Book Read Free

Complete Works of Theocritus

Page 47

by Theocritus


  φρασθῆναι δυνάμην οὐδ᾽ ὠρυγμοῖο πυθέσθαι.

  οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις

  φαινόμενος σπορίμοιο δι᾽ αὔλακος, ὅντιν᾽ ἐροίμην:

  ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον. 220

  οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,

  πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι.

  ἤτοι ὁ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,

  βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας

  αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον 225

  στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.

  αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην

  ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθ᾽ ἵκοιτο,

  καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα

  τηϋσίως: οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν 230

  ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.

  αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκ᾽ ἐπάειρε

  θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι

  σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπ᾽ ὀδόντας ἔφηνε.

  τῷ δ᾽ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον 235

  ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός:

  μεσσηγὺς δ᾽ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.

  ἀλλ᾽ οὐδ᾽ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός,

  ἀλλ᾽ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.

  τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς 240

  αὐερύειν: ὁ δέ μ᾽ εἶδε περιγληνώμενος ὄσσοις

  θὴρ ἄμοτος, μακρὴν δὲ περ᾽ ἰγνύῃσιν ἕλιξε

  κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο: πᾶς δέ οἱ αὐχὴν

  θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δ᾽ ἔφριξαν ἔθειραι

  σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετ᾽ ἠύτε τόξον, 245

  πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.

  ὡς δ᾽ ὅτ᾽ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων

  ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,

  θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ:

  τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς 250

  καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ:

  ὣς ἐπ᾽ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο

  μαιμώων χροὸς ἆσαι: ἐγὼ δ᾽ ἑτέρηφι βέλεμνα

  χειρὶ προεσχεθόμην καὶ ἀπ᾽ ὤμων δίπλακα λώπην,

  τῇ δ᾽ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας 255

  ἤλασα κὰκ κεφαλῆς, διὰ δ᾽ ἄνδιχα τρηχὺν ἔαξα

  αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον

  θηρὸς ἀμαιμακέτοιο: πέσεν δ᾽ ὅγε πρὶν ἔμ᾽ ἱκέσθαι

  ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη

  νευστάζων κεφαλῇ: περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω

  ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.

  τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις

  νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,

  αὐχένος ἀρρήκτοιο παρ᾽ ἰνίον ἤλασα προφθάς,

  ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην: 265

  ἦγχον δ᾽ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας

  ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι,

  πρὸς δ᾽ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον

  οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρ᾽ ἐφύλασσον,

  μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας 270

  ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν ῞Αιδης.

  καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν

  θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,

  ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ

  τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ 275

  ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι

  αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.

  τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν

  ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.

  οὗτός τοι Νεμέου γένετ᾽ ὦ φίλε θηρὸς ὄλεθρος, 280

  πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.’

  IDYLL XXVI. Λῆναι ἢ Βάκχαι

  ᾿Ινὼ καὐτονόα χἁ μαλοπάραυος ᾿Αγαύα

  τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.

  χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα

  κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς

  ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς, 5

  τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.

  ἱερὰ δ᾽ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι

  εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,

  ὡς ἐδίδασχ᾽, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.

  Πενθεὺς δ᾽ ἀλιβάτου πέτρας ἄπο πάντ᾽ ἐθεώρει, 10

  σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.

  Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,

  σὺν δ᾽ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου,

  ἐξαπίνας ἐπιοῖσα, τὰ δ᾽ οὐχ ὁρέοντι βέβηλοι.

  μαίνετο μέν θ᾽ αὕτα, μαίνοντο δ᾽ ἄρ᾽ εὐθὺ καὶ ἄλλαι.

  Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δ᾽ ἐδίωκον,

  πέπλως ἐκ ζωστῆρος ἐπ᾽ ἰγνύαν ἐρύσαισαι.

  Πενθεὺς μὲν τόδ᾽ ἔειπε: ‘τίνος κέχρησθε γυναῖκες;’

  Αὐτονόα τόδ᾽ ἔειπε ‘τάχα γ
νώσῃ πρὶν ἀκοῦσαι.’

  μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα, 20

  ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας:

  ᾿Ινὼ δ᾽ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον

  λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός:

  αἱ δ᾽ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.

  ἐς Θήβας δ᾽ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι, 25

  ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.

  οὐκ ἀλέγω: μηδ᾽ ἄλλος ἀπεχθομένω Διονύσῳ

  φροντίζοι, μηδ᾽ εἰ χαλεπώτερα τῶνδ᾽ ἐμόγησεν,

  εἴη δ᾽ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι:

  αὐτὸς δ᾽ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι. 30

  ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος.

  εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δ᾽ οὔ.

  χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι

  Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας:

  χαίροι δ᾽ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς 35

  Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις,

  αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου

  οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.

  IDYLL XXVII. Οαριστύς

  Κόρη

  τὰν πινυτὰν ῾Ελέναν Πάρις ἥρπασε βουκόλος ἄλλος.

  Δάφνις

  μᾶλλον ἑκοῖσ᾽ ῾Ελένα τὸν βουκόλον ἔσχε φιλεῦσα.

  Κόρη

  μὴ καυχῶ σατυρίσκε: κενὸν τὸ φίλαμα λέγουσιν.

  Δάφνις

  ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.

  Κόρη

  τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα. 5

  Δάφνις

  πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω.

