Book Read Free

Delphi Complete Works of Lucian

Page 181

by Lucian Samosata


  Παρρησιάδης

  τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ Φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτο μάλιστά σου, τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς: πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι πολλάκις τῶν ἀληθῶς φιλοσοφούντων τῶν.

  Φιλοσοφία

  ἔσται τοῦτο μετ᾽ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς.

  Πλατωνικός [43] ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν.

  Πυθαγορικός

  οὔκ, ἀλλὰ τοὺς Πυθαγορικοὺς ἡμᾶς: πρότερος γὰρ ὁ Πυθαγόρας ἦν.

  Στωικός

  ^ Ληρεῖτε: ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς Στοᾶς.

  Περιπατητικός

  οὐ μὲν οὖν, ἀλλ᾽ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ Περιπάτου.

  Ἐπιικούρειος

  ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας: περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαβεῖν.

  Ἀκαδημαικός

  ποῦ τὰ δύο τάλαντα; δείξομεν γὰρ οἱ Ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι.

  Στωικός

  οὐχ ἡμῶν γε τῶν Στωϊκῶν παρόντων.

  Φιλοσοφία [44] παύσασθε φιλονεικοῦντες: ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε: ἐπ᾽ ἄλλα γὰρ ἴστε κεκλημένοι. καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικάσομεν οἵτινες οἱ ὀρθῶς φιλοσοφοῦντὲς εἰσιν. εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι: τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιῶνται τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες. τί τοῦτο; φεύγετε; νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι. κενὴ δ᾽ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν [45] κρίσιν. οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν ὁ Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ. φέρ᾽ ἴδω τί καὶ ἔχει: ἦ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν;

  Ὑπηρέτης

  ^ Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαίριον κουρευτικὸν ^ καὶ κάτοπτρον καὶ κύβους.

  Φιλοσοφία

  εὖ γε, ὦ γενναῖε. τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν;

  Παρρησιάδης

  τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου.

  Φιλοσοφία

  ^ Σύ, ὦ Ἀλήθεια, ἐξεύρισκε: ὑπέρ σοῦ γὰρ τοῦτο γένοιτ᾽ ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι.

  Ἀλήθεια [46] ἐπ᾽ αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ Φιλοσοφία, μάλιστα θαυμάζων, παραλαβόντα μεθ᾽ ἑαυτοῦ τὸν Ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσοφεῖν ἐντυγχάνειν. εἶθ᾽ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλόσοφον, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ εἰς τὸ Πρυτανεῖον καλεσάτω, ἢν δέ τινι — οἷοι πολλοί εἰσι — καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ,τὸ τριβώνιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον: ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος.

  Φιλοσοφία

  εὖ γε, ὦ Ἀλήθεια, φής: ὁ δὲ ἔλεγχος, Παρρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον εἶναι λέγεται, οὐ μὰ Δί᾽ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δ᾽ ἂν ἀτενὲς ἀποβλέποντα καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείρας ^ πρότερον τὸν πώγωνα ὡς ἔδοξεν.

  Παρρησιάδης [47] ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους: εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν.

  Φιλοσοφία

  πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας;

  Παρρησιάδης

  καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς.

  Ἱερεία

  ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς.

  Παρρησιάδης

  οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου.

  Ἱερεία

  λάμβανε

  Φιλοσοφία

  . τί πράττειν ἁνὴρ διανοεῖται; δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν. τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ;

  Παρρησιάδης

  σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε: σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη [48] φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχ�
�ύων. ἀλλ᾽ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν: οὐκ, ἀλλὰ. γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς: ὤσφραται τοῦ χρυσίου: πλησίον ἤδη ἐστὶν ἔψαυσεν εἴληπται: ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα: ἔλεγχε,^ συνεπιλαβοῦ τῆς ὁρμιᾶς.

  Ἔλεγχος

  ἄνω ἐστί. φέρ᾽ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε.’^ Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δί᾽ ἔπιεν.^ τουτὶ κενόν σοι τὸ ἄγκιστρον ἡ δ᾽ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ.

  Παρρησιάδης

  ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπ᾽ ἄλλους δελεάσωμεν. εὖ ἔχει: τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ;

  Διογένης

  οὐδαμῶς.

  Παρρησιάδης

  τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύ᾽ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην.

