Book Read Free

Delphi Complete Works of Polybius

Page 458

by Polybius


  [1] τρεψάμενος ἐπεστρατοπέδευσε τοῖς στενοῖς. προσδεξάμενος δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐνταῦθα, καὶ παρακαλέσας τὰ πρέποντα ταῖς προκειμέναις ἐπιβολαῖς, μετὰ ταῦτα προήγαγε μετὰ πάσης τῆς δυνάμεως, εὐθαρσὴς καὶ μετέωρος ὢν πρὸς τὰς ὑπογραφομένας ἐλπίδας. [2] ἀπαντησάντων δὲ τῶν περὶ τὸν Θεόδοτον καὶ Παναίτωλον αὐτῷ καὶ τῶν ἅμα τούτοις φίλων, ἀποδεξάμενος τούτους φιλανθρώπως παρέλαβε τήν τε Τύρον καὶ Πτολεμαΐδα καὶ τὰς ἐν ταύταις παρασκευάς, ἐν αἷς ἦν καὶ πλοῖα τετταράκοντα: [3] τούτων κατάφρακτα μὲν εἴκοσι διαφέροντα ταῖς κατασκευαῖς, ἐν οἷς οὐδὲν ἔλαττον ἦν τετρήρους, τὰ δὲ λοιπὰ τριήρεις καὶ δίκροτα καὶ κέλητες. ταῦτα μὲν οὖν Διογνήτῳ παρέδωκε τῷ ναυάρχῳ: [4] προσπεσόντος δ᾽ αὐτῷ τὸν μὲν Πτολεμαῖον εἰς Μέμφιν ἐξεληλυθέναι, τὰς δὲ δυνάμεις ἡθροῖσθαι πάσας εἰς Πηλούσιον καὶ τάς τε διώρυχας ἀναστομοῦν καὶ τὰ πότιμα τῶν ὑδάτων ἐμφράττειν, [5] τῆς μὲν ἐπὶ τὸ Πηλούσιον ἐπιβολῆς ἀπέστη, τὰς δὲ πόλεις ἐπιπορευόμενος ἐπειρᾶτο τὰς μὲν βίᾳ, τὰς δὲ πειθοῖ, πρὸς αὑτὸν ἐπάγεσθαι. [6] τῶν δὲ πόλεων αἱ μὲν ἐλαφραὶ καταπεπληγμέναι τὴν ἔφοδον αὐτοῦ προσετίθεντο: αἱ δὲ πιστεύουσαι ταῖς παρασκευαῖς καὶ ταῖς ὀχυρότησι τῶν τόπων ὑπέμενον: ἃς ἠναγκάζετο προσκαθεζόμενος πολιορκεῖν καὶ κατατρίβειν τοὺς χρόνους. [7] οἱ δὲ περὶ τὸν Πτολεμαῖον τοῦ μὲν ἐκ χειρὸς βοηθεῖν τοῖς σφετέροις πράγμασιν, ὅπερ ἦν καθῆκον, οὕτως παρεσπονδημένοι προφανῶς, οὐδ᾽ ἐπιβολὴν εἶχον διὰ τὴν ἀδυναμίαν: [8] ἐπὶ τοσοῦτον γὰρ αὐτοῖς ὠλιγώρητο πάντα τὰ κατὰ τὰς πολεμικὰς

  62. There he awaited the coming up of the remainder of his forces, and, after addressing them in words befitting the occasion, continued his advance with his entire army, full of courage and with high hopes of success. When Theodotus and Panaetolus met him with their partisans he received them graciously, and took over from them Tyre and Ptolemais, and the war material which those cities contained. Part of this consisted of forty vessels, of which twenty were decked and splendidly equipped, and none with less than four banks of oars; the other twenty were made up of triremes, biremes, and cutters. These he handed over to the care of the Navarch Diognetus; and being informed that Ptolemy had come out against him, and had reached Memphis, and that all his forces were collected at Pelusium, and were opening the sluices, and filling up the wells of drinking water, he abandoned the idea of attacking Pelusium; but making a progress through the several cities, endeavoured to win them over by force or persuasion to his authority. Some of the less-fortified cities were overawed at his approach and made no difficulty about submitting, but others trusting to their fortifications or the strength of their situations held out; and to these he was forced to lay regular siege and so wasted a considerable time.

