Book Read Free

Delphi Complete Works of Longus

Page 38

by Longus


  Οὐκ ἀντέσχε κλάοντι καὶ αὖθις τοὺς πόδας καταφιλοῦντι νεανίσκος μεγαλόφρων καὶ οὐκ ἄπειρος ἐρωτικῆς λύπης, ἀλλ̓ αἰτήσειν αὐτὸν παρὰ τοῦ πατρὸς ἐπηγγείλατο καὶ κομιεῖν εἰς τὴν πόλιν αὑτῷ μὲν δοῦλον, ἐκείνῳ δὲ ἐρώμενον. Εἰς εὐθυμίαν δὲ καὶ αὐτὸν ἐκεῖνον θέλων προαγαγεῖν ἐπυνθάνετο μειδιῶν εἰ οὐκ αἰσχύνεται Λάμωνος υἱὸν φιλῶν, ἀλλὰ καὶ σπουδάζει συγκατακλινῆναι νέμοντι αἶγας μειρακίῳ: καὶ ἅμα ὑπεκρίνετο τὴν τραγικὴν δυσωδίαν μυσάττεσθαι. Ὁ δέ, οἷα πᾶσαν ἐρωτικὴν μυθολογίαν ἐν τοῖς τῶν ἀσώτων συμποσίοις πεπαιδευμένος, οὐκ ἀπὸ σκοποῦ καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τοῦ Δάφνιδος ἔλεγεν ‘οὐδεὶς ταῦτα, δέσποτα, ἐραστὴς πολυπραγμονεῖ: ἀλλ̓ ἐν οἵῳ ποτε ἂν σώματι εὕρῃ τὸ κάλλος, ἑάλωκε. Διὰ τοῦτο καὶ φυτοῦ τις ἠράσθη καὶ ποταμοῦ καὶ θηρίου. Καίτοι τίς οὐκ ἂν ἐραστὴν ἠλέησεν, ὃν ἔδει φοβεῖσθαι τὸν ἐρώμενον; Ἐγὼ δὲ σώματος μὲν ἐρῶ δούλου, κάλλους δὲ ἐλευθέρου. Ὁρᾷς ὡς ὑακίνθῳ μὲν τὴν κόμην ὁμοίαν ἔχει, λάμπουσι δὲ ὑπὸ ταῖς ὀφρύσιν οἱ ὀφθαλμοὶ καθάπερ ἐν χρυσῇ σφενδόνῃ ψηφίς; Καὶ τὸ μὲν πρόσωπον ἐρυθήματος μεστόν, τὸ δὲ στόμα λευκῶν ὀδόντων ὥσπερ ἐλέφαντος. Τίς ἐκεῖθεν οὐκ ἂν εὔξαιτο λαβεῖν ἐραστὴς γλυκέα φιλήματα; Εἰ δὲ νέμοντος ἠράσθην, θεοὺς ἐμιμησάμην. Βουκόλος ἦν Ἀγχίσης, καὶ ἔσχεν αὐτὸν Ἀφροδίτη: αἶγας ἔνεμε Βράγχος, καὶ Ἀπόλλων αὐτὸν ἐφίλησε: ποιμὴν ἦν Γανυμήδης, καὶ αὐτὸν ὁ Ζεὺς ἥρπασε. Μὴ καταφρονῶμεν παιδός, ᾧ καὶ αἶγας ὡς ἐρώσας πειθομένας εἴδομεν: ἀλλὰ ὅτι μένειν ἐπὶ γῆς ἐπιτρέπουσι τοιοῦτον κάλλος χάριν ἔχωμεν τοῖς Διὸς ἀετοῖς.’