  Διογένης

  πολὺ λέγεις: ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος: ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας: σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι: ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ.

  Παρρησιάδης

  θάρρει, ὦ Διόγενες: κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι.

  Διογένης

  νὴ Δί᾽, ἀφυέστατοί γε: ἀνάσπα δὲ ὅμως.

  Παρρησιάδης [49] ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ ἄγκιστρον κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν;

  Ἔλεγχος

  ὁ Πλατωνικὸς εἶναι λέγων.

  Παρρησιάδης

  καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν;

  Πλάτων [50] ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος: ἐπ᾽ ἄλλον καθείσθω.

  Παρρησιάδης

  καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε;

  Ἔλεγχος

  ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν.

  Παρρησιάδης

  ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ ^ ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω.

  Ἀριστοτέλης

  μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ ἀγνοῶ γὰρ ὅστις ἐστίν.

  Παρρησιάδης

  οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν [51] πετρῶν. ἀλλ᾽ ἢν ἰδού, πολλούς που τοὺς ἰχθῦς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτοτέρους. ἦ που σαγήνης ἐπ᾽ αὐτοὺς δεήσει;

  Φιλοσοφία

  ἀλλ᾽ οὐ πάρεστιν. ἱκανὸν εἰ κἂν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δὲ ἐπὶ τὸ ἄγκιστρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος ᾖ.

  Ἔλεγχος

  κάθες, εἰ δοκεῖ, σιδηρώσας γε πρότερον ἐπὶ πολὺ τῆς ὁρμιᾶς, ὡς μὴ ἀποπρίσῃ τοῖς ὀδοῦσι καταπιὼν τὸ χρυσίον.

  Παρρησιάδης

  καθῆκα. καὶ σὺ δέ, ὦ Πόσειδον, ταχεῖαν ἐπιτέλει τὴν ἄγραν. βαβαί, μάχονται περὶ τοῦ δελέατος, καὶ οἱ μὲν συνάμα πολλοὶ περιτρώγουσι τὴν ἰσχάδα, οἱ δὲ προσφύντες ἔχονται τοῦ χρυσίου. εὖ ἔχει: περιεπάρη τις μάλα καρτερός. φέρ᾽ ἴδω τίνος ἐπώνυμον σεαυτὸν εἶναι λέγεις; καίτοι γελοῖός εἰμι ἀναγκάζων ἰχθὺν λαλεῖν ἄφωνοι γὰρ οὗτοί γε. ἀλλὰ σύ, ὦ Ἔλεγχε, εἰπὲ ὅντινα ἔχει διδάσκαλον αὐτοῦ.

  Ἔλεγχος

  Χρύσιππον τουτονί.

  Παρρησιάδης

  μανθάνω: διότι χρυσίον προσῆν, οἶμαι, τῷ ὀνόματι. σὺ δ᾽ οὖν, Χρύσιππε, πρὸς τῆς Ἀθηνᾶς εἰπέ, οἶσθα τοὺς ἄνδρας ἢ τοιαῦτα παραινεῖς αὐτοῖς ποιεῖν;

  Χρύσιππος

  νὴ Δί᾽, ὑβριστικὰ ἐρωτᾷς, ὦ Παρρησιάδη, προσήκειν τι ἡμῖν ὑπολαμβάνων τοιούτους ὄντας.

  Παρρησιάδης

  εὖ γε, ὦ Χρύσιππε, γενναῖος εἶ. οὗτος δὲ καὶ αὐτὸς ἐπὶ κεφαλὴν μετὰ τῶν ἄλλων, ἐπεὶ καὶ ἀκανθώδης ἐστί, καὶ δέος μὴ διαπαρῇ τις τὸν λαιμὸν ἐσθίων.

  Φιλοσοφία [52] ἅλις, ὦ Παρρησιάδη, τῆς ἄγρας, μὴ καὶ τίς σοι, οἷοι πολλοὶ εἰσιν, οἴχηται ἀποσπάσας τὸ χρυσίον καὶ τὸ ἄγκιστρον, εἶτά σε ἀποτῖσαι τῇ ἱερείᾳ δεήσῃ. ὥστε ἡμεῖς μὲν ἀπίωμεν περιπατήσουσαι: καιρὸς δὲ καὶ ὑμᾶς ἀπιέναι ὅθεν ἥκετε, μὴ καὶ ὑπερήμεροι γένησθε τῆς προθεσμίας. σφὼ δέ, σὺ καὶ ὁ Ἔλεγχος, ὦ Παρρησιάδη, ἐν κύκλῳ ἐπὶ πάντας αὐτοὺς ἰόντες ἢ στεφανοῦτε ἢ ἐγκάετε, ὡς ἔφην.

