Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 443
Delphi Complete Works of Polybius Page 443

by Polybius


  6. Before they started, Aristophanes the Acarnanian Strategus arrived with the full levy of his people. For having in former times suffered many severe injuries at the hands of the Aetolians, they were now inspired with a fierce determination to be revenged upon them and damage them in every possible way: they gladly therefore seized this opportunity of getting the help of the Macedonians; and the men who now appeared in arms were not confined to those forced by law to serve, but were in some cases past the military age. The Epirotes were quite as eager to join, and for the same motives; but owing to the wide extent of their country, and the suddenness of the Macedonian arrival, they had not been able to muster their forces in time. As to the Aetolians, Dorimachus had taken half their army with him, as I have said, while the the other half he had left at home, thinking that it would be an adequate reserve to defend the towns and district against unforeseen contingencies. The king, leaving a sufficient guard for his baggage, started from Limnaea in the evening, and after a march of sixty stades pitched his camp: but, having dined and given his men a short rest, he started again; and marching right through the night, arrived just as the day was breaking at the river Achelous, between the towns of Stratus and Conope, being anxious that his entrance into the district of Thermus should be sudden and unexpected.

  [1] οἱ δὲ περὶ τὸν Λεόντιον κατὰ δύο τρόπους ὁρῶντες τὸν μὲν Φίλιππον καθιξόμενον τῆς προθέσεως, τοὺς δ᾽ Αἰτωλοὺς ἀδυνατήσοντας τοῖς παροῦσι, καθ᾽ ἕνα μὲν ᾗ ταχεῖα καὶ παράδοξος ἡ τῶν Μακεδόνων ἐγεγόνει παρουσία, [2] καθ᾽ ἕτερον δ᾽ ᾗ πρός γε τὸν ἐν τοῖς Θέρμοις τόπον οὐδέποτ᾽ ἂν ὑπολαβόντες Αἰτωλοὶ τολμῆσαι τὸν Φίλιππον οὕτω προχείρως αὑτὸν δοῦναι διὰ τὰς ὀχυρότητας τῶν τόπων ἔμελλον ἀπρονόητοι καὶ παντελῶς ἀπαράσκευοι ληφθήσεσθαι πρὸς τὸ συμβαῖνον: [3] εἰς ἃ βλέποντες, καὶ τηροῦντες τὴν ἑαυτῶν πρόθεσιν, ᾤοντο δεῖν τὸν Φίλιππον περὶ τὸν Ἀχελῷον στρατοπεδεύσαντα προσαναπαῦσαι τὴν δύναμιν ἐκ τῆς νυκτοπορίας, σπουδάζοντες βραχεῖάν γε τοῖς Αἰτωλοῖς ἀναστροφὴν δοῦναι πρὸς τὴν βοήθειαν. [4] οἱ δὲ περὶ τὸν Ἄρατον, θεωροῦντες τὸν μὲν καιρὸν ὀξὺν ὄντα τῆς ἐπιβολῆς, τοὺς δὲ περὶ τὸν Λεόντιον προδήλως ἐμποδίζοντας, διεμαρτύροντο τὸν Φίλιππον μὴ παριέναι τὸν καιρὸν μηδὲ καταμέλλειν. [5] οἷς καὶ πεισθεὶς ὁ βασιλεύς, καὶ προσκόπτων ἤδη τοῖς περὶ τὸν Λεόντιον, ἐποιεῖτο τὴν πορείαν κατὰ τὸ συνεχές. [6] διαβὰς δὲ τὸν Ἀχελῷον ποταμὸν προῆγε συντόνως ὡς ἐπὶ τὸν Θέρμον: ἅμα δὲ προάγων ἐδῄου καὶ κατέφθειρε τὴν χώραν. [7] παρῄει δ᾽ ἐκ μὲν εὐωνύμων ἀπολιπὼν Στράτον, Ἀγρίνιον, Θεστιεῖς, ἐκ δὲ δεξιῶν Κωνώπην, Λυσιμάχειαν, Τριχώνιον, Φύταιον. [8] ἀφικόμενος δὲ πρὸς πόλιν τὴν καλουμένην Μέταπαν, ἣ κεῖται μὲν ἐπ᾽ αὐτῆς τῆς Τριχωνίδος λίμνης καὶ τῶν παρὰ ταύτην στενῶν, ἀπέχει δὲ σχεδὸν ἑξήκοντα στάδια τοῦ προσαγορευομένου Θέρμου, [9] ταύτην μὲν ἐκλιπόντων τῶν Αἰτωλῶν εἰσαγαγὼν πεντακοσίους στρατιώτας κατεῖχε, βουλόμενος ἐφεδρείᾳ χρήσασθαι πρός τε τὴν εἴσοδον καὶ τὴν ἔξοδον τὴν ἐκ τῶν στενῶν — [10] ἔστι γὰρ πᾶς ὁ παρὰ τὴν λίμνην τόπος ὀρεινὸς καὶ τραχύς, συνηγμένος ταῖς ὕλαις: διὸ καὶ παντελῶς στενὴν καὶ δυσδίοδον ἔχει τὴν πάροδον — [11] μετὰ δὲ ταῦτα τοὺς μὲν μισθοφόρους προθέμενος πάσης τῆς πορείας, ἐπὶ δὲ τούτοις τοὺς Ἰλλυριούς, ἑξῆς δὲ τοὺς πελταστὰς καὶ φαλαγγίτας ἔχων προῆγε διὰ τῶν στενῶν, ἀπουραγούντων μὲν αὐτῷ τῶν Κρητῶν, δεξιῶν δὲ παρὰ πλάγια τῶν Θρᾳκῶν καὶ ψιλῶν ἀντιπαραπορευομένων ταῖς χώραις. [12] τὴν μὲν γὰρ ἐκ τῶν εὐωνύμων ἐπιφάνειαν τῆς πορείας ἠσφάλισθ᾽ ἡ λίμνη σχεδὸν ἐπὶ τριάκοντα στάδια.

