by Polybius
[1] ἐκ δὲ τῆς Ἀπολλωνίας εἰς Μακεδονίαν ἡ Ἐγνατία ἐστὶν ὁδὸς πρὸς ἕω, βεβηματισμένη κατὰ μίλιον καὶ κατεστηλωμένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ: μιλίων δ᾽ ἐστὶ πεντακοσίων τριάκοντα πέντε. [3] λογιζομένῳ δέ, ὡς μὲν οἱ πολλοί, τὸ μίλιον ὀκταστάδιον τετρακισχίλιοι ἂν εἶεν στάδιοι καὶ ἐπ᾽ αὐτοῖς διακόσιοι ὀγδοήκοντα, [4] ὡς δὲ Πολύβιος, προστιθεὶς τῷ ὀκτασταδίῳ δίπλεθρον, ὅ ἐστι τρίτον σταδίου, προσθετέον ἄλλους σταδίους ἑκατὸν ἑβδομήκοντα ὀκτώ, τὸ τρίτον τοῦ τῶν μιλίων ἀριθμοῦ. [5] συμβαίνει δ᾽ ἀπὸ ἴσου διαστήματος συμπίπτειν εἰς τὴν αὐτὴν ὁδὸν τούς τ᾽ ἐκ τῆς Ἀπολλωνίας ὁρμηθέντας καὶ τοὺς ἐξ Ἐπιδάμνου. [6] ἡ μὲν οὖν πᾶσα Ἐγνατία καλεῖται, ἡ δὲ πρώτη ἐπὶ Κανδαουίας λέγεται, ὄρους Ἰλλυρικοῦ, διὰ Λυχνιδοῦ πόλεως καὶ Πυλῶνος, τόπου ὁρίζοντος ἐν τῇ ὁδῷ τήν τε Ἰλλυρίδα καὶ τὴν Μακεδονίαν. [7] ἐκεῖθεν δ᾽ ἐστὶ παρὰ Βαρνοῦντα διὰ Ἡρακλείας καὶ Λυγκηστῶν καὶ Ἐορδῶν εἰς Ἔδεσσαν καὶ Πέλλαν μέχρι Θεσσαλονικείας: [8] μίλια δ᾽ ἐστί, φησὶ Πολύβιος, ταῦτα διακόσια ἑξήκοντα ἑπτά. — [9] ὅτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι τριάκοντα, ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν Ἀρτεμίδωρος, τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ἰονίου κόλπου τοῦ κατὰ Ἀπολλωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι: προστίθησι δ᾽ ὁ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα, [10] τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ μιλίου σταδίοις. [11] ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων σταδίων, ὡς Πολύβιος. — [12] Πολυβίου δ᾽ εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους, εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως ... κατ᾽ ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ τοῦ Ἴστρου ἐπὶ Μαλέας ἑξακισχιλίων πεντακοσίων. αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν ἀλλὰ τὴν τυχοῦσαν, ἣν ἐπορεύθη τῶν στρατηγῶν τις. IX. De Asia τὰ δ᾽ ἐπ᾽ εὐθείας τούτοις μέχρι τῆς Ἰνδικῆς τὰ αὐτὰ κεῖται καὶ παρὰ τῷ Ἀρτεμιδώρῳ, ἅπερ καὶ παρὰ τῷ Ἐρατοσθένει. λέγει δὲ καὶ Πολύβιος περὶ τῶν ἐκεῖ μάλιστα δεῖν πιστεύειν ἐκείνῳ. X. De Alexandria, Aegypti Urbe ὁ γοῦν Πολύβιος γεγονὼς ἐν τῇ πόλει βδελύττεται [2] τὴν τότε κατάστασιν καί φησι τρία γένη τὴν πόλιν οἰκεῖν, τό τε Αἰγύπτιον καὶ ἐπιχώριον φῦλον, ὀξὺ καὶ πολιτικόν, [3] καὶ τὸ μισθοφορικόν, βαρὺ καὶ πολὺ καὶ ἀνάγωγον: ἐξ ἔθους γὰρ παλαιοῦ ξένους ἔτρεφον τοὺς τὰ ὅπλα ἔχοντας, ἄρχειν μᾶλλον ἢ ἄρχεσθαι δεδιδαγμένους διὰ τὴν τῶν βασιλέων οὐδένειαν. [4] τρίτον δ᾽ ἦν γένος τὸ τῶν Ἀλεξανδρέων, οὐδ᾽ αὐτὸ εὐκρινῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖττον δ᾽ ἐκείνων ὅμως: [5] καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως ἀνέκαθεν ἦσαν καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων ἔθους. ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους, [6] μάλιστα ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθ᾽ ὃν ἧκεν εἰς τὴν Ἀλεξάνδρειαν ὁ Πολύβιος — [7] καταστασιαζόμενος γὰρ ὁ Φύσκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ διέφθειρε — [8] , τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει, λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ
[1] Αἴγυπτόνδ᾽ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε.