  Ἡδὺ γελάσας ὁ Ἀστύλος ἐπὶ τούτῳ μάλιστα τῷ λεχθέντι καὶ ὡς μεγάλους ὁ Ἔρως ποιεῖ σοφιστὰς εἰπὼν ἐπετήρει καιρόν, ἐν ᾧ τῷ πατρὶ περὶ Δάφνιδος διαλέξεται. Ἀκούσας δὲ τὰ λεχθέντα κρύφα πάντα ὁ Εὔδρομος καὶ τὰ μὲν τὸν Δάφνιν φιλῶν ὡς ἀγαθὸν νεανίσκον, τὰ δὲ ἀχθόμενος εἰ Γνάθωνος ἐμπαροίνημα γενήσεται τοιοῦτον κάλλος, αὐτίκα καταλέγει πάντα κἀκείνῳ καὶ Λάμωνι. Ὁ μὲν οὖν Δάφνις ἐκ. πλαγεὶς ἐγίνωσκεν ἅμα τῇ Χλόῃ τολμῆσαι φυγεῖν ἢ ἀποθανεῖν, κοινωνὸν κἀκείνην λαβών: ὁ δὲ Λάμων προκαλεσάμενος ἔξω τῆς αὐλῆς τὴν Μυρτάλην ‘οἰχόμεθα’ εἶπεν ‘ὦ γύναι. Ἥκει καιρὸς ἐκκαλύπτειν τὰ κρυπτά. Ἔρρει μοι καὶ αἱ αἶγες καὶ τὰ λοιπὰ πάντα: ἀλλ̓ οὐ μὰ τὸν Πᾶνα καὶ τὰς Νύμφας, οὐδ̓ εἰ μέλλω βοῦς, φασίν, ἐν αὐλίῳ καταλείπεσθαι, τὴν Δάφνιδος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι, ἀλλὰ καὶ ὅτι εὗρον ἐκκείμενον ἐρῶ καὶ ὅπως τρεφόμενον μηνύσω καὶ ὅσα εὗρον συνεκκείμενα δείξω. Μαθέτω Γνάθων ὁ μιαρὸς οἷος ὢν οἵων ἐρᾷ. Παρασκεύαζέ μοι μόνον εὐτρεπῆ τὰ γνωρίσματα.’

  Καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἀπῆλθον εἴσω πάλιν: ὁ δὲ Ἀστύλος σχολὴν ἄγοντι τῷ πατρὶ προσρυεὶς αἰτεῖ τὸν Δάφνιν εἰς τὴν πόλιν καταγαγεῖν ὡς καλόν τε ὄντα καὶ ἀγροικίας κρείττονα καὶ ταχέως ὑπὸ Γνάθωνος καὶ τὰ ἀστικὰ διδαχθῆναι δυνάμενον. Χαίρων ὁ πατὴρ δίδωσι καὶ μεταπεμψάμενος τὸν Λάμωνα καὶ τὴν Μυρτάλην εὐηγγελίζετο μὲν αὐτοῖς ὅτι Ἀστύλον θεραπεύσει λοιπὸν ἀντὶ αἰγῶν καὶ τράγων Δάφνις, ἐπηγγέλλετο δὲ δύο ἀντ̓ ἐκείνου δώσειν αὐτοῖς αἰπόλους. Ἐνταῦθα ὁ Λάμων, πάντων ἤδη συνερρυηκότων καὶ ὅτι καλὸν ὁμόδουλον ἕξουσιν ἡδομένων, αἰτήσας λόγον ἤρξατο λέγειν ‘ἄκουσον, ὦ δέσποτα, παῤ ἀνδρὸς γέροντος ἀληθῆ λόγον: ἐπόμνυμι δὲ τὸν Πᾶνα καὶ τὰς Νύμφας ὡς οὐδὲν ψεύσομαι. Οὐκ εἰμὶ Δάφνιδος πατήρ, οὐδ̓ εὐτύχησέ ποτε Μυρτάλη μήτηρ γενέσθαι. Ἄλλοι πατέρες ἐξέθηκαν τοῦτο τὸ παιδίον, ἴσως παιδίων πρεσβυτέρων ἅλις ἔχοντες: ἐγὼ δὲ εὗρον ἐκκείμενον καὶ ὑπὸ αἰγὸς ἐμῆς τρεφόμενον, ἣν καὶ ἀποθανοῦσαν ἔθαψα ἐν τῷ περικήπῳ φιλῶν ὅτι ἐποίησε μητρὸς ἔργα. Εὗρον αὐτῷ καὶ γνωρίσματα συνεκκείμενα ὁμόλογα, ὦ δέσποτα, καὶ φυλάττω: τύχης γάρ ἐστι μείζονος ἢ καθ̓ ἡμᾶς σύμβολα. Ἀστύλου μὲν οὖν εἶναι δοῦλον αὐτὸν οὐχ ὑπερηφανῶ, καλὸν οἰκέτην καλοῦ κἀγαθοῦ δεσπότου: παροίνημα δὲ Γνάθωνος οὐ δύναμαι περιιδεῖν γενόμενον, ὃς ἐς Μυτιλήνην αὐτὸν ἄγειν ἐπὶ γυναικῶν ἔργα σπουδάζει.’

