Book Read Free

Complete Works of Theocritus

Page 43

by Theocritus

δάκτυλα πάνθ᾽ ὑπένυξεν. ὁ δ᾽ ἄλγεε καὶ χέρ᾽ ἐφύση

  καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δ᾽ ᾿Αφροδίτᾳ

  δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν 5

  θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.

  χἁ μάτηρ γελάσασα: τί δ᾽; οὐκ ἴσος ἐσσὶ μελίσσαις;

  ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.

  IDYLL XX. Βουκολίσκος

  Εὐνείκα μ᾽ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,

  καί μ᾽ ἐπικερτομέοισα τάδ᾽ ἔννεπεν: ‘ἔρρ᾽ ἀπ᾽ ἐμεῖο.

  βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα

  ἀγροίκως φιλέειν, ἀλλ᾽ ἀστικὰ χείλεα θλίβειν.

  μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδ᾽ ἐν ὀνείροις. 5

  οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,

  ὡς τρυφέρ᾽ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις:

  ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.

  χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,

  καὶ κακὸν ἐξόσδεις. ἀπ᾽ ἐμεῦ φύγε, μή με μολύνῃς.’ 10

  τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,

  καί μ᾽ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε

  χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,

  καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς

  καὶ σοβαρόν μ᾽ ἐγέλαξεν. ἐμοὶ δ᾽ ἄφαρ ἔζεσεν αἷμα, 15

  καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.

  χἁ μὲν ἔβα με λιποῖσα: φέρω δ᾽ ὑποκάρδιον ὀργάν,

  ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθ᾽ ἑταίρα.

  ποιμένες, εἴπατέ μοι τὸ κρήγυον: οὐ καλὸς ἐμμί;

  ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε; 20

  καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος

  ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δ᾽ ἐπύκαζεν ὑπήναν,

  χαῖται δ᾽ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,

  καὶ λευκὸν τὸ μέτωπον ἐπ᾽ ὀφρύσι λάμπε μελαίναις:

  ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν ᾿Αθάνας, 25

  καὶ στόμα δ᾽ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ

  ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.

  ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,

  κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.

  καὶ πᾶσαι καλόν με κατ᾽ ὤρεα φαντὶ γυναῖκες, 30

  καὶ πᾶσαί με φιλεῦντι: τὰ δ᾽ ἀστικά μ᾽ οὐκ ἐφίλασεν,

  ἀλλ᾽ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτ᾽ ἀκούει,

  ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν:

  οὐκ ἔγνω δ᾽, ὅτι Κύπρις ἐπ᾽ ἀνέρι μήνατο βούτᾳ

  καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν ῎Αδωνιν 35

  ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.

  ᾿Ενδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα

  βουκολέοντα φίλασεν, ἀπ᾽ Οὐλύμπω δὲ μολοῖσα

  λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε.

  καὶ τὺ ῾Ρέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ 40

  ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;

  Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,

  ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.

  μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατ᾽ ἄστυ

  μήτ᾽ ἐν ὄρει φιλέοις, μούνη δ᾽ ἀνὰ νύκτα καθεύδοις.

  IDYLL XXI. ἁλιεῖς

  ῾Α πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,

  αὐτὰ τῶ μόχθοιο διδάσκαλος: οὐδὲ γὰρ εὕδειν

  ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.

  κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον

  αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι. 5

  ᾿Ιχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,

  στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,

  κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ: ἐγγύθι δ᾽ αὐτοῖν

  κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,

  τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα 10

  ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,

  μήρινθοι κώπα τε γέρων τ᾽ ἐπ᾽ ἐρείσμασι λέμβος:

  νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τ᾽ ἐπί σφι

  οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.

  οὐδεὶς δ᾽ οὐ σισύραν εἶχ᾽ οὐ λίνα: πάντα περισσά, 15

  πάντ᾽ ἐδόκει τήνοις: ἁ γὰρ πενία σφας ἔτειρε

  οὐδεὶς δ᾽ ἐν μέσσῳ γείτων: πενίᾳ δὲ παρ᾽ αὐτὰν

  θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.

  κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,

  τοὺς δ᾽ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ 20

  ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.

  Ἀσφαλίων

  ψεύδοντ᾽ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον

  τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.

  ἤδη μυρί᾽ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.

  μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δ᾽ αἱ νύκτες ἔχοντι. 25

  Ἑταῖρος

  ᾿Ασφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸς

  αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον: ἀλλὰ τὸν ὕπνον

  ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.

  Ἀσφαλίων

  ἆρ᾽ ἔμαθες κρίνειν πόκ᾽ ἐνύπ�
�ια; χρηστὰ γὰρ εἶδον.

  οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον. 30

  ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.

  ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος

  ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρ᾽ ᾧ νοῦς.

