Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 325
Delphi Complete Works of Polybius Page 325

by Polybius


  [1] C. Olymp. 156, 3. I. Res Italiae ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἐν τῇ Ῥώμῃ τῶν ἐκ τῆς Ἀχαΐας πρεσβευτῶν εἰσελθόντων εἰς τὴν σύγκλητον περὶ τῶν ἀνακεκλημένων, ἔδοξε τῷ συνεδρίῳ μένειν ἐπὶ τῶν ὑποκειμένων. — ὅτι ὁ Ἡρακλείδης ἔτι τῆς θερείας ἀκμαζούσης παρῆν εἰς τὴν Ῥώμην ἄγων τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον. [2] ποιούμενος δὲ τὴν παρεπιδημίαν μετὰ τερατείας ἅμα καὶ κακουργίας ἐνεχρόνιζε, κατασκευαζόμενος τὰ περὶ τὴν σύγκλητον. —

  [1] καὶ Ἀστυμήδης ὁ Ῥόδιος, [3] πρεσβευτὴς ἅμα καὶ ναύαρχος καθεσταμένος, παρελθὼν ἐξ αὐτῆς εἰς τὴν σύγκλητον διελέγετο περὶ τοῦ πολέμου τοῦ πρὸς Κρηταιεῖς. [4] ἡ δὲ σύγκλητος προσέχουσα τὸν νοῦν ἐπιμελῶς παραχρῆμα πρεσβευτὰς ἐξαπέστειλε τοὺς περὶ Κόιντον λύσοντας τὸν πόλεμον. II. Bellum Rhodiorum Cum Cretensibus ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ Κρηταιεῖς πρεσβευτὰς ἀπέστειλαν πρὸς Ἀχαιοὺς ὑπὲρ βοηθείας τοὺς περὶ Ἀντιφάταν Τηλεμνάστου Γορτύνιον, παραπλησίως δὲ καὶ Ῥόδιοι τοὺς περὶ Θευφάνην. [2] οὔσης δὲ τῆς συνόδου τῶν Ἀχαιῶν ἐν Κορίνθῳ, καὶ διαλεγομένων τῶν πρεσβευτῶν ἑκατέρων ὑπὲρ τῆς βοηθείας, ἔρρεπον ταῖς γνώμαις οἱ πολλοὶ μᾶλλον ἐπὶ τοὺς Ῥοδίους, [3] ἐντρεπόμενοι καὶ τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν ὅλην αἵρεσιν τῆς πολιτείας καὶ τῶν ἀνδρῶν. [4] εἰς ἃ βλέπων Ἀντιφάτας ἐβουλήθη πάλιν ἐπεισελθεῖν, τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος ἐχρήσατο λόγοις βαρυτέροις ἢ κατὰ Κρῆτα καὶ σπουδαιοτέροις: [5] καὶ γὰρ ἦν ὁ νεανίσκος οὐδαμῶς Κρητικός, ἀλλὰ πεφευγὼς τὴν Κρητικὴν ἀναγωγίαν. [6] διὸ καὶ συνέβαινε τοὺς Ἀχαιοὺς ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ καὶ μᾶλλον ἔτι διὰ τὸ τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον μετὰ πεντακοσίων Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι τὸν πρὸς Νάβιν πόλεμον εὐγενῶς αὐτοῖς. [7] πλὴν διακούσαντες οὐδὲν ἧττον ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς Ῥοδίοις βοηθεῖν, ἕως Καλλικράτης ὁ Λεοντήσιος ἀναστὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν οὐδενὶ χωρὶς τῆς Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν οὐδενὶ κατ᾽ οὐδενός. [8] καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ τῶν ὑποκειμένων. —