BOOK 35
[1] A. Olymp. 157, 1. Bellum Celtibericum πύρινος πόλεμος, ὁ Ῥωμαίων πρὸς τοὺς Κελτίβηρας συσταθείς. θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε συνέχειαν τῶν ἀγώνων. [2] τοὺς γὰρ κατὰ τὴν Ἑλλάδα πολέμους καὶ τοὺς κατὰ τὴν Ἀσίαν ὡς ἐπίπαν μία μάχη κρίνει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμπτωσιν τῆς δυνάμεως: [3] κατὰ δὲ τοῦτον τὸν πόλεμον τἀναντία συνέβαινε τοῖς προειρημένοις. [4] τοὺς μὲν γὰρ κινδύνους ὡς ἐπίπαν ἡ νὺξ διέλυε, τῶν ἀνδρῶν οὔτ᾽ εἴκειν ταῖς ψυχαῖς οὔτε παρακαθιέναι τοῖς σώμασι βουλομένων διὰ τὸν κόπον, ἀλλ᾽ ἐξ ὑποστροφῆς καὶ μεταμελείας αὖθις ἄλλας ἀρχὰς ποιουμένων. [5] τόν γε μὴν ὅλον πόλεμον καὶ τὴν συνέχειαν τῶν ἐκ παρατάξεως διακρίσεων ὁ χειμὼν ἐπὶ ποσὸν διεῖργε. [6] καθόλου γάρ, εἴ τις διανοηθείη πύρινον πόλεμον, οὐκ ἂν ἕτερον ἢ τοῦτον νοήσειε. —
[1] ὅτι ἐπειδὴ οἱ Κελτίβηρες ἀνοχὰς ποιησάμενοι πρὸς Μάρκον Κλαύδιον τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξαπέστειλαν τὰς πρεσβείας εἰς τὴν Ῥώμην, οὗτοι μὲν τὴν ἡσυχίαν ἦγον, καραδοκοῦντες τὴν ἀπόφασιν τῆς συγκλήτου, [2] Μάρκος δὲ στρατεύσας εἰς τοὺς Λυσιτανοὺς καὶ τὴν Νερκόβρικα πόλιν κατὰ κράτος ἑλὼν ἐν Κορδύβᾳ τὴν παραχειμασίαν ἐποιεῖτο. [3] τῶν δὲ πρέσβεων εἰς τὴν Ῥώμην παραγενομένων, τοὺς μὲν παρὰ τῶν Βελλῶν καὶ Τίττων, ὅσοι τὰ Ῥωμαίων ᾑροῦντο, παρεδέξαντο πάντας εἰς τὴν πόλιν, [4] τοὺς δὲ παρὰ τῶν Ἀραυακῶν πέραν τοῦ Τιβέρεως ἐκέλευσαν κατασκηνοῦν διὰ τὸ πολεμίους ὑπάρχειν, ἕως βουλεύσωνται περὶ τῶν ὅλων. [5] γενομένου δὲ καιροῦ πρὸς ἔντευξιν, κατὰ πόλιν ὁ στρατηγὸς εἰσῆγε τοὺς συμμάχους. [6] οἱ δὲ καίπερ ὄντες βάρβαροι *** διετίθεντο λόγους καὶ πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς, [7] ὑποδεικνύντες ὡς, εἰ μὴ συσταλήσονται καὶ τεύξονται τῆς ἁρμοζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα μέν, ἐπανελθόντων τῶν Ῥωμαϊκῶν στρατ
οπέδων ἐκ τῆς Ἰβηρίας, ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην αὐτοῖς. [8] ὡς προδόταις γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ κινήσουσι πραγμάτων ἀρχήν, ἐὰν ἀνεπιτίμητοι διαφύγωσιν ἐκ τῆς πρώτης ἁμαρτίας, ἑτοίμους δὲ πάντας πρὸς καινοτομίαν ποιήσουσι τοὺς κατὰ τὴν Ἰβηρίαν, ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥωμαίοις. [9] διόπερ ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβηρίαν καὶ διαβαίνειν καθ᾽ ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας, [10] ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα μηδεὶς ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις. [11] οἱ μὲν οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν. [12] ἐπὶ δὲ τούτοις εἰσῆγον τοὺς παρὰ τῶν πολεμίων. [13] οἱ δ᾽ Ἀραυάκαι παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο τοῖς λόγοις ὑποπεπτωκότως καὶ ταπεινῶς, τῇ γε μὴν προαιρέσει [ὡς] διέφαινον οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδ᾽ ἡττωμένῃ. [14] καὶ γὰρ τὰ τῆς τύχης ἄδηλα πολλάκις ὑπεδείκνυον καὶ τὰς προγεγενημένας μάχας ἀμφιδηρίτους ποιοῦντες ἐν πάσαις ἔμφασιν ἀπέλειπον ὡς ἐπικυδεστέρων αὐτῶν γεγονότων. [15] τέλος δ᾽ ἦν τῶν λόγων: εἰ μέν τι δεῖ ῥητὸν πρόστιμον ὑπομένειν τῆς ἀγνοίας, ἀναδέχεσθαι τοῦτ᾽ ἔφασαν, τελεσθέντος δὲ τοῦ προστάγματος ἐπανάγειν ἠξίουν ἐπὶ τὰς κατὰ Τεβέριον ὁμολογίας αὐτοῖς γενομένας πρὸς τὴν σύγκλητον.
[1] οἱ δ᾽ ἐν τῷ συνεδρίῳ διακούσαντες ἀμφοτέρων εἰσήγαγον τοὺς παρὰ τοῦ Μαρκέλλου πρέσβεις. [2] θεωροῦντες δὲ καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν καὶ τὸν στρατηγὸν προσνέμοντα τὴν αὑτοῦ γνώμην τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς συμμάχοις, [3] τοῖς μὲν Ἀραυάκαις ἔδωκαν καὶ τοῖς συμμάχοις ἀπόκρισιν ὅτι Μάρκελλος ἀμφοτέροις ἐν Ἰβηρίᾳ διασαφήσει τὴν τῆς συγκλήτου γνώμην, [4] αὐτοὶ δὲ νομίσαντες τοὺς συμμάχους ἀληθῆ καὶ συμφέροντα σφίσι λέγειν, τοὺς δ᾽ Ἀραυάκας ἀκμὴν μεγαλοφρονεῖν, τὸν δὲ στρατηγὸν ἀποδειλιᾶν τὸν πόλεμον, [5] ἐντολὰς ἔδωκαν δι᾽ ἀπορρήτων τοῖς παρ᾽ ἐκείνου πρεσβευταῖς πολεμεῖν γενναίως καὶ τῆς πατρίδος ἀξίως. [6] ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίησαν κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστήσαντες ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν Ἰβηρίαν: [7] ἤδη γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι καὶ τὰς ἀρχὰς παρειληφότες Αὖλος Ποστόμιος καὶ Λεύκιος Λικίννιος Λεύκολλος. [8] ἔπειτα περὶ τὰς παρασκευὰς ἐγίνοντο φιλοτίμως καὶ μεγαλομερῶς, νομίζοντες διὰ ταύτης τῆς πράξεως κριθήσεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν: [9] κρατηθέντων μὲν γὰρ τῶν ἐχθρῶν πάντας ὑπέλαβον σφίσι ποιήσειν τὸ προσταττόμενον, ἀποστρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ μόνον Ἀραυάκας καταθαρρήσειν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας.