  7. Leontius saw that it was likely that the king would attain his object, and the Aetolians be unable to resist him, for the double reason of the speed and unexpectedness of the Macedonian attack, and of his having gone to Thermus; for the Aetolians would never suppose him likely to venture to expose himself so rashly, seeing the strongly fortified nature of the country, and would therefore be sure to be caught off their guard and wholly unprepared for the danger. Clinging still to his purpose, therefore, he advised the king to encamp on the Achelous, and rest his army after their night’s march; being anxious to give the Aetolians a short respite to make preparations for their defence. But Aratus, seeing clearly that the opportunity for action was fleeting, and that Leontius was plainly trying to hinder their success, conjured Philip not to let slip the opportunity by delaying.

  The king was now thoroughly annoyed with Leontius: and accepting the advice of Aratus, continued his march without interruption; and, after crossing the Achelous, advanced rapidly upon Thermus, plundering and devastating the country as he went, and marching so as to keep Stratus, Agrinium, and Thestia on his left, Conope, Lysimachia, Trichonium, and Phytaeum on his right. Arrived at the town of Metapa, which is on the borders of the Trichonian Lake, and close to the narrow pass along it, about sixty stades from Thermus, he found it abandoned by the Aetolians, and occupied it with a detachment of five hundred men, with a view of its serving as a fortress to secure both ends of the pass: for the whole shore of the lake is mountainous and rugged, closely fringed with forest, and therefore affording but a narrow and difficult path. He now arranged his order of march, putting the mercenaries in the van, next them the Illyrians, and then the peltasts and the men of the phalanx, and thus advanced through the pass; his rear protected by the Cretans: while the Thracians and light-armed troops took a different line of country, parallel to his own, and kept up with him on his right: his left being secured by the lake for nearly thirty stades.