  [1] ὅτι οἱ Ῥόδιοι δυσθετούμενοι τοῖς συμβαίνουσιν εἰς παραλόγους τινὰς ἐνέπεσαν ὁρμὰς καὶ παρασκευὰς καὶ πρὸς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς πολυχρονίοις ἀρρωστίαις δυσποτμοῦσι. [2] καὶ γὰρ ἐκεῖνοι πολλάκις, ἐπειδὰν πάντα ποιοῦντες κατὰ λόγον τῆς θεραπείας καὶ πειθαρχοῦντες τοῖς ἰατροῖς μὴ δύνωνται τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς ἅψασθαι, δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται, καὶ τινὲς μὲν θύταις καὶ μάντεσι προσέχειν, ἔνιοι δὲ πάσης ἐπῳδῆς καὶ παντὸς περιάμματος πεῖραν λαμβάνειν. [3] ὃ καὶ περὶ τοὺς Ῥοδίους συνέβαινε: πάντων γὰρ αὐτοῖς παρὰ δόξαν ἀπαντωμένων, ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προσέχειν καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ προσδέχεσθαι. [4] καὶ τοῦτ᾽ ἐδόκουν πάσχειν εἰκότως: ὅταν γὰρ μηδὲν ἀνύηται τῶν κατὰ λόγον, δέῃ δὲ κατ᾽ ἀνάγκην ἐνεργεῖσθαι τὸ συνεχές, ἀπάγκη πεῖραν λαμβάνειν καὶ τῶν παρὰ λόγον. [5] διὸ καὶ Ῥόδιοι ἐμπεσόντες εἰς τοιαύτην διάθεσιν ἐποίησάν τι τῶν γινομένων καὶ ὃν ἀπεδοκίμασαν ἄρχοντα, τοῦτον πάλιν εἵλοντο ἄρχοντα, καὶ ἄλλα τινὰ παράλογα.

  [1] D. Olymp. 156, 4. I. Res Italiae ὅτι πρέσβεων διαφόρων παραγενομένων εἰς τὴν Ῥώμην ἡ σύγκλητος πρῶτον μὲν εἰσεκαλέσατο τὸν Εὐμένους τοῦ βασιλέως υἱὸν Ἄτταλον: [2] παραγεγόνει γὰρ ἔτι παῖς ὢν κατὰ τὸν καιρὸν τοῦτον εἰς Ῥώμην χάριν τοῦ τῇ τε συγκλήτῳ συσταθῆναι καὶ τὰς πατρικὰς ἀνανεώσασθαι φιλίας καὶ ξενίας. [3] οὗτος μὲν οὖν φιλανθρώπως ὑπό τε τῆς συγκλήτου καὶ τῶν πατρικῶν φίλων ἀποδεχθεὶς καὶ λαβὼν ἀποκρίσεις ἃς ἐβούλετο καὶ τιμὰς ἁρμοζούσας τῇ καθ᾽ αὑτὸν ἡλικίᾳ, μετά τινας ἡμέρας ἐπανῆλθεν εἰς τὴν οἰκείαν, [4] πασῶν αὐτὸν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐκτενῶς καὶ μεγαλοψύχως ἀποδεξαμένων κατὰ τὴν δίοδον. [5] ἧκε δὲ καὶ Δημήτριος κατὰ τὸν αὐτὸν καιρόν, τυχὼν δὲ μετρίας ἀποδοχῆς ὡς παῖς αὖθις ἀνεχώρησεν εἰς τὴν οἰκείαν. [6] ὁ δ᾽ Ἡρακλείδης κεχρονικὼς ἐν τῇ Ῥώμῃ παρῆλθεν εἰς τὴν σύγκλητον, ἔχων μεθ᾽ ἑαυτοῦ τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον. [7] πρῶτον μὲν οὖν ὁ νεανίσκος ἐποιήσατό τινας μετρίους λόγους, ἠξίου δὲ Ῥωμαίους μνησθῆναι τῆς πρὸς τὸν Ἀντίοχον τὸν αὑτοῦ πατέρα φιλίας καὶ συμμαχίας, μάλιστα δὲ συγκατασκευάζειν αὑτῷ τὴν βασιλείαν: [8] εἰ δὲ μή, συγχωρῆσαι τὴν κάθοδον καὶ μὴ κωλῦσαι τοὺς βουλομένους συμπράττειν αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς. [9] ὁ δ᾽ Ἡρακλείδης παραλαβὼν τὸν λόγον καὶ πολλήν τινα ποιησάμενος Ἀντιόχου μὲν μνείαν ἐπ᾽ ἀγαθῷ, Δημητρίου δὲ κατηγορίαν, εἰς τοῦτο κατήντησεν ὅτι δεῖ συγχωρεῖν τὴν κάθοδον τῷ τε νεανίσκῳ καὶ τῇ Λαοδίκῃ κατὰ τὸ δίκαιον, οὖσιν Ἀντιόχου τοῦ βασιλέως ἐκγόνοις κατὰ φύσιν. [10] τοῖς μὲν οὖν μετρίοις τῶν ἀνθρώπων οὐδὲν ἤρεσκε τούτων, ἀλλὰ καὶ τὴν κατασκευὴν τοῦ δράματος ἐνενόουν καὶ τὸν Ἡρακλείδην ἐβδελύττοντο προφανῶς. [11] οἱ δὲ πολλοὶ τεθεραπευμένοι ταῖς Ἡρακλείδου γοητείαις συγκατηνέχθησαν ἐπὶ τὸ γράφειν δόγμα τοιοῦτον: “ [12] Ἀλέξανδρος καὶ Λαοδίκη, βασιλέως
υἱοί, φίλου καὶ συμμάχου ἡμετέρου γεγενημένου, ἐπελθόντες ἐπὶ τὴν σύγκλητον λόγους ἐποιήσαντο: [13] ἡ δὲ σύγκλητος αὐτοῖς ἐξουσίαν ἔδωκεν ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταπορεύεσθαι, καὶ βοηθεῖν αὐτοῖς, ὡς ἠξίουν, ἔδοξεν. [14] “ ὁ δ᾽ Ἡρακλείδης ἐπιλαβόμενος τῆς ἀφορμῆς ταύτης εὐθέως ἐξενολόγει καὶ προσεκαλεῖτο τῶν ἐπιφανῶν ἀνδρῶν *** ἀφικόμενος δ᾽ εἰς τὴν Ἔφεσον ἐγίνετο περὶ τὴν παρασκευὴν τῆς προκειμένης ἐπιβολῆς.

