by Polybius
[1] ἡ δὲ Τεύτα, τῆς ὥρας ἐπιγενομένης, ἐπισκευάσασα λέμβους πλείους τῶν πρότερον ἐξαπέστειλε πάλιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους. [2] ὧν οἱ μὲν διὰ πόρου τὸν πλοῦν ἐπὶ τὴν Κέρκυραν ἐποιοῦντο, μέρος δέ τι προσέσχε τὸν τῶν Ἐπιδαμνίων λιμένα, λόγῳ μὲν ὑδρείας καὶ ἐπισιτισμοῦ χάριν, ἔργῳ δ᾽ ἐπιβουλῆς καὶ πράξεως ἐπὶ τὴν πόλιν. [3] τῶν δ᾽ Ἐπιδαμνίων ἀκάκως ἅμα καὶ ῥᾳθύμως αὐτοὺς παραδεξαμένων, εἰσελθόντες ἐν αὐτοῖς τοῖς περιζώμασιν ὡς ὑδρευσόμενοι, μαχαίρας ἔχοντες ἐν τοῖς κεραμίοις, οὕτως κατασφάξαντες τοὺς φυλάττοντας τὴν πύλην ταχέως ἐγκρατεῖς ἐγένοντο τοῦ πυλῶνος. [4] ἐπιγενομένης δὲ κατὰ τὸ συντεταγμένον ἐνεργῶς τῆς ἀπὸ τῶν πλοίων βοηθείας, παραδεξάμενοι τούτους ῥᾳδίως κατεῖχον τὰ πλεῖστα τῶν τειχῶν. [5] τῶν δ᾽ ἐκ τῆς πόλεως ἀπαρασκεύως μὲν διὰ τὸ παράδοξον, ἐκθύμως δὲ βοηθούντων καὶ διαγωνιζομένων, συνέβη τοὺς Ἰλλυριοὺς ἐπὶ πολὺν χρόνον ἀντιποιησαμένους τέλος ἐκπεσεῖν ἐκ τῆς πόλεως. [6] Ἐπιδάμνιοι μὲν οὖν ἐν ταύτῃ τῇ πράξει διὰ μὲν τὴν ὀλιγωρίαν ἐκινδύνευσαν ἀποβαλεῖν τὴν πατρίδα, διὰ δὲ τὴν εὐψυχίαν ἀβλαβῶς ἐπαιδεύθησαν πρὸς τὸ μέλλον. [7] τῶν δ᾽ Ἰλλυριῶν οἱ προεστῶτες κατὰ σπουδὴν ἀναχθέντες καὶ συνάψαντες τοῖς προπλέουσι κατῆραν εἰς τὴν Κέρκυραν: καὶ ποιησάμενοι καταπληκτικὴν τὴν ἀπόβασιν ἐνεχείρησαν πολιορκεῖν τὴν πόλιν. [8] ὧν συμβαινόντων οἱ Κερκυραῖοι δυσχρηστούμενοι καὶ δυσελπίστως διακείμενοι τοῖς ὅλοις ἐπρεσβεύοντο πρός τε τοὺς Ἀχαιοὺς καὶ τοὺς Αἰτωλούς, ἅμα δὲ τούτοις Ἀπολλωνιᾶται καὶ Ἐπιδάμνιοι, δεόμενοι σφίσι βοηθεῖν κατὰ σπουδὴν καὶ μὴ περιιδεῖν σφᾶς αὐτοὺς ἀναστάτους γενομένους ὑπὸ τῶν Ἰλλυριῶν. [9] οἱ δὲ διακούσαντες τῶν πρέσβεων καὶ προσδεξάμενοι τοὺς λόγους ἐπλήρωσαν κοινῇ τὰς τῶν Ἀχαιῶν δέκα ναῦς καταφράκτους, καταρτίσαντες δ᾽ ἐν ὀλίγαις ἡμέραις ἔπλεον ἐπὶ τῆς Κερ
9. When the season for sailing was come Teuta sent out a larger fleet of galleys than ever against the Greek shores, some of which sailed straight to Corcyra; while a portion of them put into the harbour of Epidamnus on the pretext of taking in victual and water, but really to attack the town. The Epidamnians received them without suspicion and without taking any precautions. Entering the town therefore clothed merely in their tunics, as though they were only come to fetch water, but with swords concealed in the water vessels, they slew the guards stationed at the gates, and in a brief space were masters of the gate-tower. Being energetically supported by a reinforcement from the ships, which