Book Read Free

Complete Works of Theocritus

Page 40

by Theocritus


  ἡμένῳ ἐν χώρῳ: περὶ δὲ θρύα πολλὰ πεφύκει, 40

  κυάνεόν τε χελιδόνιον χλωρόν τ᾽ ἀδίαντον

  καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.

  ὕδατι δ᾽ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,

  νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,

  Εὐνείκα καὶ Μαλὶς ἔαρ θ᾽ ὁρόωσα Νύχεια, 45

  ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν

  βάψαι ἐπειγόμενος, ταὶ δ᾽ ἐν χερὶ πᾶσαι ἔφυσαν:

  πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν

  ᾿Αργείῳ ἐπὶ παιδί: κατήριπε δ᾽ ἐς μέλαν ὕδωρ

  ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ᾽ οὐρανοῦ ἤριπεν ἀστὴρ 50

  ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις:

  ‘κουφότερ᾽ ὦ παῖδες ποιεῖσθ᾽ ὅπλα: πνευστικὸς οὖρος.’

  νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι

  δακρυόεντ᾽ ἀγανοῖσι παρεψύχοντ᾽ ἐπέεσσιν.

  ᾿Αμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ 55

  ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα

  καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.

  τρὶς μὲν ῞Υλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός:

  τρὶς δ᾽ ἄρ᾽ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δ᾽ ἵκετο φωνὰ

  ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω. 60

  ὡς δ᾽ ὁπότ᾽ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†,

  νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς

  ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα:

  ῾Ηρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις

  παῖδα ποθῶν δεδόνητο, πολὺν δ᾽ ἐπελάμβανε χῶρον.

  σχέτλιοι οἱ φιλέοντες: ἀλώμενος ὅσσ᾽ ἐμόγησεν

  οὔρεα καὶ δρυμούς, τὰ δ᾽ ᾿Ιήσονος ὕστερα πάντ᾽ ἦς.

  ναῦς γέμεν ἄρμεν᾽ ἔχοισα μετάρσια τῶν παρεόντων,

  ἱστία δ᾽ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον

  ῾Ηρακλῆα μένοντες. ὁ δ᾽ ᾇ πόδες ἆγον ἐχώρει 70

  μαινόμενος: χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.

  οὕτω μὲν κάλλιστος ῞Υλας μακάρων ἀμιθρεῖται:

  ῾Ηρακλέην δ᾽ ἥρωες ἐκερτόμεον λιποναύταν,

  οὕνεκεν ἠρώησε τριακοντάζυγον ᾿Αργώ,

  πεζᾷ δ᾽ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν. 75

  IDYLL XIV. Κυνίσκας Ἔρως ἢ Θυώνιχος.

  Αἰσχίνης

  χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.

  Θυώνιχος

  ἀλλὰ τὺ ταὐτά,

  Αἰσχίνα.

  Αἰσχίνης

  ὡς χρόνιος.

  Θυώνιχος

  χρόνιος; τί δέ τοι τὸ μέλημα;

  Αἰσχίνης

  πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.

  Θυώνιχος

  ταῦτ᾽ ἄρα λεπτός,

  χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.

  τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,

  ὠχρὸς κἀνυπόδητος: ᾿Αθηναῖος δ᾽ ἔφατ᾽ ἦμεν.

  ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.

  Αἰσχίνης

  παίσδεις ὦγάθ᾽ ἔχων: ἐμὲ δ᾽ ἁ χαρίεσσα Κυνίσκα

  ὑβρίσδει: λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.

  Θυώνιχος

  τοιοῦτος μὲν ἀεὶ τὺ φίλ᾽ Αἰσχίνα, ἁσυχᾷ ὀξύς, 10

  πάντ᾽ ἐθέλων κατὰ καιρόν: ὅμως δ᾽ εἶπον, τί τὸ καινόν.

  Αἰσχίνης

  ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας

  ̂̓Απις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας

  ἐν χώρῳ παρ᾽ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς

  θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς 15

  εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.

  βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς.

  ἤδη δὲ προϊόντος, ἔδοξ᾽ ἐπιχεῖσθαι ἄκρατον

  ὧτινος ἤθελ᾽ ἕκαστος: ἔδει μόνον ὧτινος εἰπεῖν.

  ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο: 20

  ἁ δ᾽ οὐδὲν παρεόντος ἐμεῦ. τίν᾽ ἔχειν με δοκεῖς νοῦν;

  ‘οὐ φθεγξῇ; λύκον εἶδες:’ ἔπαιξέ τις. ‘῾ς σοφός’ εἶπε,

  κἠφᾶπτ᾽: εὐμαρέως κεν ἀπ᾽ αὐτᾶς καὶ λύχνον ἇψας.

  ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,

  εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν. 25

  τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.

  χἁμῖν τοῦτο δι᾽ ὠτὸς ἔγεντό ποθ᾽ ἁσυχᾷ οὑτῶς:

  οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.

  ἤδη δ᾽ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,

  χὡ Λαρισαῖος ‘τὸν ἐμὸν Λύκον’ ᾆδεν ἀπ᾽ ἀρχᾶς, 30

  Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες: ἁ δὲ Κυνίσκα

  ἔκλαι᾽ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ

  παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.

  τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας

  ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως 35

  ἔξω ἀπῴχετο θᾶσσον. ‘ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;

  ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα

  θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.’

  μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν

  ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν: 40

  ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα

  ἰθὺ δι᾽ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον.

  αἶνός θην λέγεταί τις: ἔβα τάχα ταῦρος ἀν᾽
ὕλαν.

  εἴκατι: ταὶ δ᾽ ὀκτώ, ταὶ δ᾽ ἐννέα, ταὶ δὲ δέκ᾽ ἄλλαι,

  σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες, 45

  ἐξ ὧ ἀπ᾽ ἀλλάλων. οὐδ᾽ εἰ Θρᾳκιστὶ κέκαρμαι,

  οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται.

  ἄμμες δ᾽ οὔτε λόγω τινὸς ἄξιοι οὔτ᾽ ἀριθμητοί,

  δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.

  κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι. 50

  νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας.

  χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,

  οὐκ οἶδα. πλὰν Σῖμος ὁ τᾶς ᾿Επιχάλκω ἐρασθεὶς

  ἐκπλεύσας ὑγιὴς ἐπανῆλθ᾽, ἐμὸς ἁλικιώτας.

  πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος 55

  οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας.

  Θυώνιχος

  ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις

  Αἰσχίνα. εἰ δ᾽ οὑτῶς ἄρα τοι δοκεῖ ὥστ᾽ ἀποδαμεῖν,

  μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος,

  Αἰσχίνης

  τἄλλα δ᾽ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος; 60

  Θυώνιχος

  εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,

  εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ᾽ ἔτι μᾶλλον,

  πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων

  οἷα χρὴ βασιλῆ᾽: αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ

  Αἰσχίνα. ὥστ᾽ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει 65

  λῶπος ἄκρον περονᾶσθαι, ἐπ᾽ ἀμφοτέροις δὲ βεβακὼς

  τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,

  ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα

  πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει

  λευκαίνων ὁ χρόνος: ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. 70

  IDYLL XV. Συρακούσιαι ἢ Αδωνιάζουσαι

  Γοργώ

  ῎Ενδοι Πραξινόα;

  Πραχινόα

  Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι.

  θαῦμ᾽ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ.

  ἔμβαλε καὶ ποτίκρανον.

  Γοργώ

  ἔχει κάλλιστα.

  Πραχινόα

  καθίζευ.

  Γοργώ

  ὢ τᾶς ἀλεμάτω ψυχᾶς: μόλις ὔμμιν ἐσώθην

  Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων. 5

  παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες:

  ἁ δ᾽ ὁδὸς ἄτρυτος: τὺ δ᾽ ἑκαστάτω ὅσσον ἀποικεῖς.

