Book Read Free

Complete Works of Theocritus

Page 45

by Theocritus


  ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις,

  ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.

  ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον: 35

  ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι

  τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,

  στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ

  λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν

  εἵματα καὶ κρύψόν με, τὸ δ᾽ αὖ πύματόν με φίλασον,

  κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς:

  οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.

  χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα.

  κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον: ὦ φίλε κεῖσαι.

  ἢν δὲ θέλῃς, καὶ τοῦτο: καλὸς δέ μοι ὤλεθ᾽ ἑταῖρος. 45

  γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω:

  ‘τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,

  ἀλλὰ στὰς τόδε λέξον: ἀπηνέα εἶχεν ἑταῖρον.’’

  ̂̔Ωδ᾽ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δ᾽ ἐπὶ τοίχω

  ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετ᾽ ἀπ᾽ αὐτῶν, 50

  τὰν λεπτὰν σχοινῖδα, βρόχον δ᾽ ἐνέβαλλε τραχήλῳ,

  τὰν ἕδραν δ᾽ ἐκύλισεν ὑπὲκ ποδός, ἠδ᾽ ἐκρεμάσθη

  νεκρός. ὁ δ᾽ αὖτ᾽ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν

  αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδ᾽ ἐλυγίχθη

  τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλ᾽ ἐπὶ νεκρῷ 55

  εἵματα πάντ᾽ ἐμίανεν, ἐφαβικὰ βαῖνε δ᾽ ἐς ἄθλα

  γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν,

  καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε: λαϊνέας δὲ

  ἵστατ᾽ ἀπὸ κρηπῖδος ἐς ὕδατα: τῷ δ᾽ ἐφύπερθεν

  ἅλατο καὶ τὤγαλμα, κακὸν δ᾽ ἔκτεινεν ἔφαβον: 60

  νᾶμα δ᾽ ἐφοινίχθη: παιδὸς δ᾽ ἐπενάχετο σῶμα.

  χαίρετε τοὶ φιλέοντες: ὁ γὰρ μισῶν ἐφονεύθη.

  στέργετε δ᾽ οἱ μισεῦντες: ὁ γὰρ θεὸς οἶδε δικάζειν.

  IDYLL XXIV. Ἡρακλίσκος

  ῾Ηρακλέα δεκάμηνον ἐόντα πόχ᾽ ἁ Μιδεᾶτις

  ᾿Αλκμήνα καὶ νυκτὶ νεώτερον ᾿Ιφικλῆα,

  ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,

  χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου

  ᾿Αμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. 5

  ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων:

  ‘εὕδετ᾽ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,

  εὕδετ᾽ ἐμὰ ψυχά, δύ᾽ ἀδελφεώ, εὔσοα τέκνα:

  ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.’

  ῝Ως φαμένα δίνασε σάκος μέγα: τοὺς δ᾽ ἔλαβ᾽ ὕπνος. 10

  ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος

  ᾿Ωρίωνα κατ᾽ αὐτόν, ὁ δ᾽ ἀμφαίνει μέγαν ὦμον,

  τᾶμος ἄρ᾽ αἰνὰ πέλωρα δύω πολυμήχανος ῞Ηρη

  κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας

  ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων 15

  εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος ῾Ηρακλῆα.

  τὼ δ᾽ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω

  αἱμοβόρους ἐκύλιον: ἀπ᾽ ὀφθαλμῶν δὲ κακὸν πῦρ

  ἐρχομένοις λάμπεσκε, βαρὺν δ᾽ ἐξέπτυον ἰόν.

  ἀλλ᾽ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, 20

  καὶ τότ᾽ ἄρ᾽ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,

  ᾿Αλκμήνας φίλα τέκνα, φάος δ᾽ ἀνὰ οἶκον ἐτύχθη.

  ἤτοι ὅγ᾽ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρί᾽ ἀνέγνω

  κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,

  ᾿Ιφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, 25

  φευγέμεν ὁρμαίνων: ὁ δ᾽ ἐναντίος εἴχετο χερσὶν

  ῾Ηρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,

  δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται

  οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.

  τὼ δ᾽ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα 30

  ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν:

  ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,

  δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.

  ᾿Αλκμήνα δ᾽ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα:

  ‘῎Ανσταθ᾽ ᾿Αμφιτρύων: ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν: 35

  ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς.

  οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;

  ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι

  πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;

  ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλ᾽ ἀνδρῶν.’ 40

  ῝Ως φάθ᾽. ὁ δ᾽ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας:

  δαιδάλεον δ᾽ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν

  κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.

  ἤτοι ὅγ᾽ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,

  κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον. 45

  ἀμφιλαφὴς δ᾽ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας:

  δμῶας δὴ τότ᾽ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας:

  ‘οἴσετε πῦρ ὅτι θᾶσσον ἀπ᾽ ἐσχαρεῶνος ἑλόντες,

  δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ᾽ ὀχῆας.’

  ‘ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ.’

  ̂̓Η ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα
.

  οἱ δ᾽ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι

  δμῶες: ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.