  Κόρη

  καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.

  Δάφνις

  μὴ καυχῶ: τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη.

  Κόρη

  ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω.

  Δάφνις

  ...

  Κόρη

  ἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται.

  Δάφνις

  δεῦρ᾽ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω. 10

  Κόρη

  οὐκ ἐθέλω: καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ.

  Δάφνις

  δεῦρ᾽ ὑπὸ τὰς πτελέας, ἵν᾽ ἐμᾶς σύριγγος ἀκούσῃς.

  Κόρη

  τὴν σαυτοῦ φρένα τέρψον: ὀιζύον οὐδὲν ἀρέσκει.

  Δάφνις

  φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα.

  Κόρη

  χαιρέτω ἁ Παφία: μόνον ἵλαος ῎Αρτεμις εἴη. 15

  Δάφνις

  μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς.

  Κόρη

  βαλλέτω ὡς ἐθέλει: πάλιν ῎Αρτεμις ἄμμιν ἀρήγει.

  μἠπιβάλῃς τὰν χεῖρα, καὶ εἰσέτι χεῖλος ἀμύξω.

  Δάφνις

  οὐ φεύγεις τὸν ῎Ερωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.>

  Κόρη

  φεύγω ναὶ τὸν Πᾶνα: σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις. 20

  Δάφνις

  δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει.

  Κόρη

  πολλοί μ᾽ ἐμνώοντο, νόμον δ᾽ ἐμὸν οὔτις ἀείδει.

  Δάφνις

  εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδ᾽ ἱκάνω.

  Κόρη

  καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.

  Δάφνις

  οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην. 25

  Κόρη

  ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.

  Δάφνις

  μᾶλλον ἀεὶ κρατέουσι: τίνα τρομέουσι γυναῖκες;

  Κόρη

  ὠδίνειν τρομέω: χαλεπὸν βέλος Εἰλειθυίης.

  Δάφνις

  ἀλλὰ τεὴ βασίλεια μογοστόκος ῎Αρτεμίς ἐστιν.

  Κόρη

  ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω. 30

  Δάφνις

  ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.

  Κόρη

  καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;

  Δάφνις

  πᾶσαν τὰν ἀγέλαν, πάντ᾽ ἄλσεα καὶ νομὸν ἕξεις.

  Κόρη

  ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.

  Δάφνις

  οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι. 35

  Κόρη

  τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;

  Δάφνις

  τεύχω σοι θαλάμους: τὰ δὲ πώεα καλὰ νομεύω.

  Κόρη

  πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω;

  Δάφνις

  αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομ᾽ ἀκούσῃ.

  Κόρη

  οὔνομα σὸν λέγε τῆνο: καὶ οὔνομα πολλάκι τέρπει. 40

  Δάφνις

  Δάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία.

  Κόρη

  ἐξ εὐηγενέων: ἀλλ᾽ οὐ σέθεν εἰμὶ χερείων.

  Δάφνις

  οἶδ᾽, ἄκρα τιμίη ἐσσί: πατὴρ δέ τοί ἐστι Μενάλκας.

  ...

  IDYLL XXVIII. Ἠλακάτη

  Γλαύκας ὦ φιλέριθ᾽ ἀλακάτα δῶρον ᾿Αθανάας

  γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος,

  θέρσεισ᾽ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν,

  ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω.

  τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, 5

  ὅπως ξέννον ἔμον τέρψομ᾽ ἴδων κἀντιφιλήσομεν,

  Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,

  καὶ σὲ τὰν
ἐλέφαντος πολυμόχθω γεγενημέναν

  δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν,

  σὺν τᾷ πόλλα μὲν ἔργ᾽ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,

  πόλλα δ᾽ οἷα γύναικες φορέοισ᾽ ὐδάτινα βράκη.

  δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις

  πέξαιντ᾽ αὐτοένει, Θευγένιδός γ᾽ ἔνεκ᾽ ἐυσφύρω:

  οὕτως ἀνυσίεργος, φιλέει δ᾽ ὅσσα σαόφρονες.

  οὐ γὰρ εἰς ἀκίρας οὐδ᾽ ἐς ἀέργω κεν ἐβολλόμαν 15

  ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος.

  καὶ γάρ τοι πάτρις, ἃν ὡξ ᾿Εφύρας κτίσσέ ποτ᾽ ᾿Αρχίας

  νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.

  νῦν μὰν οἶκον ἔχοισ᾽ ἄνερος, ὃς πόλλ᾽ ἐδάη σόφα

  ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, 20

  οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδ᾽ ᾿Ιαόνων,

  ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ,

  καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω.

  κῆνο γάρ τις ἔρει τὤπος ἴδων σ᾽: ἦ μεγάλα χάρις

  δώρῳ σὺν ὀλίγῳ: πάντα δὲ τίματα τὰ πὰρ φίλων. 25

  IDYLL XXIX. Εἰδύλλιον Ἐρῶντος

  οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα:

  κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.

  κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατ᾽ ἐν μυχῷ.

  οὐκ ὄλας φιλέειν μ᾽ ἐθέλησθ᾽ ἀπὸ καρδίας.

  γινώσκω: τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω 5

  ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο.

  χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω

  ἁμέραν: ὅτα δ᾽ οὐκ ἐθέλῃς τύ, μάλ᾽ ἐν σκότῳ.

 

‹ Prev