  Παρρησιάδης

  ἔσται ταῦτα, ὦ Φιλοσοφία. χαίρετε, ὦ βέλτιστοι ἀνδρῶν. ἡμεῖς δὲ κατίωμεν, ὦ Ἔλεγχε, καὶ τελῶμεν τὰ παρηγγελμένα.

  Ἔλεγχος

  ποῖ δὲ καὶ πρῶτον ἀπιέναι δεήσει; μῶν εἰς τὴν Ἀκαδημίαν ἢ εἰς τὴν Στοὰν ἢ ^ ἀπὸ τοῦ Λυκείου ποιησώμεθα τὴν ἀρχήν;

  Παρρησιάδης

  οὐδὲν διοίσει τοῦτο. πλὴν οἶδά γε ἐγὼ ὡς ὅποι ποτ᾽ ἂν ἀπέλθωμεν, ὀλίγων μὲν τῶν στεφάνων, πολλῶν δὲ τῶν καυτηρίων δεησόμεθα.

  THE DOUBLE INDICTMENT — Δὶς κατηγορούμενος

  ἀλλ᾽ βττιτριββιβν ὀπόσοι τῶν φιλοσόφων παρα μόνοι�
� τὴν εὐδαιμονίαν φασὶν εἶναι τοῖς θεοῖς. εἰ γοῦν ᾔδεσαν ὁπόσα τῶν ἀνθρώπων ἕνεκα πάσχομεν, οὐκ ἂν ἡμᾶς τοῦ νέκταρος ἢ τῆς ἀμβροσίας ἐμακάριζον Ὁμήρῳ πιστεύσαντες ἀνδρὶ τυφλῷ καὶ γόητι, μάκαρας ἡμᾶς καλοῦντι καὶ τὰ ἐν οὐρανῷ διηγουμένῳ, ὃς οὐδὲ τὰ ἐν τῇ γῇ καθορᾶν ἐδύνατο. αὐτίκα γέ τοι ὁ μὲν Ἥλιος οὑτοσὶ ζευξάμενος τὸ ἅρμα πανήμερος τὸν οὐρανὸν περιπολεῖ πῦρ ἐνδεδυκὼς καὶ τῶν ἀκτίνων ἀποστίλβων, οὐδ᾽ ὅσον κνήσασθαι τὸ οὖς, φασί, σχολὴν ἄγων ἢν γάρ τι κἂν ὀλίγον ἐπιρρᾳθυμήσας λάθῃ, ἀφηνιάσαντες οἱ ἵπποι καὶ τῆς ὁδοῦ παρατραπόμενοι κατέφλεξαν τὰ πάντα. ἡ Σελήνη δὲ ἄγρυπνος καὶ αὐτὴ περίεισιν φαίνουσα τοῖς κωμάζουσιν καὶ τοῖς ἀωρὶ ἀπὸ τῶν δείπνων ἐπανιοῦσιν. ὁ Ἀπόλλων τε αὖ πολυπράγμονα τήν τέχνην ἐπανελόμενος ὀλίγου δεῖν τὰ ὦτα ἐκκεκώφηται πρὸς τῶν ἐνοχλούντων κατὰ χρείαν τῆς μαντικῆς, καὶ ἄρτι μὲν αὐτῷ ἐν Δελφοῖς ἀναγκαῖον εἶναι, μετ᾽ ὀλίγον δὲ εἰς Κολοφῶνα θεῖ, κἀκεῖθεν εἰς Ξάνθον μεταβαίνει καὶ δρομαῖος αὖθις εἰς Δῆλον ἢ εἰς Βραγχίδας: καὶ ὅλως ἔνθα ἂν ἡ πρόμαντις πιοῦσα τοῦ ἱεροῦ νάματος καὶ μασησαμένη τῆς δάφνης καὶ τὸν τρίποδα διασείσασα κελεύῃ παρεῖναι, ἄοκνον ‘χρὴ αὐτίκα . μάλα: παρεστάναι συνείροντα τοὺς χρησμοὺς ἢ οἴχεσθαὶ οἱ τὴν δόξαν τῆς τέχνης;. ἐῶ γὰρ λέγειν ὁπόσα ἐπὶ πείρᾳ τῆς