  [1] II. Res Syriae καὶ Δημήτριον δέ φησι, τὸν ἐκ τῆς Ῥώμη ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ βασιλεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι. E. Fragmenta Incertae Sedis ὅτι ὅταν ἅπαξ οἱ πολλοὶ σχῶσιν ὁρμὴν πρὸς τὸ φιλεῖν ἢ μισεῖν τινας ὑπερβαλλόντως, πᾶσα πρόφασις ἱκανὴ γίνεται πρὸς τὸ συντελεῖν τὰς αὑτῶν προθέσεις. — ἀλλὰ γὰρ ὀκνῶ μή ποτ᾽ εἰς τὸ περιφερόμενον ἐμπεσὼν λάθω, πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστερος ἢ ὁ τὸ κόσκινον ὑπέχων: δοκῶ γὰρ δὴ κἀγὼ πρὸς ὁμολογουμένην ψευδολογίαν ἀκριβολογούμενος καὶ τὸν ἐπιμετροῦντα λόγον εἰσφέρων παραπλήσιόν τι ποιεῖν. [2] διὸ καὶ μάτην τελέως περὶ τούτων λέγειν, εἰ μή τις καὶ γράφειν ἐνύπνια βούλεται καὶ θεωρεῖν ἐγρηγορότος ἐνύπνια.

  BOOK 34

  [1] A. Fragmenta Graeca. I. Generalia Nonnulla. De Argumento Huius Libri οἱ δ᾽ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, [2] καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος. — [3]