  ἤτοι ἄρ᾽ ὡς εἴδοντ᾽ ἐπιτίτθιον ῾Ηρακλῆα

  θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, 55

  συμπλήγδην ἰάχησαν: ὁ δ᾽ ἐς πατέρ᾽ ᾿Αμφιτρύωνα

  ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ᾽ ὑψόθι χαίρων

  κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν

  πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.

  ᾿Αλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον 60

  ξηρὸν ὑπαὶ δείους ἀκρόχλοον ᾿Ιφικλῆα:

  ᾿Αμφιτρύων δὲ τὸν ἄλλον ὑπ᾽ ἀμνείαν θέτο χλαῖναν

  παῖδα, πάλιν δ᾽ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.

  ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον:

  Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα 65

  ᾿Αλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν,

  καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,

  ἠνώγει. ‘μηδ᾽ εἴ τι θεοὶ νοέοντι πονηρόν,

  αἰδόμενος σύ με κρύπτε: καὶ ὣς οὐκ ἔστιν ἀλύξαι

  ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει. 70

  ἀλλ᾽ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.’

  τόσσ᾽ ἔλεγεν βασίλεια: ὁ δ᾽ ἀνταμείβετο τοίως:

  ‘θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα.

  θάρσει: μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.

  ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, 75

  πολλαὶ ᾿Αχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα

  χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι

  ᾿Αλκμήναν ὀνομαστί, σέβας δ᾽ ἔσῃ ᾿Αργείαισι.

  τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα

  ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως, 80

  οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.

  δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν

  μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ.

  γαμβρὸς δ᾽ ἀθανάτων κεκλήσεται, οἳ τάδ᾽ ἐπῶρσαν

  κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι. 85

  ἔσται δὴ τοῦτ᾽ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ

  καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.

  ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,

  κάγκανα δ᾽ ἀσπαλάθου ξύλ᾽ ἑτοιμάσατ᾽ ἢ παλιούρου

  ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον: 90

  καῖε δὲ τώδ᾽ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε

  νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.

  ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις

  ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα

  ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι 95

  ἄστρεπτος: καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ

  πρᾶτον, ἔπειτα δ᾽ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,

  θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ:

  Ζηνὶ δ᾽ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,

  δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.’ 100

  φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον

  Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.

  ῾Ηρακλέης δ᾽ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ

  ἐτρέφετ᾽ ᾿Αργείου κεκλημένος ᾿Αμφιτρύωνος.

  γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, 105

  υἱὸς ᾿Απόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,

  τόξον δ᾽ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν

  Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.

  αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε

  πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος. 110

  ὅσσα δ᾽ ἀπὸ σκελέων ἑδροστρόφοι ᾿Αργόθεν ἄνδρες

  ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται

  δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τ᾽ ἐς γαῖαν προπεσόντες

  πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,

  πάντ᾽ ἔμαθ᾽ ῾Ερμείαο διδασκόμενος παρὰ παιδὶ 115

  ῾Αρπαλύκῳ Φανοτῆι, τὸν οὐδ᾽ ἂν τηλόθι λεύσσων

  θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ᾽ ἐν ἀγῶνι:

  τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.

  ἵππους δ᾽ ἐξελάσασθαι ὑφ᾽ ἅρματι, καὶ περὶ νύσσαν

  ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι, 120

  ᾿Αμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν

  αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατ᾽ ἀγώνων

  ῎Αργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς

  δίφροι, ἐφ᾽ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.

  δούρατι δὲ προβολαίῳ ὑπ᾽ ἀσπίδι ὦμον ἔχοντα 125

  ἀνδρὸς ὀρέξασθαι ξιφέων τ᾽ ἀνέχεσθαι ἀμυχμόν,

  κοσμῆσαί τε φάλαγγα λόχον τ᾽ ἀναμετρήσασθαι

  δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι

  Κάστωρ ῾Ιππαλίδας δέδαεν, φυγὰς ῎Αργεος ἐνθών,

  ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς

  ναῖε παρ᾽ ᾿Αδρήστοιο λαβὼν ἱππήλατον ῎Αργος.

  Κάστορι δ᾽ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς

  ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.

  ̂̔Ωδε μὲν ῾Ηρακλῆα φίλα παιδεύσατο μάτηρ.

  εὐνὰ δ᾽ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς 135r />
  δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,

  δεῖπνον δὲ κρέα τ᾽ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος

  Δωρικός: ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.

  αὐτὰρ ἐπ᾽ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.

  εἵματα δ᾽ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας. 140

  IDYLL XXV. Ἡρακλῆς Λεοντοφόνος

  τὸν δ᾽ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς

  παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο:

  ‘῎Εκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσ᾽ ἐρεείνεις,

  ῾Ερμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο:

  τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι, 5

  εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.

  ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο

  οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδ᾽ ἕνα χῶρον:

  ἀλλ᾽ αἱ μέν ῥα νάοντος ἐπ᾽ ὄχθαις ἀμφ᾽ ᾿Ελισοῦντος,

  αἱ δ᾽ ἱερὸν θείοιο παρὰ ῥόον ᾿Αλφειοῖο, 10

  αἱ δ᾽ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.

  χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.

  αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης

  πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι,

  Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην 15

  λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε

  εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.

  αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς

  φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος,

 

‹ Prev