[1] ὅσῳ δὲ φιλοτιμότερον ἡ σύγκλητος διέκειτο πρὸς τὸν πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματ᾽ ἀπέβαινε παραδοξότερα. [2] τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότερον ἐνιαυτὸν στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετ᾽ αὐτοῦ στρατευσαμένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν τε συνέχειαν τῶν ἐκ παρατάξεως κινδύνων καὶ τὸ πλῆθος τῶν ἀπολωλότων καὶ τὴν ἀνδρείαν τῶν Κελτιβήρων, [3] τοῦ δὲ Μαρκέλλου προφανῶς ἀποδειλιῶντος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς νέοις παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημένην πρότερον. [4] εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιάσεως ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν ἀρχὴν τοὺς ἱκανούς, ἀλλ᾽ ἐλλείπειν τὰς χώρας, τὸ πρότερον εἰθισμένων πολλαπλασιόνων προπορεύεσθαι τῶν καθηκόντων, [5] μήτε τοὺς εἰσφερομένους ὑπὸ τῶν ὑπάτων πρεσβευτὰς ὑπακούειν, οὓς ἔδει πορεύεσθαι μετὰ τοῦ στρατηγοῦ, [6] τὸ δὲ μέγιστον, τοὺς νέους διακλίνειν τὰς καταγραφὰς καὶ τοιαύτας πορίζεσθαι προφάσεις ἃς λέγειν μὲν αἰσχρὸν ἦν, ἐξετάζειν δ᾽ ἀπρεπές, ἐπιτέμνειν δ᾽ ἀδύνατον. [7] τέλος δὲ καὶ τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων τί τὸ πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίας — τούτῳ γὰρ ἠναγκάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνοντα — Πόπλιος Κορνήλιος [Ἀφρικανός], [8] νέος μὲν ὤν, δοκῶν δὲ σύμβουλος γεγονέναι τοῦ πολέμου, τὴν ἐπὶ καλοκἀγαθίᾳ καὶ σωφροσύνῃ δόξαν ὁμολογουμένην πεποιημένος, [9] τῆς δ᾽ ἐπ᾽ ἀνδρείᾳ φήμης προσδεόμενος, θεωρῶν τὴν σύγκλητον ἀπορουμένην, ἀναστὰς εἶπεν εἴτε χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν αὐτὸν εἰς τὴν Ἰβηρίαν μετὰ τῶν ὑπάτων ἐξεῖναι: πρὸς ἀμφότερα γὰρ ἑτοίμως ἔχειν. [10] καίτοι γ᾽ ἔφη κατ᾽ ἰδίαν μὲν αὑτῷ τὴν εἰς Μακεδονίαν ἔξοδον ἅμα μὲν ἀσφαλεστέραν ἅμα δ᾽ οἰκειοτέραν [11] εἶναι: συνέβαινε γὰρ τότε τοὺς Μακεδόνας ἐπ᾽ ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα τὰς ἐν αὐτοῖς στάσεις: [12] ἀλλὰ τοὺς τῆς πατρίδος καιροὺς ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβηρίαν τοὺς ἀληθινῶς φιλοδοξοῦντας. [13] πᾶσιν δὲ παραδόξου φανείσης τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀποδοχὴν γενέσθαι τοῦ Σκιπίωνος, ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς ἡμέραις: [14] οἱ γὰρ πρότερον ἀποδειλιῶντες, ἐκτρεπόμενοι τὸν ἐκ παραθέσ
εως ἔλεγχον, οἱ μὲν πρεσβεύσειν ἐθελοντὴν ἐπηγγέλλοντο τοῖς στρατηγοῖς, οἱ δὲ πρὸς τὰς στρατιωτικὰς καταγραφὰς προσεπορεύοντο κατὰ συστρέμματα καὶ συνηθείας. —