by Polybius
1. Had the praise of History been passed over by former Chroniclers it would perhaps have been incumbent upon me to urge the choice and special study of records of this sort, as the readiest means men can have of correcting their knowledge of the past. But my predecessors have not been sparing in this respect. They have all begun and ended, so to speak, by enlarging on this theme: asserting again and again that the study of History is in the truest sense an education, and a training for political life; and that the most instructive, or rather the only, method of learning to bear with dignity the vicissitudes of fortune is to recall the catastrophes of others. It is evident, therefore, that no one need think it his duty to repeat what has been said by many, and said well. Least of all myself: for the surprising nature of the events which I have undertaken to relate is in itself sufficient to challenge and stimulate the attention of every one, old or young, to the study of my work. Can any one be so indifferent or idle as not to care to know by what means, and under what kind of polity, almost the whole inhabited world was conquered and brought under the dominion of the single city of Rome, and that too within a period of not quite fifty-three years? Or who again can be so completely absorbed in other subjects of contemplation or study, as to think any of them superior in importance to the accurate understanding of an event for which the past affords no precedent.
[1] ὡς δ᾽ ἔστι παράδοξον καὶ μέγα τὸ περὶ τὴν ἡμετέραν ὑπόθεσιν θεώρημα γένοιτ᾽ ἂν οὕτως μάλιστ᾽ ἐμφανές, εἰ τὰς ἐλλογιμωτάτας τῶν προγεγενημένων δυναστειῶν, περὶ ἃς οἱ συγγραφεῖς τοὺς πλείστους διατέθεινται λόγους, παραβάλοιμεν καὶ συγκρίναιμεν πρὸς τὴν Ῥωμαίων ὑπεροχήν. [2] εἰσὶ δ᾽ αἱ τῆς παραβολῆς ἄξιαι καὶ συγκρίσεως αὗται. Πέρσαι κατά τινας καιροὺς μεγάλην ἀρχὴν κατεκτήσαντο καὶ δυναστείαν: ἀλλ᾽ ὁσάκις ἐτόλμησαν ὑπερβῆναι τοὺς τῆς Ἀσίας ὅρους, οὐ μόνον ὑπὲρ τῆς ἀρχῆς, ἀλλὰ καὶ περὶ σφῶν ἐκινδύνευσαν. [3] Λακεδαιμόνιοι πολλοὺς ἀμφισβητήσαντες χρόνους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἐπειδή ποτ᾽ ἐκράτησαν, μόλις ἔτη δώδεκα κατεῖχον αὐτὴν ἀδήριτον. [4] Μακεδόνες τῆς μὲν Εὐρώπης ἦρξαν ἀπὸ τῶν κατὰ τὸν Ἀδρίαν τόπων ἕως ἐπὶ τὸν Ἴστρον ποταμόν, ὃ βραχὺ παντελῶς ἂν φανείη μέρος τῆς προειρημένης χώρας: [5] μετὰ δὲ ταῦτα προσέλαβον τὴν τῆς Ἀσίας ἀρχήν, καταλύσαντες τὴν τῶν Περσῶν δυναστείαν. ἀλλ᾽ ὅμως οὗτοι πλείστων δόξαντες καὶ τόπων καὶ πραγμάτων γενέσθαι κύριοι, τὸ πολὺ μέρος ἀκμὴν ἀπέλιπον τῆς οἰκουμένης ἀλλότριον. [6] Σικελίας μὲν γὰρ καὶ Σαρδοῦς καὶ Λιβύης οὐδ᾽ ἐπεβάλοντο καθάπαξ ἀμφισβητεῖν, τῆς δ᾽ Εὐρώπης τὰ μαχιμώτατα γένη τῶν προσεσπερίων ἐθνῶν ἰσχνῶς εἰπεῖν οὐδ᾽ ἐγίνωσκον. [7] Ῥωμαῖοί γε μὴν οὐ τινὰ μέρη, σχεδὸν δὲ πᾶσαν πεποιημένοι τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς, ἀνυπόστατον μὲν τοῖς ὑπάρχουσι πᾶσιν, ἀνυπέρβλητον δὲ καὶ τοῖς ἐπιγινομένοις ὑπεροχὴν κα τέλιπον τῆς αὑτῶν δυναστείας. [8] περὶ δὲ τοῦ μεντολαδιατ ... ἐκ τῆς γραφῆς ἐξέσται σαφέστερον κατανοεῖν: ὁμοίως δὲ καὶ περὶ τοῦ πόσα καὶ πηλίκα συμβάλλεσθαι πέφυκε τοῖς φιλομαθοῦσιν ὁ τῆς πραγματικῆς ἱστορίας τρόπος.