  [1] ἀνύσας δὲ τοὺς προειρημένους τόπους, καὶ παραγενόμενος πρὸς τὴν καλουμένην κώμην Παμφίαν, ὁμοίως καὶ ταύτην ἀσφαλισάμενος φρουρᾷ προέβαινε πρὸς τὸν Θέρμον, ὁδὸν οὐ μόνον προσάντη καὶ τραχεῖαν διαφερόντως, ἀλλὰ καὶ κρημνοὺς ἐξ ἑκατέρου τοῦ μέρους ἔχουσαν βαθεῖς, [2] ὥστε καὶ λίαν ἐπισφαλῆ καὶ στενὴν τὴν πάροδον εἶναι κατ᾽ ἐνίους τόπους, τῆς πάσης ἀναβάσεως οὔσης σχεδὸν ἐπὶ τριάκοντα στάδια. [3] διανύσας δὲ καὶ ταύτην ἐν βραχεῖ χρόνῳ διὰ τὸ τοὺς Μακεδόνας ἐνεργὸν ποιεῖσθαι τὴν πορείαν, [4] ἧκε πολλῆς ὥρας ἐπὶ τὸν Θέρμον, καὶ καταστρατοπεδεύσας ἐφῆκε τὴν δύναμιν τάς τε περιοικίδας κώμας πορθεῖν καὶ τὸ τῶν Θερμίων πεδίον ἐπιτρέχειν, ὁμοί�
�ς δὲ καὶ τὰς οἰκίας τὰς ἐν αὐτῷ τῷ Θέρμῳ διαρπάζειν, οὔσας πλήρεις οὐ μόνον σίτου καὶ τῆς τοιαύτης χορηγίας, ἀλλὰ καὶ κατασκευῆς διαφερούσης τῶν παρ᾽ Αἰτωλῶν. [5] καθ᾽ ἕκαστον γὰρ ἔτος ἀγοράς τε καὶ πανηγύρεις ἐπιφανεστάτας, ἔτι δὲ καὶ τὰς τῶν ἀρχαιρεσίων καταστάσεις ἐν τούτῳ τῷ τόπῳ συντελούντων, ἕκαστοι πρὸς τὰς ὑποδοχὰς καὶ τὰς εἰς ταῦτα παρασκευὰς τὰ πολυτελέστατα τῶν ἐν τοῖς βίοις ὑπαρχόντων εἰς τοῦτον ἀπετίθεντο τὸν τόπον. [6] χωρὶς δὲ τῆς χρείας καὶ τὴν ἀσφάλειαν ἤλπιζον ἐνταυθοῖ βεβαιοτάτην αὑτοῖς ὑπάρχειν, διὰ τὸ μήτε πολέμιον τετολμηκέναι μηδένα πώποτε εἰς τοὺς τόπους τούτους ἐμβαλεῖν, εἶναί τε τῇ φύσει τοιούτους ὥστε τῆς συμπάσης Αἰτωλίας οἷον ἀκροπόλεως ἔχειν τάξιν. [7] διότιπερ εἰρηνευομένης ἐκ παλαιοῦ τῆς χώρας πλήρεις ἦσαν ἀγαθῶν πολλῶν αἵ τε περὶ τὸ ἱερὸν οἰκίαι καὶ πάντες οἱ πέριξ τόποι. [8] ἐκείνην μὲν οὖν τὴν νύκτα παντοδαπῆς γέμοντες ὠφελείας αὐτοῦ κατηυλίσθησαν: τῇ δ᾽ ἐπαύριον τῆς μὲν κατασκευῆς τὰ πολυτελέστατα καὶ τὰ δυνατὰ κομίζεσθαι διέλεγον, τὰ δὲ λοιπὰ σωρεύοντες πρὸ τῶν σκηνῶν ἐνεπίμπρασαν. [9] ὁμοίως δὲ καὶ τῶν ὅπλων τῶν ἐν ταῖς στοαῖς ἀνακειμένων τὰ μὲν πολυτελῆ καθαιροῦντες ἀπεκόμιζον, τινὰ δ᾽ ὑπήλλαττον, τὰ δὲ λοιπὰ συναθροίσαντες πῦρ ἐνέβαλον. ἦν δὲ ταῦτα πλείω τῶν μυρίων καὶ πεντακισχιλίων.

  8. At the end of this distance he arrived at the village of Pamphia; and having, as in the case of Panapa, secured it by a guard, he continued his advance towards Thermus: the road now being not only steep and exceedingly rough, but with deep precipices also on either side, so as to make the path in places very dangerous and narrow; and the whole ascent being nearly thirty stades. But having accomplished this also in a short time, thanks to the energy with which the Macedonians conducted the march, he arrived late in the day at Thermus. There he pitched a camp, and allowed his men to go off plundering the neighbouring villages and scouring the plain of Thermus, as well as to sack the dwelling-houses in Thermus itself, which were full, not only of corn and such like provisions, but of all the most valuable property which the Aetolians possessed. For as the annual fair and most famous games, as well as the elections, were held there, everybody kept their most costly possessions in store at Thermus, to enable them to entertain their friends, and to celebrate the festivals with proper magnificence. But besides this occasion for the employment of their property, they expected to find the most complete security for it there, because no enemy had ever yet ventured to penetrate to that place; while its natural strength was so great as to serve as an acropolis to the whole of Aetolia. The place therefore having been in the enjoyment of peace from time immemorial, not only were the buildings immediately round the temple filled with a great variety of property, but the homesteads on the outskirts also. For that night the army bivouacked on the spot laden with booty of every description; but the next morning they selected the most valuable and portable part of it, and making the rest into a heap in front of their tents, set fire to it. So also in regard to the dedicated arms which were hanging up in the porticoes, — those of them which were valuable they took down and carried off, some they exchanged for their own, while the rest they collected together and burnt. The number of these was more than fifteen thousand.