  Though treated with such flagrant perfidy, the character of Ptolemy was so feeble, and his neglect of all military preparations had been so great, that the idea of protecting his rights with the sword, which was his most obvious duty, never occurred to him.

  [1] παρασκευάς. λοιπὸν δὲ συνεδρεύσαντες οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον, οἱ τότε προεστῶτες τῆς βασιλείας, ἐκ τῶν ἐνδεχομένων τὸ δυνατὸν ἔλαβον πρὸς τὸ παρόν. [2] ἐβουλεύσαντο γὰρ γίνεσθαι μὲν περὶ τὴν τοῦ πολέμου παρασκευήν, ἐν δὲ τῷ μεταξὺ διαπρεσβευόμενοι κατεκλύειν τὸν Ἀντίοχον, συνεργοῦντες κατὰ τὴν ἔμφασιν τῇ προϋπαρχούσῃ περὶ αὐτὸν ὑπὲρ τοῦ Πτολεμαίου διαλήψει: [3] αὕτη δ᾽ ἦν ὡς πολεμεῖν μὲν οὐκ ἂν τολμήσαντος, διὰ λόγου δὲ καὶ τῶν φίλων διδάξοντος καὶ πείσοντος αὐτὸν ἀποστῆναι τῶν κατὰ Κοίλην Συρίαν τόπων. [4] κριθέντων δὲ τούτων οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον ἐπὶ τοῦτο τὸ μέρος ταχθέντες ἐξέπεμπον ἐπιμελῶς τὰς πρεσβείας πρὸς τὸν Ἀντίοχον. [5] ἅμα δὲ διαπεμψάμενοι πρός τε Ῥοδίους καὶ Βυζαντίους καὶ Κυζικηνούς, σὺν δὲ τούτοις Αἰτωλούς, ἐπεσπάσαντο πρεσβείας ἐπὶ τὰς διαλύσεις. [6] αἳ καὶ παραγενόμεναι μεγάλας αὐτοῖς ἔδοσαν ἀφορμάς, διαπρεσβευόμεναι πρὸς ἀμφοτέρους τοὺς βασιλεῖς, εἰς τὸ λαβεῖν ἀναστροφὴν καὶ χρόνον πρὸς τὰς τοῦ πολέμου παρασκευάς. [7] ταύταις τε δὴ κατὰ τὸ συνεχὲς ἐχρημάτιζον ἐν τῇ Μέμφει προκαθήμενοι, παραπλησίως δὲ καὶ τὰς παρὰ τῶν περὶ τὸν Ἀντίοχον ἀπεδέχοντο, φιλανθρώπως ποιούμενοι τὰς ἀπαντήσεις. [8] ἀνεκαλοῦντο δὲ καὶ συνήθροιζον εἰς τὴν Ἀλεξάνδρειαν τοὺς μισθοφόρους τοὺς ἐν ταῖς ἔξω πόλεσιν ὑπ᾽ αὐτῶν μισθοδοτουμένους. [9] ἐξαπέστελλον δὲ καὶ ξενολόγους καὶ παρεσκεύαζον τοῖς προϋπάρχουσι καὶ τοῖς παραγινομένοις τὰς σιταρχίας. [10] ὡσαύτως δὲ καὶ περὶ τὴν λοιπὴν ἐγίνοντο παρασκευήν, ἀνὰ μέρος καὶ συνεχῶς διατρέχοντες εἰς τὴν Ἀλεξάνδρειαν, ἵνα μηδὲν ἐλλίπῃ τῶν χορηγιῶν πρὸς τὰς προκειμένας ἐπιβολάς. [11] τὴν δὲ περὶ τὰ ὅπλα κατασκευὴν καὶ τὴν τῶν ἀνδρῶν ἐκλογὴν καὶ διαίρεσιν Ἐχεκράτει τῷ Θετταλῷ καὶ Φοξίδᾳ τῷ Μελιταιεῖ παρέδοσαν, [12] ἅμα δὲ τούτοις Εὐρυλόχῳ τῷ Μάγνητι καὶ Σωκράτει τῷ Βοιωτίῳ: σὺν οἷς ἦν καὶ Κνωπίας Ἀλλαριώτης. [13] εὐκαιρότατα γὰρ δὴ τούτων ἐπελάβοντο τῶν ἀνδρῶν, οἵτινες ἔτι Δημητρίῳ καὶ Ἀντιγόνῳ συστρατευόμενοι κατὰ ποσὸν ἔννοιαν εἶχον τῆς ἀληθείας καὶ καθόλου τῆς ἐν τοῖς ὑπαίθροις χρείας. [14] οὗτοι δὲ παραλαβόντες τὸ πλῆθος ἐνδεχομένως ἐχείριζον καὶ στρατιωτικῶς.

