων κατὰ βοήθειαν, ἐπὶ ποσὸν ἀντεῖχον τοῖς ὑπεναντίοις, [3] ἀγωνιῶντες δὲ τὸ μέλλον πρεσβεύειν μὲν ***, ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. [4] οἱ δὲ Ῥόδιοι πέμψαντες βοήθειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τήν τε πολιορκίαν ἔλυσαν καὶ παρέλαβον τὴν πόλιν. [5] συνέβη δὲ καὶ τὴν σύγκλητον αὐτοῖς βεβαιῶσαι τὴν τῶν Καλυνδέων κτῆσιν.

  [1] III. Res Asiae ὅτι Γάιος ὁ Γάλλος, χωρὶς τῶν ἄρτι ῥηθέντων ἀλογημάτων, παραγενόμενος εἰς τὴν Ἀσίαν ἐκθέματα κατὰ τὰς πόλεις ἐξέθηκε τὰς ἐπιφανεστάτας, [2] κελεύων, εἴ τις βούλεται κατηγορεῖν Εὐμένους τοῦ βασιλέως, ἀπαντᾶν εἰς Σάρδεις ἐπίτινα χρόνον ὡρισμένον. [3] μετὰ δὲ ταῦτα παραγενηθεὶς αὐτὸς εἰς τὰς Σάρδεις, ἀποκαθίσας ἐν τῷ γυμνασίῳ περὶ δέχ᾽ ἡμέρας διήκουε τῶν κατηγορούντων, [4] πᾶσαν ἐπιδεχόμενος αἰσχρολογίαν καὶ λοιδορίαν κατὰ τοῦ βασιλέως καὶ καθόλου πᾶν ἕλκων πρᾶγμα καὶ κατηγορίαν, [5] ἅτε παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸς Εὐμένην διαφορᾷ. — [6]

  [1] ὅτι καθ᾽ ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ Εὐμένει προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλληνας προσοικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλιβομένῳ τὴν εὔνοιαν προσνεμόντων. — ὁ δὲ Ἀριαράθης ὁ βασιλεὺς Καππαδοκίας προσδεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, νομίσας ἐκ τῶν ἀποκρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν αὑτῷ νῦν, ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς θεοῖς χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία. [2] μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ τὸν Λυσίαν εἰς τὴν Ἀντιόχειαν, σπουδάζων ἀνακομίσασθαι τὰ τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ. [3] τὸ μὲν οὖν ἐγκαλεῖν ὑπὲρ τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν, οὐ βουλόμενος ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα μὴ διαψευσθῇ τῆς προθέσεως, καίπερ βαρέως φέρων τὸ γεγονός: ἀξιωματικὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε τοὺς πρέσβεις. [4] τῶν δὲ περὶ τὸν Λυσίαν συγχωρησάντων, καὶ τῶν ὀστῶν ἀνακομισθέντων ὡς αὐτόν, ἀποδεξάμενος μεγαλομερῶς τὴν παρουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν τοῦ πατρὸς τάφον κηδεμονικῶς. —

  [1] ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ. [2] ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι δι᾽ αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλ᾽ ἐκ χειρὸς ᾨκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην. [3] ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς

  [1] ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε. [4] μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, [5] βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον, [6] ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς. [7] οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς, [8] εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως: κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων. — ὅτι κατὰ τὴν Συρίαν Ἀντίοχος ὁ βασιλεὺς βουλόμενος εὐπορῆσαι χρημάτων προέθετο στρατεύειν ἐπὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυμαΐδα. [2] παραγενόμενος δ᾽ ἐπὶ τοὺς τόπους καὶ διαψευσθεὶς τῆς ἐλπίδος διὰ τὸ μὴ συγχωρεῖν τῇ παρανομίᾳ τοὺς βαρβάρους τοὺς οἰκοῦντας περὶ τὸν τόπον, [3] ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος ἐξέλιπε τὸν βίον, [4] δαιμονήσας, ὡς ἔνιοί φασι, διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ προειρημένον ἱερὸν παρανομίαν.