2. We shall best show how marvellous and vast our subject is by comparing the most famous Empires which preceded, and which have been the favourite themes of historians, and measuring them with the superior greatness of Rome. There are but three that deserve even to be so compared and measured: and they are these. The Persians for a certain length of time were possessed of a great empire and dominion. But every time they ventured beyond the limits of Asia, they found not only their empire, but their own existence also in danger. The Lacedaemonians, after contending for supremacy in Greece for many generations, when they did get it, held it without dispute for barely twelve years. The Macedonians obtained dominion in Europe from the lands bordering on the Adriatic to the Danube, — which after all is but a small fraction of this continent, — and, by the destruction of the Persian Empire, they afterwards added to that the dominion of Asia. And yet, though they had the credit of having made themselves masters of a larger number of countries and states than any people had ever done, they still left the greater half of the inhabited world in the hands of others. They never so much as thought of attempting Sicily, Sardinia, or Libya: and as to Europe, to speak the plain truth, they never even knew of the most warlike tribes of the West. The Roman conquest, on the other hand, was not partial. Nearly the whole inhabited world was reduced by them to obedience: and they left behind them an empire not to be paralleled in the past or rivalled in the future. Students will gain from my narrative a clearer view of the whole story, and of the numerous and important advantages which such exact record of events offers.
[1] ἄρξει δὲ τῆς πραγματείας ἡμῖν τῶν μὲν χρόνων ὀλυμπιὰς ἑκατοστή τε καὶ τετταρακοστή, τῶν δὲ πράξεων παρὰ μὲν τοῖς Ἕλλησιν ὁ προσαγορευθεὶς συμμαχικὸς πόλεμος, ὃν πρῶτον ἐξήνεγκε μετ᾽ Ἀχαιῶν πρὸς Αἰτωλοὺς Φίλιππος, Δημητρίου μὲν υἱός, πατὴρ δὲ Περσέως, παρὰ δὲ τοῖς τὴν Ἀσίαν κατοικοῦσιν ὁ περὶ Κοίλης Συρίας, ὃν Ἀντίοχος καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐπολέμησαν πρὸς ἀλλήλους: [2] ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην τόποις ὁ συστὰς Ῥωμαίοις καὶ Καρχηδονίοις, ὃν οἱ πλεῖστοι προσαγορεύουσιν Ἀννιβιακόν. ταῦτα δ᾽ ἔστι συνεχῆ τοῖς τελευταίοις τῆς παρ᾽ Ἀράτου Σικυωνίου συντάξεως. [3] ἐν μὲν οὖν τοῖς πρὸ τούτων χρόνοις ὡσανεὶ σποράδας εἶναι συνέβαινε τὰς τῆς οἰκουμένης πράξεις διὰ τὸ καὶ κατὰ τὰς ἐπιβολάς, ἔτι δὲ καὶ τὰς συντελείας αὐτῶν ὁμοίως δὲ καὶ κατὰ τοὺς τόπους διαφέρειν ἕκαστα τῶν πεπραγμένων. [4] ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱονεὶ σωματοειδῆ συμβαίνει γίνεσθαι τὴν ἱστορίαν, συμπλέκεσθαί τε τὰς Ἰταλικὰς καὶ Λιβυκὰς πράξεις ταῖς τε κατὰ τὴν Ἀσίαν καὶ ταῖς Ἑλληνικαῖς καὶ πρὸς ἓν γίνεσθαι τέλος τὴν ἀναφορὰν ἁπάντων. [5] διὸ καὶ τὴν ἀρχὴν τῆς αὑτῶν πραγματείας ἀπὸ τούτων πεποιήμεθα τῶν καιρῶν. [6] τῷ γὰρ προειρημένῳ πολέμῳ κρατήσαντες Ῥωμαῖοι Καρχηδονίων καὶ νομίσαντες τὸ κυριώτατον καὶ μέγιστον μέρος αὑτοῖς ἠνύσθαι πρὸς τὴν τῶν ὅλων ἐπιβολήν, οὕτως καὶ τότε πρῶτον ἐθάρσησαν ἐπὶ τὰ λοιπὰ τὰς χεῖρας ἐκτείνειν καὶ περαιοῦσθ�
�ι μετὰ δυνάμεως εἴς τε τὴν Ἑλλάδα καὶ τοὺς κατὰ τὴν Ἀσίαν τόπους. [7] εἰ μὲν οὖν ἡμῖν ἦν συνήθη καὶ γνώριμα τὰ πολιτεύματα τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα, ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν ἀπὸ ποίας προθέσεως ἢ δυνάμεως ὁρμηθέντες ἐνεχείρησαν τοῖς τοιούτοις καὶ τηλικούτοις ἔργοις. [8] ἐπεὶ δ᾽ οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Καρχηδονίων πολιτεύματος πρόχειρός ἐστι τοῖς πολλοῖς τῶν Ἑλλήνων ἡ προγεγενημένη δύναμις οὐδ᾽ αἱ πράξεις αὐτῶν, ἀναγκαῖον ὑπελάβομεν εἶναι συντάξασθαι ταύτην καὶ τὴν ἑξῆς βύβλον πρὸ τῆς ἱστορίας, [9] ἵνα μηδεὶς ἐπιστὰς ἐπ᾽ αὐτὴν τὴν τῶν πραγμάτων ἐξήγησιν τότε διαπορῇ καὶ ζητῇ ποίοις διαβουλίοις ἢ ποίαις δυνάμεσι καὶ χορηγίαις χρησάμενοι Ῥωμαῖοι πρὸς ταύτας ὥρμησαν τὰς ἐπιβολάς, δι᾽ ὧν καὶ τῆς γῆς καὶ τῆς θαλάττης τῆς καθ᾽ ἡμᾶς ἐγένοντο πάσης ἐγκρατεῖς, [10] ἀλλ᾽ ἐκ τούτων τῶν βύβλων καὶ τῆς ἐν ταύταις προκατασκευῆς δῆλον ᾖ τοῖς ἐντυγχάνουσιν ὅτι καὶ λίαν εὐλόγοις ἀφορμαῖς χρησάμενοι πρός τε τὴν ἐπίνοιαν ὥρμησαν καὶ πρὸς τὴν συντέλειαν ἐξ
3. My History begins in the 140th Olympiad. The events from which it starts are these. In Greece, what is called the Social war: the first waged by Philip, son of Demetrius and father of Perseus, in league with the Achaeans against the Aetolians. In Asia, the war for the possession of Coele-Syria which Antiochus and Ptolemy Philopator carried on against each other. In Italy, Libya, and their neighbourhood, the conflict between Rome and Carthage, generally called the Hannibalian war. My work thus begins where that of Aratus of Sicyon leaves off. Now up to this time the world’s history had been, so to speak, a series of disconnected transactions, as widely separated in their origin and results as in their localities. But from this time forth History becomes a connected whole: the affairs of Italy and Libya are involved with those of Asia and Greece, and the tendency of all is to unity. This is why I have fixed upon this era as the starting-point of my work. For it was their victory over the Carthaginians in this war, and their conviction that thereby the most difficult and most essential step towards universal empire had been taken, which encouraged the Romans for the first time to stretch out their hands upon the rest, and to cross with an army into Greece and Asia.
Now, had the states that were rivals for universal empire been familiarly known to us, no reference perhaps to their previous history would have been necessary, to show the purpose and the forces with which they approached an undertaking of this nature and magnitude. But the fact is that the majority of the Greeks have no knowledge of the previous constitution, power, or achievements either of Rome or Carthage. I therefore concluded that it was necessary to prefix this and the next book to my History. I was anxious that no one, when fairly embarked upon my actual narrative, should feel at a loss, and have to ask what were the designs entertained by the Romans, or the forces and means at their disposal, that they entered upon those undertakings, which did in fact lead to their becoming masters of land and sea everywhere in our part of the world. I wished, on the contrary, that these books of mine, and the prefatory sketch which they contained, might make it clear that the resources they started with justified their original idea, and sufficiently explained their final success in grasping universal empire and dominion.