  63. Agathocles and Sosibius, however, the leading ministers in the kingdom at that time, took counsel together and did the best they could with the means at their disposal, in view of the existing crisis. They resolved to devote themselves to the preparations for war; and, meanwhile, by embassies to try to retard the advance of Antiochus: pretending to confirm him in the opinion he originally entertained about Ptolemy, namely, that he would not venture to fight, but would trust to negotiations, and the interposition of common friends, to induce him to evacuate Coele-Syr
ia. Having determined upon this policy, Agathocles and Sosibius, to whom the whole business was entrusted, lost no time in sending their ambassadors to Antiochus: and at the same time they sent messages to Rhodes, Byzantium, and Cyzicus, not omitting the Aetolians, inviting them to send commissioners to discuss the terms of a treaty. The commissioners duly arrived, and by occupying the time with going backwards and forwards between the two kings, abundantly secured to these statesmen the two things which they wanted, — delay, and time to make their preparations for war. They fixed their residence at Memphis and there carried on these negotiations continuously. Nor were they less attentive to the ambassadors from Antiochus, whom they received with every mark of courtesy and kindness. But meanwhile they were calling up and collecting at Alexandria the mercenaries whom they had on service in towns outside Egypt; were despatching men to recruit foreign soldiers; and were collecting provisions both for the troops they already possessed, and for those that were coming in. No less active were they in every other department of the military preparations. They took turns in going on rapid and frequent visits to Alexandria, to see that the supplies should in no point be inadequate to the undertaking before them. The manufacture of arms, the selection of men, and their division into companies, they committed to the care of Echecrates of Thessaly and Phoxidas of Melita. With these they associated Eurylochus of Magnesia, and Socrates of Boeotia, who were also joined by Cnopias of Allaria. By the greatest good fortune they had got hold of these officers, who, while serving with Demetrius and Antigonus, had acquired some experience of real war and actual service in the field. Accordingly they took command of the assembled troops, and made the best of them by giving them the training of soldiers.