  Ὁ μὲν Λάμων ταῦτα εἰπὼν ἐσιώπησε καὶ πολλὰ ἀφῆκε δάκρυα: τοῦ δὲ Γνάθωνος θρασυνομένου καὶ πληγὰς ἀπειλοῦντος, ὁ Διονυσοφάνης τοῖς εἰρημένοις ἐκπλαγεὶς τὸν μὲν Γνάθωνα σιωπᾶν ἐκέλευσε, σφόδρα τὴν ὀφρὺν εἰς αὐτὸν τοξοποιήσας, τὸν δὲ Λάμωνα πάλιν ἀνέκρινε καὶ παρεκελεύετο τἀληθῆ λέγειν μηδὲ ὅμοια πλάττειν μύθοις ἐπὶ τῷ κατέχειν τὸν υἱόν. Ὡς δ̓ ἀτενὴς ἦν καὶ κατὰ πάντων ὤμνυε θεῶν καὶ ἐδίδου βασανίζειν αὑτόν, εἴ τι ψεύδεται, παρακαθημένης τῆς Κλεαρίστης ἐβασάνιζε τὰ λελεγμένα. ‘Τί δ̓ ἂν ἐψεύδετο Λάμων, μέλλων ἀνθ̓ ἑνὸς δύο λαμβάνειν αἰπόλους; Πῶς δ̓ ἂν καὶ ταῦτ̓ ἔπλασσεν ἄγροικος; Οὐ γὰρ εὐθὺς ἦν ἄπιστον ἐκ τοιούτου γέροντος καὶ μητρὸς εὐτελοῦς υἱὸν καλὸν οὕτω γενέσθαι;’

  Ἐδόκει μὴ μαντεύεσθαι ἐπὶ πλέον, ἀλλὰ ἤδη τὰ γνωρίσματα σκοπεῖν εἰ λαμπρᾶς καὶ ἐνδοξοτέρας τύχης. Ἀπῄει μὲν Μυρτάλη κομιοῦσα πάντα φυλαττόμενα ἐν πήρᾳ παλαιᾷ: κομισθέντα δὲ πρῶτος Διονυσοφάνης ἐπέβλεπε καὶ ἰδὼν χλαμύδιον ἁλουργές, π�
�ρπην χρυσήλατον, ξιφίδιον ἐλεφαντόκωπον, μέγα βοήσας ‘ὦ Ζεῦ δέσποτα’ καλεῖ τὴν γυναῖκα θεασομένην. Ἡ δὲ ἰδοῦσα μέγα καὶ αὐτὴ βοᾷ ‘φίλαι Μοῖραι: οὐ ταῦτα ἡμεῖς συνεξεθήκαμεν ἰδίῳ παιδί; Οὐκ εἰς τούτους τοὺς ἀγροὺς κομιοῦσαν Σωφροσύνην ἀπεστείλαμεν; Οὐκ ἄλλα μὲν οὖν, ἀλλ̓ αὐτὰ ταῦτα. Φίλε ἄνερ, ἡμέτερόν ἐστὶ τὸ παιδίον: σὸς υἱός ἐστι Δάφνις, καὶ πατρῴας ἔνεμεν αἶγας.’