came quickly up in accordance with a pre-arrangement, they got possession of the greater part of the walls without difficulty. But though the citizens were taken off their guard they made a determined and desperate resistance, and the Illyrians after maintaining their ground for some time were eventually driven out of the town. So the Epidamnians on this occasion went near to lose their city by their carelessness; but by the courage which they displayed they saved themselves from actual damage while receiving a useful lesson for the future. The Illyrians who had engaged in this enterprise made haste to put to sea, and, rejoining the advanced squadron, put in at Corcyra: there, to the terror of the inhabitants, they disembarked and set about besieging the town. Dismayed and despairing of their safety, the Corcyreans, acting in conjunction with the people of Apollonia and Epidamnus, sent off envoys to the Achaean and Aetolian leagues, begging for instant help, and entreating them not to allow of their being deprived of their homes by the Illyrians. The petition was accepted, and the Achaean and Aetolian leagues combined to send aid. The ten decked ships of war belonging to the Achaeans were manned, and having been fitted out in a few days, set sail for Corcyra in hopes of raising the siege.
[1] κύρας, ἐλπίζοντες λύσειν τὴν πολιορκίαν. οἱ δ᾽ Ἰλλυριοὶ συμπαραλαβόντες Ἀκαρνάνων ναῦς κατὰ τὴν συμμαχίαν, οὔσας ἑπτὰ καταφράκτους, ἀνταναχθέντες συνέβαλλον τοῖς τῶν Ἀχαιῶν σκάφεσιν περὶ τοὺς καλουμένους Παξούς. [2] οἱ μὲν οὖν Ἀκαρνᾶνες καὶ τῶν Ἀχαϊκῶν νεῶν αἱ κατὰ τούτους ταχθεῖσαι πάρισον ἐποίουν τὸν ἀγῶνα καὶ διέμενον ἀκέραιοι κατὰ τὰς συμπλοκὰς πλὴν τῶν εἰς αὐτοὺς τοὺς ἄνδρας γινομένων τραυμάτων. [3] οἱ δ᾽ Ἰλλυριοὶ ζεύξαντες τοὺς παρ᾽ αὑτῶν λέμβους ἀνὰ τέτταρας συνεπλέκοντο τοῖς πολεμίοις. καὶ τῶν μὲν ἰδίων ὠλιγώρουν καὶ παραβάλλοντες πλαγίους συνήργουν ταῖς ἐμβολαῖς τῶν ὑπεναντίων. [4] ὅτε δὲ τρώσαντα καὶ δεθέντα κατὰ τὰς ἐμβολὰς δυσχρήστως διέκειτο πρὸς τὸ παρὸν τὰ τῶν ἀντιπάλων σκάφη, προσκρεμαμένων αὐτοῖς περὶ τοὺς ἐμβόλους τῶν ἐζευγμένων λέμβων, τότ᾽ ἐπιπηδῶντες ἐπὶ τὰ καταστρώματα τῶν Ἀχαϊκῶν νεῶν κατεκράτουν διὰ τὸ πλῆθος τῶν ἐπιβατῶν. [5] καὶ τούτῳ τῷ τρόπῳ τεττάρων μὲν πλοίων ἐκυρίευσαν τετρηρικῶν, μίαν δὲ πεντήρη σὺν αὐτοῖς τοῖς ἀνδράσιν ἐβύθισαν, ἐφ᾽ ἧς ἔπλει Μάργος ὁ Καρυνεύς, ἀνὴρ πάντα τὰ δίκαια τῷ κοινῷ τῶν Ἀχαιῶν πολιτεύματι πεποιηκὼς μέχρι τῆς καταστροφῆς. [6] οἱ δὲ πρὸς τοὺς Ἀκαρνᾶνας