  [1] πρῶτον μὲν γὰρ κατὰ γένη καὶ καθ᾽ ἡλικίαν διελόντες ἀνέδοσαν ἑκάστοις τοὺς ἐπιτηδείους καθοπλισμούς, ὀλιγωρήσαντες τῶν πρότερον αὐτοῖς ὑπαρχόντων: [2] μετὰ δὲ ταῦτα συνέταξαν οἰκείως πρὸς τὴν παροῦσαν χρείαν, λύσαντες τὰ συστήματα καὶ τὰς ἐκ τῶν πρότερον ὀψωνιασμῶν καταγραφάς: [3] ἑξῆς δὲ τούτοις ἐγύμναζον, συνήθεις ἑκάστους ποιοῦντες οὐ μόνον τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ ταῖς οἰκείαις τῶν καθοπλισμῶν κινήσεσιν. [4] ἐποιοῦντο δὲ καὶ συναγωγὰς ἐπὶ τῶν ὅπλων καὶ παρακλήσεις, ἐν αἷς μεγίστην παρείχοντο χρείαν Ἀνδρόμαχος Ἀσπένδιος καὶ Πολυκράτης Ἀργεῖος, [5] προσφάτως μὲν ἐκ τῆς Ἑλλάδος διαβεβηκότες, συνήθεις δ᾽ ἀκμὴν ὄντες ταῖς Ἑλληνικαῖς ὁρμαῖς καὶ ταῖς ἑκάστων ἐπινοίαις, πρὸς δὲ τούτοις ἐπιφανεῖς ὑπάρχοντες ταῖς τε πατρίσι καὶ τοῖς βίοις, [6] Πολυκράτης δὲ καὶ μᾶλλον διά τε τὴν τῆς οἰκίας ἀρχαιότητα καὶ διὰ τὴν Μνασιάδου τοῦ πατρὸς δόξαν ἐκ τῆς ἀθλήσεως. [7] οἳ καὶ κατ᾽ ἰδίαν καὶ κοινῇ παρακαλοῦντες ὁρμὴν καὶ προθυμίαν ἐνειργάσαντο τοῖς ἀνθρώποις πρὸς τὸν μέλλοντα κίν

  64. Their first measure was to divide them according to their country and age, and to assign to each division its appropriate arms, taking no account of what they had borne before. Next they broke up their battalions and muster-rolls, which had been formed on the basis of their old system of pay, and formed them into companies adapted to the immediate purpose. Having effected this they began to drill the men; habituating them severally not only to obey the words of command, but also to the proper management of their weapons. They also frequently summoned general meetings at headquarters, and delivered speeches to the men. The most useful in this respect were Andromachus of Aspendus and Polycrates of Argos; because they had recently crossed from Greece, and were still thoroughly imbued with the Greek spirit, and the military ideas prevalent in the several states. Moreover, they were illustrious on the score of their private wealth, as well as on that of their respective countries; to which advantages Polycrates added those of an ancient family, and of the reputation obtained by his father Mnasiades as an athlete. By private and public exhortations these officers inspired their men with a zeal and enthusiasm for the struggle which awaited them.