  Ἔτι λεγούσης αὐτῆς καὶ τοῦ Διονυσοφάνους τὰ γνωρίσματα φιλοῦντος καὶ ὑπὸ περιττῆς ἡδονῆς δακρύοντος ὁ Ἀστύλος συνεὶς ὡς ἀδελφός ἐστι, ῥίψας θοιμάτιον ἔθει κατὰ τοῦ παραδείσου, πρῶτος τὸν Δάφνιν φιλῆσαι θέλων. Ἰδὼν δὲ αὐτὸν ὁ Δάφνις θέοντα μετὰ πολλῶν καὶ βοῶντα ‘Δάφνι,’ νομίσας ὅτι συλλαβεῖν αὐτὸν βουλόμενος τρέχει, ῥίψας τὴν πήραν καὶ τὴν σύριγγα πρὸς τὴν θάλατταν ἐφέρετο ῥίψων ἑαυτὸν ἀπὸ τῆς μεγάλης πέτρας. Καὶ ἴσως ἄν, τὸ καινότατον, εὑρεθεὶς ἀπωλώλει Δάφνις, εἰ μὴ συνεὶς ὁ Ἀστύλος ἐβόα πάλιν ‘στῆθι, Δάφνι, μηδὲν φοβηθῇς: ἀδελφός εἰμί σου, καὶ γονεῖς οἱ μέχρι νῦν δεσπόται. Νῦν ἡμῖν Λάμων τὴν αἶγα εἶπε καὶ τὰ γνωρίσματα ἔδειξεν: ὅρα δὲ ἐπιστραφεὶς πῶς ἐπίασι φαιδροὶ καὶ γελῶντες. Ἀλλ̓ ἐμὲ πρῶτον φίλησον: ὄμνυμι δὲ τὰς Νύμφας ὡς οὐ ψεύδομαι.’

  Μόλις μετὰ τὸν ὅρκον ἔστη καὶ τὸν Ἀστύλον τρέχοντα περιέμεινε καὶ προσελθόντα κατεφίλησεν. Ἐν ᾧ δὲ ἐκεῖνον ἐφίλει, πλῆθος τὸ λοιπὸν ἐπιρρεῖ θεραπόντων, θεραπαινῶν, αὐτὸς ὁ πατήρ, ἡ μήτηρ μετ̓ αὐτοῦ. Οὗτοι πάντες περιέβαλλον, κατεφίλουν, χαίροντες κλάοντες. Ὁ δὲ τὸν πατέρα καὶ τὴν μητέρα πρὸ τῶν ἄλλων ἐφιλοφρονεῖτο, καὶ ὡς πάλαι εἰδὼς προσεστερνίζετο καὶ ἐξελθεῖν τῶν περιβολῶν οὐκ ἤθελεν: οὕτω φύσις ταχέως πιστοῦται. Ἐξελάθετο καὶ Χλόης πρὸς ὀλίγον: καὶ ἐλθὼν εἰς τὴν ἔπαυλιν ἐσθῆτά εἰς τὴν ἔπαυλιν ἐσθῆτά τε ἔλαβε πολυτελῆ καὶ παρὰ τὸν πατέρα τὸν ἴδιον καθεσθεὶς ἤκουεν αὐτοῦ λέγοντος οὕτως:

  ‘Ἔγημα, ὦ παῖδες, κομιδῇ νέος. Καὶ χρόνου διελθόντος ὀλίγου πατήρ, ὡς ᾤμην, εὐτυχὴς ἐγεγόνειν: ἐγένετο γάρ μοι πρῶτος υἱὸς καὶ δευτέρα θυγάτηρ καὶ τρίτος Ἄστυλος. Ὤιμην ἱκανὸν εἶναι τὸ γένος, καὶ γενόμενον ἐπὶ πᾶσι τοῦτο τὸ παιδίον ἐξέθηκα, οὐ γνωρίσματα ταῦτα συνεκθείς, ἀλλ᾽ ἐντάφια. Τὰ δὲ τῆς Τύχης ἄλλα βουλεύματα. Ὁ μὲν γὰρ πρεσβύτερος παῖς καὶ ἡ θυγάτηρ ὁμοίᾳ νόσῳ μιᾶς ἡμέρας ἀπώλοντο: σὺ δέ μοι προνοίᾳ θεῶν ἐσώθης, ἵνα πλείους ἔχωμεν χειραγωγούς. Μήτ᾽ οὖν σύ μοι μνησικακήσῃς ποτὲ τῆς ἐκθέσεως — ἑκὼν γὰρ οὐκ ἐβουλευσάμην — , μήτε σὺ λυπηθῇς, Ἄστυλε, μέρος ληψόμενος ἀντὶ πάσης τῆς οὐσίας — κρεῖττον γὰρ τοῖς εὖ φρονοῦσιν ἀδελφοῦ κτῆμα οὐδέν — , ἀλλὰ φιλεῖτε ἀλλήλους καὶ χρημάτων ἕνεκα καὶ βασιλεῦσιν ἐρίζετε. Πολλὴν μὲν γὰρ ἐγὼ ὑμῖν καταλείψω γῆν, πολλοὺς δὲ οἰκέτας δεξιούς, χρυσόν, ἄργυρον καὶ ὅσα ἄλλα εὐδαιμόνων κτήματα. Μόνον ἐξαίρετον τοῦτο Δάφνιδι τὸ χωρίον δίδωμι καὶ Λάμωνα καὶ Μυρτάλην καὶ τὰς αἶγας, ἃς αὐτὸς ἔνεμεν.’

  Ἔτι αὐτοῦ λέγοντος Δάφνις ἀναπηδήσας ‘καλῶς με’ εἶπε ‘ταῦτα, πάτερ, ἀνέμνησας. Ἄπειμι τὰς αἶγας απἄξων ἐπὶ ποτόν, αἵ που νῦν διψῶσαι περιμένουσι τὴν σύριγγα τὴν ἐμήν: ἐγὼ δὲ ἐνταυθοῖ καθέζομαι.’ Ἡδὺ πάντες ἐξεγέλασαν ὅτι δεσπότης γεγενημένος ἔτι θέλει εἶναι αἰπόλος: κἀκείνας μὲν θεραπεύσων ἐπέμφθη τις ἄλλος, οἱ δὲ θύσαντες Διὶ Σωτῆρι συμπόσιον συνεκρότουν. Εἰς τοῦτο τὸ συμπόσιον μόνος οὐχ ἧκε Γνάθων, ἀλλὰ φοβούμενος ἐν τῷ νεῲ τοῦ Διονύσου καὶ τὴν ἡμέραν ἔμεινε καὶ τὴν νύκτα, ὥσπερ ἱκέτης. Ταχείας δὲ φήμης εἰς πάντας ἐλθούσης ὅτι Διονυσοφάνης εὗρεν υἱόν, καὶ ὅτι Δάφνις ὁ αἰπόλος δεσπότης τῶν ἀγρῶν εὑρέθη, ἅμα ἕῳ συνέτρεχον ἄλλος ἀλλαχόθεν, τῷ μὲν μειρακίῳ συνηδόμενοι, τῷ δὲ πατρὶ αὐτοῦ δῶρα κομίζοντες: ἐν οἷς καὶ ὁ Δρύας πρῶτος ὁ τρέφων τὴν Χλόην. 6