διαγωνιζόμενοι, συνιδόντες τὸ κατὰ τοὺς Ἰλλυριοὺς προτέρημα καὶ πιστεύοντες τῷ ταχυναυτεῖν, ἐπουρώσαντες ἀσφαλῶς τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν ἐποιήσαντο. [7] τὸ δὲ τῶν Ἰλλυριῶν πλῆθος φρονηματισθὲν ἐπὶ τῷ προτερήματι λοιπὸν ἤδη ῥᾳδίως ἐχρήσατο τῇ πολιορκίᾳ καὶ τεθαρρηκότως. [8] οἱ δὲ Κερκυραῖοι δυσελπιστήσαντες τοῖς ὅλοις ἐκ τῶν συμβεβηκότων, βραχὺν ἔτι χρόνον ὑπομείναντες τὴν πολιορκίαν συνέθεντο τοῖς Ἰλλυριοῖς καὶ παρεδέξαντο φρουρὰν καὶ μετὰ τῆς φρουρᾶς Δημήτριον τὸν Φάριον. [9] τούτων δὲ πραχθέντων εὐθέως οἱ τῶν Ἰλλυριῶν προεστῶτες ἀνήγοντο: καὶ κατάραντες εἰς τὴν Ἐπίδαμνον ταύτην πάλιν ἐπεβάλοντο πολιορκεῖν τὴν πόλιν.
10. But the Illyrians obtained a reinforcement of seven decked ships from the Acarnanians, in virtue of their treaty with that people, and, putting
to sea, engaged the Achaean fleet off the islands called Paxi. The Acarnanian and Achaean ships fought without victory declaring for either, and without receiving any further damage than having some of their crew wounded. But the Illyrians lashed their galleys four together, and, caring nothing for any damage that might happen to them, grappled with the enemy by throwing their galleys athwart their prows and encouraging them to charge; when the enemies’ prows struck them, and got entangled by the lashed-together galleys getting hitched on to their forward gear, the Illyrians leaped upon the decks of the Achaean ships and captured them by the superior number of their armed men. In this way they took four triremes, and sunk one quinquereme with all hands, on board of which Margos of Caryneia was sailing, who had all his life served the Achaean league with complete integrity. The vessels engaged with the Acarnanians, seeing the triumphant success of the Illyrians, and trusting to their own speed, hoisted their sails to the wind and effected their voyage home without further disaster. The Illyrians, on the other hand, filled with self-confidence by their success, continued their siege of the town in high spirits, and without putting themselves to any unnecessary trouble; while the Corcyreans, reduced to despair of safety by what had happened, after sustaining the siege for a short time longer, made terms with the Illyrians, consenting to receive a garrison, and with it Demetrius of Pharos. After this had been settled, the Illyrian admirals put to sea again; and, having arrived at Epidamnus, once more set about besieging that town.