  [1] δυνον. εἶχον δὲ καὶ τὰς ἡγεμονίας ἕκαστοι τῶν προειρημένων ἀνδρῶν οἰκείας ταῖς ἰδίαις ἐμπειρίαις. [2] Εὐρύλοχος μὲν γὰρ ὁ Μάγνης ἡγεῖτο σχεδὸν ἀνδρῶν τρισχιλίων τοῦ καλουμένου παρὰ τοῖς βασιλεῦσιν ἀγήματος, Σωκράτης δ᾽ ὁ Βοιώτιος πελταστὰς ὑφ᾽ αὑτὸν εἶχε δισχιλίους. [3] ὁ δ᾽ Ἀχαιὸς Φοξίδας καὶ Πτολεμαῖος ὁ Θρασέου, σὺν δὲ τούτοις Ἀνδρόμαχος [ὁ] Ἀσπένδιος, συνεγύμναζον μὲν ἐπὶ ταὐτὸ τὴν φάλαγγα καὶ τοὺς μισθοφόρους Ἕλληνας, [4] ἡγοῦντο δὲ τῆς μὲν φάλαγγος Ἀνδρόμαχος καὶ Πτολεμαῖος, τῶν δὲ μισθοφόρων Φοξίδας, οὔσης τῆς μὲν φάλαγγος εἰς δισμυρίους καὶ πεντακισχιλίους, τῶν δὲ μισθοφόρων εἰς ὀκτακισχιλίους. [5] τοὺς δ᾽ ἱππεῖς τοὺς μὲν περὶ τὴν αὐλήν, ὄντας εἰς ἑπτακοσίους, Πολυκράτης παρεσκεύαζε καὶ τοὺς ἀπὸ Λιβύης, ἔτι δὲ καὶ τοὺς ἐγχωρίους: καὶ τούτων αὐτὸς ἡγεῖτο πάντων, περὶ τρισχιλίους ὄντων τὸν ἀριθμόν. [6] τούς γε μὴν ἀπὸ τῆς Ἑλλάδος καὶ πᾶν τὸ τῶν μισθοφόρων ἱππέων πλῆθος Ἐχεκράτης ὁ Θετταλὸς διαφερόντως ἀσκήσας, ὄντας εἰς δισχιλίους, μεγίστην ἐπ᾽ αὐτοῦ τοῦ κινδύνου παρέσχετο χρείαν. [7] οὐδενὸς δ᾽ ἧττον ἔσπευδε περὶ τοὺς ὑφ᾽ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισχιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφ᾽ ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον. [8] καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρόπον, ἐφ᾽ ὧν ἦν Ἀμμώνιος ὁ Βαρκαῖος. [9] τὸ δὲ τῶν Αἰγυπτίων πλῆθος ἦν μὲν εἰς δισμυρίους φαλαγγίτας, ὑπετάττετο δὲ Σωσιβίῳ. [10] συνήχθη δὲ καὶ Θρᾳκῶν καὶ Γαλατῶν πλῆθος, ἐκ μὲν τῶν κατοίκων καὶ τῶν ἐπιγόνων εἰς τετρακισχιλίους, οἱ δὲ προσφάτως ἐπισυναχθέντες ἦσαν εἰς δισχιλίους, ὧν ἡγεῖτο Διονύσιος ὁ Θρᾷξ. [11] ἡ μὲν οὖν Πτολεμαίῳ παρασκευαζομένη δύναμις τῷ τε πλήθει καὶ ταῖς διαφοραῖς τοσαύτη καὶ

  65. All these officers, too, had commands in the army suited to their particular accomplishments. Eurylochus of Magnesia commanded about three thousand men of what were called in the royal armies the Agema, or Guard; Socrates of Boeotia had two thousand light-armed troops under him; while the Achaean Phoxidas, and Ptolemy the son of Thraseas, and Andromachus of Aspendus were associated in the duty of drilling the phalanx and the mercenary Greek soldiers on the same ground, — Andromachus and Ptolemy commanding the phalanx, Phoxidas the mercenaries; of which the numbers were respectively twenty-five thousand an
d eight thousand. The cavalry, again, attached to the court, amounting to seven hundred, as well as that which was obtained from Lybia or enlisted in the country, were being trained by Polycrates, and were under his personal command: amounting in all to about three thousand men. In the actual campaign the most effective service was performed by Echecrates of Thessaly, by whom the Greek cavalry, which, with the whole body of mercenary cavalry, amounted to two thousand men, was splendidly trained. No one took more pains with the men under his command than Cnopias of Allaria. He commanded all the Cretans, who numbered three thousand, and among them a thousand Neo-Cretans, over whom he had set Philo of Cnossus. They also armed three thousand Libyans in the Macedonian fashion, who were commanded by Ammonius of Barce. The Egyptians themselves supplied twenty thousand soldiers to the phalanx, and were under the command of Sosibius. A body of Thracians and Gauls was also enrolled, four thousand being taken from settlers in the country and their descendants, while two thousand had been recently enlisted and brought over: and these were under the command of Dionysius of Thrace. Such in its numbers, and in the variety of the elements of which it was composed, was the force which was being got ready for Ptolemy.

 

‹ Prev