  [1] καὶ ἕως μὲν τούτου πάντα κατὰ τοὺς τοῦ πολέμου: νόμους καλῶς καὶ δικαίως ἐπράττετο: τὰ δὲ μετὰ ταῦτα πῶς χρὴ λέγειν οὐκ οἶδα. [2] λαβόντες γὰρ ἔννοιαν τῶν ἐν Δίῳ καὶ Δωδώνῃ πεπραγμένων τοῖς Αἰτωλοῖς, τάς τε στοὰς ἐνεπίμπρασαν καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων διέφθειρον, ὄντα πολυτελῆ ταῖς κατασκευαῖς καὶ πολλῆς ἐπιμελείας ἔνια τετευχότα καὶ δαπάνης. [3] οὐ μόνον δὲ τῷ πυρὶ κατελυμήναντο τὰς ὀροφάς, ἀλλὰ καὶ κατέσκαψαν εἰς ἔδαφος. ἀνέτρεψαν δὲ καὶ τοὺς ἀνδριάντας, ὄντας οὐκ ἐλάττους δισχιλίων: πολλοὺς δὲ καὶ διέφθειραν, πλὴν ὅσοι θεῶν ἐπιγραφὰς ἢ τύπους εἶχον: τῶν δὲ τοιούτων ἀπέσχοντο. [4] κατέγραφον δ᾽ εἰς τοὺς τοίχους καὶ τὸν περιφερόμενον στίχον, ἤδη τότε τῆς ἐπιδεξιότητος τῆς Σάμου φυομένης, ὃς ἦν υἱὸς μὲν Χρυσογόνου, σύντροφος δὲ τοῦ βασιλέως. [5] ὁ δὲ στίχος ἦν ὁρᾷς τὸ δῖον οὗ βέλος διέπτατο; [6] καὶ μεγίστη δὴ καὶ παράστασις ἐπὶ τούτοις εἶχε τόν τε βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους, ὡς δικαίως ταῦτα πράττοντας καὶ καθηκόντως, ἀμυνομένους τοῖς ὁμοίοις τὴν τῶν Αἰτωλῶν περὶ τὸ Δῖον ἀσέβειαν. ἐμοὶ δὲ τἀναντία δοκεῖ τούτων. [7] εἰ δ᾽ ὀρθὸς ὁ λόγος, σκοπεῖν ἐν μέσῳ πάρεστι, χρωμένους οὐχ ἑτέροις τισίν, ἀλλὰ τοῖς ἐξ αὐτῆς τῆς οἰκίας ταύτης παραδείγμασιν. [8] Ἀντίγονος ἐκ παρατάξεως νικήσας μάχῃ Κλεομένην τὸν βασιλέα τῶν Λακεδαιμονίων ἐγκρατὴς ἐγένετο καὶ τῆς Σπάρτης, [9] αὐτός τ᾽ ὢν κύριος ὃ βούλοιτο χρῆσθαι καὶ τῇ πόλει καὶ τοῖς ἐμπολιτευομένοις, τοσοῦτον ἀπεῖχε τοῦ κακῶς ποιεῖν τοὺς γεγονότας ὑποχειρίους ὡς ἐκ τῶν ἐναντίων ἀποδοὺς τὸ πάτριον πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίστων ἀγαθῶν αἴτιος γενόμενος καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν Λακεδαιμονίοις, οὕτως εἰς τὴν οἰκείαν ἀπηλλάγη. [10] τοιγαροῦν οὐ μόνον ἐκρίθη παρ᾽ αὐτὸν τὸν καιρὸν εὐεργέτης, ἀλλὰ καὶ μεταλλάξας σωτήρ, οὐδὲ παρὰ μόνοις Λακεδαιμονίοις, ἀλλὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἀθανάτου τέτευχε τιμῆς καὶ δόξης ἐπὶ

  9. Up to this point everything was right and fair by the laws of war; but I do not know how to characterise their next proceedings. For remembering what the Aetolians had done at Dium and Dodona, they burnt the colonnades, and destroyed what were left of the dedicated offerings, some of which were of costly material, and had been elaborated with great skill and expense. And they were not content with destroying the roofs of these buildings with fire, they levelled them to their foundations; and threw down all the statues, which numbered no less than two thousand; and many of them they broke to pieces, sparing only those that were inscribed with the names or figures of gods. Such they did abstain from injuring. On the walls also they wrote the celebrated line composed by Samus, the son of Chrysogonus, a foster-brother of the king, whose genius was then beginning to manifest itself. The line was th
is —

  “Seest thou the path the bolt divine has sped?”

  And in fact the king and his staff were fully convinced that, in thus acting, they were obeying the dictates of right and justice, by retaliating upon the Aetolians with the same impious outrages as they had themselves committed at Dium. But I am clearly of an opposite opinion. And the readiest argument, to prove the correctness of my view, may be drawn from the history of this same royal family of Macedonia.

  For when Antigonus, by his victory in a pitched battle over Cleomenes the King of the Lacedaemonians, had become master of Sparta, and had it absolutely in his own power to treat the town and its citizens as he chose, he was so far from doing any injury to those who had thus fallen into his hands, that he did not return to his own country until he had bestowed upon the Lacedaemonians, collectively and individually, some benefits of the utmost importance. The consequence was that he was honoured at the time with the title of “Benefactor,” and after his death with that of “Preserver”; and not only among the Lacedaemonians, but among the Greeks generally, has obtained undying honour and glory.

 

‹ Prev