  [1] B. Olymp. 154, 2. I. Res Italiae ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολεμαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, ἀθετεῖν βουλόμενος τὸν γεγονότα μερισμὸν αὐτῷ πρὸς τὸν ἀδελφόν, [2] φάσκων οὐχ ἑκών, ἀλλὰ κατ᾽ ἀνάγκην τῷ
καιρῷ περιληφθεὶς πεποιηκέναι τὸ προσταττόμενον. [3] καὶ παρεκάλει τὴν σύγκλητον μερίσαι τὴν Κύπρον αὑτῷ: καὶ γὰρ τούτου γενομένου καταδεεστέραν ἕξειν μερίδα τἀδελφοῦ παρὰ πολύ. [4] τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ νεώτερος καὶ τὸ πνεῦμα δι᾽ αὐτοὺς ἔχοι: τοιαύτην γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ προσκοπήν: [5] διὸ καὶ παρ᾽ ἐλπίδα καὶ παραδόξως δεδομένων αὐτῷ τῶν κατὰ Κυρήνην πραγμάτων ἀσμένως δέξαιτο, καὶ σφαγίων τμηθέντων καὶ λάβοι τοὺς ὅρκους παρὰ τἀδελφοῦ καὶ δοίη περὶ τούτου: [6] τοῦ δὲ Πτολεμαίου πᾶσι τούτοις ἀντιλέγοντος, ἡ σύγκλητος, ἅμα μὲν ὁρῶσα τὸν μερισμὸν *** γεγονότα τελέως, ἅμα δὲ βουλομένη διελεῖν τὴν βασιλείαν πραγματικῶς, αὐτῶν αἰτίων γενομένων τῆς διαιρέσεως, συγκατέθετο τοῖς ὑπὸ τοῦ νεωτέρου παρακαλουμένοις ἐπὶ τῷ σφετέρῳ συμφέροντι. [7] πολὺ γὰρ ἤδη τοῦτο τὸ γένος ἐστὶ τῶν διαβουλίων παρὰ Ῥωμαίοις, ἐν οἷς διὰ τῆς τῶν πέλας ἀγνοίας αὔξουσι καὶ κατασκευάζονται τὴν ἰδίαν ἀρχὴν πραγματικῶς, ἅμα χαριζόμενοι καὶ δοκοῦντες εὐεργετεῖν τοὺς ἁμαρτάνοντας. [8] διὸ καὶ καθορῶντες τὸ μέγεθος τῆς ἐν Αἰγύπτῳ δυναστείας καὶ δεδιότες, ἄν ποτε τύχῃ προστάτου, μὴ μεῖζον φρονήσῃ τοῦ καθήκοντος, [9] κατέστησαν πρεσβευτὰς Τίτον Τορκουᾶτον καὶ Γνάιον Μερόλαν τοὺς κατάξοντας ἐπὶ τὴν Κύπρον τὸν Πτολεμαῖον καὶ τελειώσοντας ἅμα τὴν ἐκείνων καὶ τὴν αὑτῶν πρόθεσιν. [10] καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν, δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατασκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου. —

  [1] ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης τῆς περὶ τὸν Γνάιον περιπετείας, [2] ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς διαθεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς πράξεως τοὺς τοῦ βασιλέως φίλους, [3] ἡ μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλομένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδ᾽ ἐκτίθεσθαι καθόλου τὴν αὑτῆς γνώμην, [4] ὁ δὲ Δημήτριος πτοηθεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον καὶ προσανέφερεν διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ συγκλήτῳ περὶ τῶν καθ᾽ αὑτόν. [5] ὁ δὲ παρεκάλει μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἀλλ᾽ ἐν ἑαυτῷ τὰς ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον: πολλὰς γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς. [6] ὁ δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετ᾽ ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολλωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν. [7] ὁ δὲ προειρημένος, ἄκακος ὢν καὶ κομιδῇ νέος, συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου: πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρησεν, τῆς γ᾽ ὁμηρείας αὐτὸν ἀπολύσειν: [8] ἄτοπον γὰρ εἶναι τελέως, Ἀντιόχου τοῦ παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν, Δημήτριον ὁμηρεύειν ὑπὲρ αὐτοῦ. [9] τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προειρημένος καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν ἀνάγκης αὑτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν Ἀντιόχῳ συγκατασκευάζειν. [10] καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν αὐτοῦ διαλεχθέντος, ἔμεινεν ἡ σύγκλητος ἐπὶ τῆς αὐτῆς αἱρέσεως ὅπερ εἰκὸς ἦν. [11] καὶ γὰρ πρότερον οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινεν τὴν ἀρχὴν τῷ παιδὶ συνδιαφυλάττειν, ἀλλὰ διὰ τὸ συμφέρειν τοῖς σφετέροις πράγμασιν, [12] μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς διαθέσεως μένειν εἰκὸς ἦν καὶ τὴν τῆς συγκλήτου διάληψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως.