  Ὁ δὲ Διονυσοφάνης κατεῖχε πάντας, κοινωνοὺς μετὰ τὴν εὐφροσύνην καὶ τῆς ἑορτῆς ἐσομένους. Παρεσκεύαστο δὲ πολὺς μὲν οἶνος, πολλὰ δὲ ἄλευρα, ὄρνιθες ἕλειοι, χοῖροι γαλαθηνοί, μελιτώματα ποικίλα: καὶ ἱερεῖα δὲ πολλὰ τοῖς ἐπιχωρίοις θεοῖς ἐθύετο. Ἐνταῦθα ὁ Δάφνις συναθροίσας πάντα τὰ ποιμενικὰ κτήματα διένειμεν ἀναθήματα τοῖς θεοῖς. Τῷ Διονύσῳ μὲν ἀνέθηκε τὴν πήραν καὶ τὸ δέρμα, τῷ Πανὶ δὲ τὴν σύριγγα καὶ τὸν πλάγιον αὐλόν, τὴν καλαύροπα ταῖς Νύμφαις καὶ τοὺς γαυλοὺς οὓς αὐτὸς ἐτεκτήνατο. Οὕτως δὲ ἄρα τὸ σύνηθες ξενιζούσης εὐδαιμονίας τερπνότερόν ἐστιν, ὥστε ἐδάκρυεν ἐφ᾽ ἑκάστῳ τούτων ἀπαλλαττόμενος: καὶ οὔτε τοὺς γαυλοὺς ἀνέθηκε πρὶν ἀμέλξαι, οὔτε τὸ δέρμα πρὶν ἐνδύσασθαι, οὔτε τὴν σύριγγα πρὶν συρίσαι: ἀλλὰ καὶ ἐφίλησεν αὐτὰ πάντα καὶ τὰς αἶγας προσεῖπε καὶ τοὺς τράγους ἐκάλεσεν ὀνομαστί. Τῆς μὲν γὰρ πηγῆς καὶ ἔπιεν, ὅτι πολλάκις καὶ μετὰ Χλόης. Οὔπω δὲ ὡμολόγει τὸν ἔρωτα καιρὸν παραφυλάττων.

  Ἐν ᾧ δὲ Δάφνις ἐν θυσίαις ἦν, τάδε γίνεται περὶ τὴν Χλόην. Ἐκάθητο κλάουσα, λέγουσα, οἷα εἰκὸς ἦν: ‘Ἐξελάθετό μου Δάφνις. Ὀνειροπολεῖ γάμους πλουσίους. Τί γὰρ αὐτὸν ὀμνύειν ἀντὶ τῶν Νυμφῶν τὰς αἶγας ἐκέλευον; Κατέλιπε ταύτας ὡς καὶ Χλ�
�ην. Οὐδὲ θύων ταῖς Νύμφαις καὶ τῷ Πανὶ ἐπεθύμησεν ἰδεῖν Χλόην. Εὗρεν ἴσως παρὰ τῇ μητρὶ θεραπαίνας ἐμοῦ κρείττονας. Χαιρέτω: ἐγὼ δὲ οὐ ζήσομαι.’

  Τοιαῦτα λέγουσαν, τοιαῦτα ἐννοοῦσαν ὁ Λάμπις ὁ βουκόλος μετὰ χειρὸς γεωργικῆς ἐπιστὰς ἥρπασεν αὐτήν, ὡς οὔτε Δάφνιδος ἔτι γαμήσοντος καὶ Δρύαντος ἐκεῖνον ἀγαπήσοντος. Ἡ μὲν οὖν ἐκομίζετο βοῶσα ἐλεεινόν, τῶν δέ τις ἰδόντων ἐμήνυσε τῇ Νάπῃ κἀκείνη τῷ Δρύαντι καὶ ὁ Δρύας τῷ Δάφνιδι. Ὁ δὲ ἔξω τῶν φρενῶν γενόμενος οὔτε εἰπεῖν πρὸς τὸν πατέρα ἐτόλμα καὶ καρτερεῖν μὴ δυνάμενος εἰς τὸν περίκηπον εἰσελθὼν ὠδύρετο ‘ὢ τῆς πικρᾶς ἀνευρέσεως’ λέγων: ‘πόσον ἦν μοι κρεῖττον νέμειν; Πόσον ἤμην μακαριώτερος, δοῦλος ὤν; Τότε ἔβλεπον Χλόην, τότε , νῦν δὲ τὴν μὲν Λάμπις ἁρπάσας οἴχεται, νυκτὸς δὲ γενομένης συγκοιμήσεται. Ἐγὼ δὲ πίνω καὶ τρυφῶ καὶ μάτην τὸν Πᾶνα καὶ τὰς αἶγας καὶ τὰς Νύμφας ὤμοσα.’

 

‹ Prev