[1] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς τῶν τὰς ὑπάτους ἀρχὰς ἐχόντων Γνάιος μὲν Φόλουιος ἐξέπλει ναυσὶ διακοσίαις ἐκ τῆς Ῥώμης, Αὖλος δὲ Ποστόμιος τὰς πεζικὰς ἔχων δυνάμεις ἐξώρμα. [2] τὴν μὲν οὖν πρώτην ἐπιβολὴν ἔσχε πλεῖν ὁ Γνάιος ἐπὶ τῆς Κερκύρας, ὑπολαμβάνων ἔτι καταλήψεσθαι τὴν πολιορκίαν ἄκριτον: [3] ὑστερήσας δὲ τῶν καιρῶν ὅμως ἐπὶ τὴν νῆσον ἔπλει, βουλόμενος ἅμα μὲν ἐπιγνῶναι σαφῶς τὰ γεγονότα περὶ τὴν πόλιν, ἅμα δὲ πεῖραν λαβεῖν τῶν παρὰ τοῦ Δημητρίου προσαγγελλομένων. [4] ὁ γὰρ Δημήτριος ἐν διαβολαῖς ὢν καὶ φοβούμενος τὴν Τεύταν διεπέμπετο πρὸς τοὺς Ῥωμαίους, ἐπαγγελλόμενος τήν τε πόλιν ἐγχειριεῖν καὶ τὰ λοιπὰ πράγματα παραδώσειν, ὧν ἦν αὐτὸς κύριος. [5] οἱ δὲ Κερκυραῖοι τὴν παρουσίαν τῶν Ῥωμαίων ἀσμένως ἰδόντες, τήν τε φρουρὰν παρέδοσαν τῶν Ἰλλυριῶν μετὰ τῆς τοῦ Δημητρίου γνώμης, αὐτοί τε σφᾶς ὁμοθυμαδὸν ἔδωκαν παρακληθέντες εἰς τὴν τῶν Ῥωμαίων πίστιν, μίαν ταύτην ὑπολαβόντες ἀσφάλειαν αὑτοῖς ὑπάρχειν εἰς τὸν μέλλοντα χρόνον πρὸς τὴν Ἰλλυριῶν παρανομίαν. [6] Ῥωμαῖοι δὲ προσδεξάμενοι τοὺς Κερκυραίους εἰς τὴν φιλίαν ἔπλεον ἐπὶ τῆς Ἀπολλωνίας, ἔχοντες εἰς τὰ κατάλοιπα τῶν πραγμάτων ἡγεμόνα τὸν Δημήτριον. [7] κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ποστόμιος τὰς πεζικὰς διεβίβαζε δυνάμεις ἐκ τοῦ Βρεντεσίου, πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ περὶ δισχιλίους. [8] ἅμα δὲ τῷ προσέχειν ἑκατέρας ὁμοῦ τὰς δυνάμεις πρὸς τὴν Ἀπολλωνίαν ὁμοίως καὶ τούτων ἀποδεξαμένων καὶ δόντων ἑαυτοὺς εἰς τὴν ἐπιτροπὴν παραχρῆμα πάλιν ἀνήχθησαν, ἀκούοντες πολιορκεῖσθαι τὴν Ἐπίδαμνον. [9] οἱ δ᾽ Ἰλλυριοὶ συνέντες τὴν ἔφοδον τῶν Ῥωμαίων, οὐδενὶ κόσμῳ λύσαντες τὴν πολιορκίαν ἔφυγον. [10] Ῥωμαῖοι δὲ καὶ τοὺς Ἐπιδαμνίους παραλαβόντες εἰς τὴν πίστιν προῆγον εἰς τοὺς εἴσω τόπους τῆς Ἰλλυρίδος, ἅμα καταστρεφόμενοι τοὺς Ἀρδιαίους. [11] συμμιξάντων δὲ πρεσβευτῶν αὐτοῖς καὶ πλειόνων, ὧν οἱ παρὰ τῶν Παρθίνων ἧκον ἐπιτρέποντες τὰ καθ᾽ αὑτούς, δεξάμενοι τούτους εἰς τὴν φιλίαν, παραπλησίως δὲ καὶ τοὺς παρὰ τῶν Ἀτιντάνων προσεληλυθότας προῆγον ὡς ἐπὶ τὴν Ἴσσαν διὰ τὸ καὶ ταύτην ὑπὸ τῶν Ἰλλυριῶν πολιορκεῖσθαι τὴν πόλιν. [12] ἀφικόμενοι δὲ καὶ λύσαντες τὴν πολιορκίαν προσεδέξαντο καὶ τοὺς Ἰσσαίους εἰς τὴν ἑαυτῶν πίστιν. [13] εἷλον δὲ καὶ πόλεις τινὰς Ἰλλυρίδας ἐν τῷ παράπλῳ κατὰ κράτος: ἐν αἷς περὶ Νουτρίαν οὐ μόνον τῶν στρατιωτῶν ἀπέβαλον πολλούς, ἀλλὰ καὶ τῶν χιλιάρχων τινὰς καὶ τὸν ταμίαν. [14] ἐκυρίευσαν δὲ καὶ λέμβων εἴκοσι τῶν ἀποκομιζόντων τὴν ἐκ τῆς χώρας ὠφέλειαν. [15] τῶν δὲ πολιορκούντων τὴν Ἴσσαν οἱ μὲν ἐν τῇ Φάρῳ διὰ τὸν Δημήτριον ἀβλαβεῖς ἔμειναν, οἱ δ᾽ ἄλλοι πάντες ἔφυγον εἰς τὸν Ἄρβωνα σκεδασθέντες. [16] ἡ δὲ Τεύτα πάνυ μετ᾽ ὀλίγων εἰς τὸν Ῥίζονα διεσώθη, πολισμάτιον εὖ πρὸς ὀχυρότητα κατεσκευασμένον, ἀνακεχωρηκὸς μὲν ἀπὸ τῆς θαλάττης, ἐπ᾽ αὐτῷ δὲ κείμενον τῷ Ῥίζονι ποταμῷ. [17] ταῦτα δὲ πράξαντες καὶ τῷ Δημητρίῳ τοὺς πλείστους ὑποτάξαντες τῶν Ἰλλυριῶν καὶ μεγάλην αὐτῷ περιθέντες δυναστείαν ἀνεχώρησαν εἰς τὴν Ἐπίδαμνον ἅμα τῷ στόλῳ καὶ τῇ πεζικῇ δυνάμει.