  [1] πλὴν ὅ γε Δημήτριος μάτην ἐξᾴσας τὸ κύκνειον καὶ γνοὺς ὅτι καλῶς αὐτῷ συνεβούλευεν ὁ Πολύβιος μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, [2] μεταμεληθεὶς ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ καὶ φύσει μεγαλόφρων ὑπάρχων καὶ τόλμαν ἱκανὴν ἔχων πρὸς τὸ κριθέν, εὐθέως ἐκάλει Διόδωρον προσφάτως ἐκ τῆς Συρίας παραγεγονότα καὶ μετεδίδου περὶ τῶν καθ᾽ αὑτόν. [3] ὁ δὲ Διόδωρος τροφεὺς μὲν ἐγεγόνει τοῦ Δημητρίου, πανοῦργος δ᾽ ὢν καὶ κατωπτευκὼς ἐπιμελῶς τὰ κατὰ τὴν Συρίαν ὑπεδείκνυεν αὐτῷ, [4] διότι τῶν μὲν ἐκεῖ τεταραγμένων διὰ τὸν Γναΐου φόνον, καὶ διαπιστούντων τῶν μὲν πολλῶν τοῖς περὶ τὸν Λυσίαν, τῶν δὲ περὶ τὸν Λυσίαν τοῖς πολλοῖς, τῆς δὲ συγκλήτου πεπεισμένης ἐκ τῶν τοῦ βασιλέως φίλων γεγονέναι τὴν εἰς τοὺς σφετέρους πρεσβευτὰς παρανομίαν, κάλλιστον εἶναι καιρὸν ἐπιφανῆναι τοῖς πράγμασιν: [5] ταχέως γὰρ τοὺς μὲν ἐκεῖ μεταρρίψειν τὴν βασιλείαν εἰς αὐτόν, κἂν ὅλως μετὰ παιδὸς ἑνὸς ποιήσηται τὴν παρουσίαν, τὴν δὲ σύγκλητον οὐ τολμήσειν ἔτι βοηθεῖν οὐδὲ συνεπισχύειν τοῖς περὶ τὸν Λυσίαν τοιαῦτα διεργασαμένοις. [6] λοιπὸν εἶναι τὸ λαθεῖν ἐκ τῆς Ῥώμης ἀπελθόντας, καὶ μηδένα λαβεῖν ἔννοιαν τῆς ἐπιβολῆς αὐτοῦ. [7] δοξάντων δὲ τούτων μετεπέμπετο τὸν Πολύβιον καὶ δηλώσας τὰ δεδογμένα παρεκάλει συνεπιλαβέσθαι τῆς ἐπιβολῆς καὶ συνδιανοηθῆναι πῶς ἂν χειρισθείη τὰ κατὰ τὸν δρασμόν. [8] συνέβαινε δὲ κατὰ τὸν �
�αιρὸν τοῦτον Μένυλλον μὲν τὸν Ἀλαβανδέα παρεῖναι πρεσβεύοντα παρὰ τοῦ πρεσβυτέρου βασιλέως Πτολεμαίου χάριν τοῦ συγκαταστῆναι καὶ δικαιολογηθῆναι πρὸς τὸν νεώτερον Πτολεμαῖον: ἐτύγχανε δὲ προϋπάρχουσα τῷ Πολυβίῳ πρὸς τὸν Μένυλλον ἰσχυρὰ συνήθεια καὶ πίστις. [9] διὸ καὶ νομίσας αὐτὸν ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν συνέστησε τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλοτιμίας. [10] ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς ἀνεδέξατο τήν τε ναῦν ἑτοιμάσαι καὶ τἄλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν. [11] οὗτος μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν Καρχηδονίαν ναῦν ἱεραγωγόν, ταύτην ἐναυλώσατο: [12] συμβαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατ᾽ ἐκλογὴν ἐκ τῆς Καρχηδόνος, ἐφ᾽ οἷς εἰς τὴν Τύρον ἐκπέμπουσιν οἱ Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς: ἐναυλοῦτο δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν. [13] διὸ καὶ τήν τε τῶν ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως ἐποιεῖτο καὶ φανερῶς ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς.

 

‹ Prev