  [1] Πολύβιος ... φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον, κάλλιστα δ᾽ Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων, [4] συγγενειῶν, μεταναστάσεων, ἀρχηγετῶν, ἡμεῖς δέ, φησί, τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως τόπων καὶ διαστημάτων: [5] τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίᾳ. [6] ἀλλὰ μὴν σύγε, ὦ Πολύβιε, ὁ τὰς λαοδογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς * καὶ διδοῖς εὐθύνας τὰς μὲν Ποσειδωνίῳ, τὰς δ᾽ Ἀρτεμιδώρῳ, τὰς δ᾽ ἄλλοις πλείοσι. — [7] Πολύβιος οὖν ὁ ἱστοριογράφος πεπραγμάτευται βιβλίον, ὃ ἐπιγραφὴν ἔχει “περὶ τῆς ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεως”. αὕτη δέ ἐστιν ἐν μέσῃ τῇ διακεκαυμένῃ ζώνῃ. [8] καί φησιν οἰκεῖσθαι τοὺς τόπους καὶ εὐκρατοτέραν ἔχειν τὴν οἴκησιν τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης ζώνης κατοικούντων. καὶ ἃ μὲν ἱστορίας φέρει τῶν κατωπτευκότων τὰς οἰκήσεις καὶ ἐπιμαρτυρούντων τοῖς φαινομένοις, ἃ δὲ ἐπιλογίζεται ἐπὶ τῆς φυσικῆς περὶ τὸν ἥλιον ὑπαρχούσης κινήσεως. [9] ὁ γὰρ ἥλιος περὶ μὲν τοὺς τροπικοὺς κύκλους πολὺν ἐπιμένει χρόνον κατά τε τὴν πρόσοδον τὴν πρὸς αὐτοὺς καὶ τὴν ἀποχώρησιν, ὥστε σχεδὸν ἐφ᾽ ἡμέρας τετταράκοντα μένει πρὸς αἴσθησιν ἐπὶ τῶν τροπικῶν κύκλων. [10] [δι᾽ ἣν αἰτίαν καὶ τὰ μεγέθη τῶν ἡμερῶν σχεδὸν ἐφ᾽ ἡμέρας μ# τὰ αὐτὰ διαμένει.] ὅθεν ἐπιμονῆς γινομένης πρὸς τὰς οἰκήσεις τὰς κειμένας ὑπὸ τοὺς τροπικοὺς ἀνάγκη ἐκπυροῦσθαι τὴν οἴκησιν καὶ ἀοίκητον γίνεσθαι διὰ τὴν τοῦ καύματος ὑπερβολήν. [11] ἀπὸ δὲ τοῦ ἰσημερινοῦ κύκλου ταχείας συμβαίνει τὰς ἀποχωρήσεις γίνεσθαι. [ὅθεν καὶ τὰ μεγέθη τῶν ἡμερῶν περὶ τὰς ἰσημερίας μεγάλας λαμβάνει τὰς παραυξήσεις.] εὔλογον οὖν καὶ τὰς ὑπὸ τὸν ἰσημερινὸν κειμένας οἰκήσεις εὐκρατοτέρας ὑπάρχειν, ἐπιμονῆς μὲν οὐ γινομένης ἐπὶ τοῦ κατὰ κορυφὴν σημείου, ταχέως δὲ ἀποχωροῦντος τοῦ ἡλίου. [12] πάντες γὰρ οἱ μεταξὺ τῶν τροπικῶν κύκλων οἰκοῦντες παρὰ τὴν πάροδον ὁμοίως κεῖνται τοῦ ἡλίου: πλείονας δὲ χρόνους ἐπιμένει τοῖς περὶ τοὺς τροπικοὺς οἰκοῦσι. [13] δι᾽ ἣν αἰτίαν εὐκρατοτέρας εἶναι συμβέβηκε τὰς ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεις, αἵτινες κεῖνται ἐν μέσῃ τῇ διακεκαυμένῃ ζώνῃ, τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης οἰκήσεων, αἵτινες ὑπὸ τοὺς τροπικοὺς κύκλους κεῖνται. — Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ, [14] δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν καὶ δύο τὰς μεταξὺ τούτων καὶ τοῦ ἰσημερινοῦ. — ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ, [15] τὸ ποιεῖν τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς, δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν τροπικῶν. — εἰ δ᾽, [16] ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστιν εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ — προστίθησι δ᾽ οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί: διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων — πολὺ κρεῖττον τρίτην εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν. — ἐνίσταται δ᾽ ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, [17] διότι φησὶ τὴν ὑπὸ τῷ ἰσημερινῷ οἴκησιν ὑψηλοτάτην. — [18] περὶ δὲ τοῦ ἀριθμοῦ αὐτῶν πολλὴ διαφωνία τοῖς μετ᾽ αὐτὸν γέγονεν: οἱ μὲν γὰρ ἓξ αὐτὰς εἶπον, ὡς Πολύβιος καὶ Ποσειδώνιος, τὴν διακεκαυμένην εἰς δύο διαιροῦντες. II. De Ulixis Navigatione, Prope Siciliam Praesertim ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν τερατολογίαν οὐχ Ὁμηρικόν. [2] προσπίπτει γάρ, ὡς εἰκός, ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι τι καὶ αὐτῶν τῶν ἀληθινῶν: [3] ὅπερ καὶ Πολύβιός φησι περὶ τῆς Ὀδυσσέως π
λάνης ἐπιχειρῶν. — [4]

 

‹ Prev