11. In this same season one of the Consuls, Gnaeus Fulvius, started from Rome with two hundred ships, and the other Consul, Aulus Postumius, with the land forces. The plan of Gnaeus was to sail direct to Corcyra, because he supposed that he should find the result of the siege still undecided. But when he found that he was too late for that, he determined nevertheless to sail to the island because he wished to know the exact facts as to what had happened there, and to test the sincerity of the overtures that had been made by Demetrius. For Demetrius, being in disgrace with Teuta, and afraid of what she might do to him, had been sending messages to Rome, offering to put the city and everything else of which he was in charge into their hands. Delighted at the appearance of the Romans, the Corcyreans not only surrendered the garrison to them, with the consent of Demetrius, but committed themselves also unconditionally to the Roman protection; believing that this was their only security in the future against the piratical incursions of the Illyrians. So the Romans, having admitted the Corcyreans into the number of the friends of Rome, sailed for Apollonia, with Demetrius to act as their guide for the rest of the campaign. At the same time the other Consul, Aulus Postumius, conveyed his army across from Brundisium, consisting of twenty thousand infantry and about two thousand horse. This army, as well as the fleet under Gnaeus Fulvius, being directed upon Apollonia, which at once put itself under Roman protection, both forces were again put in motion on news being brought that Epidamnus was being besieged by the enemy. No sooner did the Illyrians learn the approach of the Romans than they hurriedly broke up the siege and fled.
The Romans, taking the Epidamnians under their protection, advanced into the interior of Illyricum, subduing the Ardiaei as they went. They were met on their march by envoys from many tribes: those of the Partheni offered an unconditional surrender, as also did those of the Atintanes. Both were accepted: and the Roman army proceeded towards Issa, which was being besieged by Illyrian troops. On their arrival, they forced the enemy to raise the siege, and received the Issaeans also under their protection. Besides, as the fleet coasted along, they took certain Illyrian cities by storm; among which was Nutria, where they lost not only a large number of soldiers, but some of the Military Tribunes also and the Quaestor. But they captured twenty of the galleys which were conveying the plunder from the country.