  Πραχινόα

  ταῦθ᾽ ὁ πάραρος τῆνος ἐπ᾽ ἔσχατα γᾶς ἔλαβ᾽ ἐνθὼν

  ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες

  ἀλλάλαις, ποτ᾽ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. 10

  Γοργώ

  μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα,

  τῶ μικκῶ παρεόντος: ὅρη γύναι, ὡς ποθορῇ τυ.

  θάρσει Ζωπυρίων, γλυκερὸν τέκος: οὐ λέγει ἀπφῦν.

  Πραχινόα

  αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.

  Γοργώ

  καλὸς ἀπφῦς.

  Πραχινόα

  ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην 15

  πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων

  ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.

  Γοργώ

  χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας:

  ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,

  πέντε πόκως ἔλαβ᾽ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ᾽ ἔργῳ. 20

  ἀλλ᾽ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.

  βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω

  θασόμεναι τὸν ῎Αδωνιν: ἀκούω χρῆμα καλόν τι

  κοσμεῖν τὰν βασίλισσαν.

  Πραχινόα

  ἐν ὀλβίω ὄλβια πάντα.

  Γοργώ

  ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι. 25

  ἕρπειν ὥρα κ᾽ εἴη.

  Πραχινόα

  ἀεργοῖς αἰὲν ἑορτά.

  Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε

  θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν:

  κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ.

  ἁ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε.

  ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;

  παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.

  ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρ᾽ αὐτάν.

  Γοργώ

  Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα

  τοῦτο πρέπει: λέγε μοι, πόσσω κατέβα τοι ἀφ᾽ ἱστῶ;

  Πραχινόα

  μὴ μνάσῃς Γοργοῖ: πλέον ἀργυρίω καθαρῶ μνᾶν

  ἢ δύο: τοῖς δ᾽ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.

  Γοργώ

  ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.

  Πραχινόα

  τοῦτο κάλ᾽ εἶπες.

  τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον

  ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος.

  δάκρυ᾽, ὅσσα θέλεις, χωλὸν δ᾽ οὐ δεῖ τυ γενέσθαι.

  ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,

  τὰν κύν᾽ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον. —

  ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι

  χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι. 45

  πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα,

  ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκ̣̣ν: οὐδεὶς κα�
�οεργὸς

  δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,

  οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,

  ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. 50

  ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ

  ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.

  ὀρθὸς ἀνέστα ὁ πυρρός: ἴδ᾽ ὡς ἄγριος. κυνοθαρσὴς

  Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.

  ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον. 55

  Γοργώ

  θάρσει Πραξινόα: καὶ δὴ γεγενήμεθ᾽ ὄπισθεν,

  τοὶ δ᾽ ἔβαν ἐς χώραν.

  Πραχινόα

  καὐτὰ συναγείρομαι ἤδη.

  ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω

  ἐκ παιδός. σπεύδωμες: ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.

  Γοργώ

  ἐξ αὐλᾶς ὦ μᾶτερ; 60

  Γραῦς

  ἐγὼν ὦ τέκνα.

  Γοργώ

  παρενθεῖν

  εὐμαρές;

  Γραῦς

  ἐς Τροίαν πειρώμενοι ἦνθον ᾿Αχαιοί,

  καλλίστα παίδων: πείρᾳ θην πάντα τελεῖται.

  Γοργώ

  χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.

  Πραχινόα

  πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθ᾽ ῞Ηρην.

  Γοργώ

  θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος. 65

  Πραχινόα

  θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι: λάβε καὶ τὺ

  Εὐνόα Εὐτυχίδος: πότεχ᾽ αὐτᾷ, μή τι πλαναθῇς.

  πᾶσαι ἅμ᾽ εἰσένθωμες: ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.

  οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη

  ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο 70

 

‹ Prev