  ἄλλως καὶ σχολά ἐστι: τί γὰρ ποιεῖν ἂν ἔχοι τις

  κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, 35

  ἀλλ᾽ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ:

  φαντὶ γὰρ ἀγρυπνίαν τόδ᾽ ἔχειν.

  Ἑταῖρος

  λέγε μοί ποτε νυκτὸς

  ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.

  Ἀσφαλίων

  δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν

  (οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ, 40

  εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθ᾽), εἶδον ἐμαυτὸν

  ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δ᾽ ἐδόκευον

  ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.

  καί τις τῶν τραφερῶν ὠρέξατο: καὶ γὰρ ἐν ὕπνοις

  πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών. 45

  χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα,

  τὸν κάλαμον δ᾽ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον

  τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα,

  πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.

  εἶθ᾽ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμ᾽ ἔνυξα, 50

  καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.

  ἤνυσα δ᾽ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,

  παντᾷ τοι χρυσῷ πεπυκασμένον: εἶχε δὲ δεῖμα,

  μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς

  ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον ᾿Αμφιτρίτης. 55

  ἠρέμα δ᾽ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,

  μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.

  καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν,

  ὤμοσα δ᾽ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,

  ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν. 60

  ταῦτά με κἀξήγειρε, τὺ δ᾽ ὦ ξένε λοιπὸν ἔρειδε

  τὰν γνώμαν: ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.

  Ἑταῖρος

  καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας: οὐδὲ γὰρ ἰχθὺν

  χρύσεον ὡς ἴδες εὗρες, ἴσα δ᾽ ἦν ψεύδεσιν ὄψις,

  ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν,

  εἰ γάρ πᾳ κνώσσων ἔτ᾽ ἐτώσια ταῦτα ματεύσεις, 65

  μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.

  IDYLL XXII. Διόσκουροι

  ῾Υμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,

  Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν

  χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.

  ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα

  κούρης Θεστιάδος, Λακεδαιμονίους δύ᾽ ἀδελφούς, 5

  ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,

  ἵππων θ᾽ αἱματόεντα ταρασσομένων καθ᾽ ὅμιλον,

  νηῶν θ᾽, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα

  ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.

  οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα, 10

  ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου,

  ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δ᾽ ἄρα τοίχους

  ἀμφοτέρους: κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα

  εἰκῇ ἀποκλασθέντα: πολὺς δ᾽ ἐξ οὐρανοῦ ὄμβρος

  νυκτὸς ἐφερπούσης: παταγεῖ δ᾽ εὐρεῖα θάλασσα, 15

  κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.

  ἀλλ᾽ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας

  αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι:

  αἶψα δ᾽ ἀπολήγοντ᾽ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη

  ἀμπέλαγος: νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι: 20

  ἐκ δ᾽ ἄρκτοι τ᾽ ἐφάνησαν, ὄνων τ᾽ ἀνὰ μέσσον ἀμαυρὴ

  φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.

  ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,

  ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί:

  Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομ᾽ ἀείδειν; 25

  ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.

  ῾Η μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας

  ᾿Αργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου

  Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.

  ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ 30

  τοίχων ἄνδρες ἔβαινον ᾿Ιησονίης ἀπὸ νηός.

  ἐκβάντες δ᾽ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν

  εὐνάς τ᾽ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.

  Κάστωρ δ᾽ αἰολόπωλος ὅ τ᾽ οἰνωπὸς Πολυδεύκης

  ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, 35

  παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.

  εὗρον δ᾽ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ

  ὕδατι πεπληθυῖαν ἀκηράτῳ: αἱ δ᾽ ὑπένερθεν

  λάλλαι κρυστάλλῳ ἠδ᾽ ἀργύρῳ ἰνδάλλοντο

  ἐκ βυθοῦ: ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι 40

  λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,

  ἄνθεά τ᾽ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,

  ὅσσ᾽ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.

  ἔνθα δ᾽ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,

 
; δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς:

  στήθεα δ᾽ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον

  σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.

  ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπ᾽ ὦμον

  ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων

  χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις: 50

  αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο

  ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.

  τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.

  Πολυδεύκης

  χαῖρε ξεῖν᾽, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;

  Ἄμυκος

  χαίρω πῶς, ὅτε τ᾽ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα; 55

  Πολυδεύκης

  θάρσει. μήτ᾽ ἀδίκους μήτ᾽ ἐξ ἀδίκων φάθι λεύσσειν.

  Ἄμυκος

  θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδ᾽ ἔοικεν.

  Πολυδεύκης

  ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης;

  Ἄμυκος

  τοιόσδ᾽ οἷον ὁρᾷς: τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.

  π. ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδ᾽ ἱκάνοις. 60

  Ἄμυκος

  μήτε σύ με ξείνιζε, τά τ᾽ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.

  Πολυδεύκης

  δαιμόνι᾽, οὐδ᾽ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;

  Ἄμυκος

  γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει.

  Πολυδεύκης

  ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν;

  α. εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς. 65

 

‹ Prev