[1] ίκοντο τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας. τὸ γὰρ τῆς ἡμετέρας πραγματείας ἴδιον καὶ τὸ θαυμάσιον τῶν καθ᾽ ἡμᾶς καιρῶν τοῦτ᾽ ἔστιν ὅτι, καθάπερ ἡ τύχη σχεδὸν ἅπαντα τὰ τῆς οἰκουμένης πράγματα πρὸς ἓν ἔκλινε μέρος καὶ πάντα νεύειν ἠνάγκασε πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπόν, οὕτως καὶ δεῖ διὰ τῆς ἱστορίας ὑπὸ μίαν σύνοψιν ἀγαγεῖν τοῖς ἐντυγχάνουσι τὸν χειρισμὸν τῆς τύχης, ᾧ κέχρηται πρὸς τὴν τῶν ὅλων πραγμάτων συντέλειαν. [2] καὶ γὰρ τὸ προκαλεσάμενον ἡμᾶς καὶ παρορμῆσαν πρὸς τὴν ἐπιβολὴν τῆς ἱστορίας μάλιστα τοῦτο γέγονεν, σὺν δὲ τούτῳ καὶ τὸ μηδένα τῶν καθ᾽ ἡμᾶς ἐπιβεβλῆσθαι τῇ τῶν καθόλου πραγμάτων συντάξει: πολὺ γὰρ ἂν ἧττον ἔγωγε πρὸς τοῦτο τὸ μέρος ἐφιλοτιμήθην. [3] νῦν δ᾽ ὁρῶν τοὺς μὲν κατὰ μέρος πολέμους καί τινας τῶν ἅμα τούτοις πράξεων καὶ πλείους πραγματευομένους, τὴν δὲ καθόλου καὶ συλλήβδην οἰκονομίαν τῶν γεγονότων πότε καὶ πόθεν ὡρμήθη καὶ πῶς ἔσχε τὴν συντέλειαν, ταύτην οὐδ᾽ ἐπιβαλόμενον οὐδένα βασανίζειν, ὅσον γε καὶ ἡμᾶς εἰδέναι, [4] παντελῶς ὑπέλαβον ἀναγκαῖον εἶναι τὸ μὴ παραλιπεῖν μηδ᾽ ἐᾶσαι παρελθεῖν ἀνεπιστάτως τὸ κάλλιστον ἅμα δ᾽ ὠφελιμώτατον ἐπιτήδευμα τῆς τύχης. [5] πολλὰ γὰρ αὕτη καινοποιοῦσα καὶ συνεχῶς ἐναγωνιζομένη τοῖς τῶν ἀνθρώπων βίοις οὐδέπω τοιόνδ᾽ ἁπλῶς οὔτ᾽ εἰργάσατ᾽ ἔργον οὔτ᾽ ἠγωνίσατ᾽ ἀγώνισμα, οἷον τὸ καθ᾽ ἡμᾶς. [6] ὅπερ ἐκ μὲν τῶν κατὰ μέρος γραφόντων τὰς ἱστορίας οὐχ οἷόν τε συνιδεῖν, εἰ μὴ καὶ τὰς ἐπιφανεστάτας πόλεις τις κατὰ μίαν ἑκάστην ἐπελθὼν ἢ καὶ νὴ Δία γεγραμμένας χωρὶς ἀλλήλων θεασάμενος εὐθέως ὑπολαμβάνει κατανενοηκέναι καὶ τὸ τῆς ὅλης οἰκουμένης σχῆμα καὶ τὴν σύμπασαν αὐτῆς θέσιν καὶ τάξιν: ὅπερ ἐστὶν οὐδαμῶς εἰκός. [7] καθόλου μὲν γὰρ ἔμοιγε δοκοῦσιν οἱ πεπεισμένοι διὰ τῆς κατὰ μέρος ἱστορίας μετρίως συνόψεσθαι τὰ ὅλα παραπλήσιόν τι πάσχειν, ὡς ἂν εἴ τινες ἐμψύχου καὶ καλοῦ σώματος γεγονότος διερριμμένα τὰ μέρη θεώμενοι νομίζοιεν ἱκανῶς αὐτόπται γίνεσθαι τῆς ἐνεργείας αὐτοῦ τοῦ ζῴου καὶ καλλονῆς. [8] εἰ γάρ τις αὐτίκα μάλα συνθεὶς καὶ τέλειον αὖθις ἀπεργασάμενος τὸ ζῷον τῷ τ᾽ εἴδει καὶ τῇ τῆς ψυχῆς εὐπρεπείᾳ κἄπειτα πάλιν ἐπιδεικνύοι τοῖς αὐτοῖς ἐκείνοις, ταχέως ἂν οἶμαι πάντας αὐτοὺς ὁμολογήσειν διότι καὶ λίαν πολύ τι τῆς ἀληθείας ἀπελείποντο πρόσθεν καὶ παραπλήσιοι τοῖς ὀνειρώττουσιν ἦσαν. [9] ἔννοιαν μὲν γὰρ λαβεῖν ἀπὸ μέρους τῶν ὅλων δυνατόν, ἐπιστήμην δὲ καὶ γνώμην ἀτρεκῆ σχεῖν ἀδύνατον. [10] διὸ παντελῶς βραχύ τι νομιστέον συμβάλλεσθαι τὴν κατὰ μέρος ἱστο�
�ίαν πρὸς τὴν τῶν ὅλων ἐμπειρίαν καὶ πίστιν. [11] ἐκ μέντοι γε τῆς ἁπάντων πρὸς ἄλληλα συμπλοκῆς καὶ παραθέσεως, ἔτι δ᾽ ὁμοιότητος καὶ διαφορᾶς, μόνως ἄν τις ἐφίκοιτο καὶ δυνηθείη κατοπτεύσας ἅμα καὶ τὸ χρήσιμον καὶ τὸ τερπνὸν ἐκ τῆς ἱστορίας ἀναλαβεῖν.