μαντικῆς ἐπιτεχνῶνται αὐτῷ ἄρνεια κρέα καὶ χελώνας εἰς τὸ αὐτὸ ἕψοντες, ὥστε εἰ μὴ τὴν ῥῖνα ὀξὺς ἦν, κἂν ἀπῆλθεν αὐτοῦ ὁ Λυδὸς καταγελῶν. ὁ μὲν γὰρ Ἀσκληπιὸς ὑπὸ τῶν νοσούντων ἐνοχλούμενος ‘ὁρῇ τε δεινὰ θιγγάνει τε ἀηδέων ἐπ᾽ ἀλλοτρίῃσὶ τε συμφορῇσιν ἰδίας καρποῦται λύπας.’ τί γὰρ ἂν ἢ ^ τοὺς Ἀνέμους φυτουργοῦντας λέγοιμι καὶ παραπέμποντας τὰ πλοῖα καὶ τοῖς λικμῶσιν ἐπιπνέοντας, ἢ τὸν Ὕπνον ἐπὶ πάντας πετόμενον, ἢ τὸν Ὄνειρον μετὰ τοῦὝπνου διανυκτερεύοντα καὶ ὑποφητεύοντα αὐτῷ; πάντα γὰρ ταῦτα ὑπὸ φιλανθρωπίας οἱ θεοὶ πονοῦσιν, πρὸς τὸν ἐπὶ τῆς γῆς βίον ἕκαστος συντελοῦντες. [2] καίτοι τὰ μὲν τῶν ἄλλων μέτρια: ἐγὼ δὲ αὐτὸς ὁ πάντων βασιλεὺς καὶ πατὴρ ὅσας μὲν ἀηδίας ἀνέχομαι, ὅσα δὲ πράγματα ἔχω πρὸς τοσαύτας φροντίδας διῃρημένος: ᾧ πρῶτα μὲν τὰ τῶν ἄλλων θεῶν ἔργα ἐπισκοπεῖν ἀναγκαῖον ὁπόσοι τι ἡμῖν συνδιαπράττουσι τῆς ἀρχῆς, ὡς μὴ βλακεύωσιν ὲν αὐτοῖς, ἔπειτα δὲ καὶ. αὐτῷ μυρία ἄττα πράττειν καὶ σχεδὸν ἀνέφικτα ὑπὸ λεπτότητος: οὐ γὰρ μόνον τὰ κεφάλαια ταῦτα τῆς διοικήσεως, ὑετοὺς καὶ χαλάζας καὶ πνεύματα καὶ ἀστραπὰς αὐτὸς οἰκονομησάμενος καὶ διατάξας πέπαυμαι τῶν ἐπί μέρους φροντίδων ἀπηλλαγμένος, ἀλλά με δεῖ καὶ ταῦτα μὲν ποιεῖν ἀποβλέπειν δὲ κατὰ τὸν αὐτὸν χρόνον ἁπανταχόσε καὶ πάντα ἐπισκοπεῖν ὥσπερ τὸν ἐν τῇ Νεμέᾳ βουκόλον, τοὺς κλέπτοντας, τοὺς ἐπιορκοῦντας, τοὺς θύοντας, εἴ τις ἔσπεισε, πόθεν ἡ κνῖσα καὶ ὁ καπνὸς ἀνέρχεται, τίς νοσῶν ἢ πλέων ἐκάλεσεν, καὶ τὸ πάντων ἐπιπονώτατον, ὑφ᾽ ἕνα καιρὸν ἒν τε Ὀλυμπίᾳ τῇ ἑκατόμβῃ παρεῖναι καὶ ἐν Βαβυλῶνι τοὺς πολεμοῦντας ἐπισκοπεῖν καὶ ἐν Γέταις χαλαζᾶν καὶ ἐν Αἰθίοψιν εὐωχεῖσθαι. τὸ δὲ μεμψίμοιρον οὐδὲ οὕτω διαφυγεῖν ῥᾴδιον, ἀλλὰ πολλάκις οἱ μὲν ἄλλοι θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὕδουσι παννύχιοι, τὸν Δία δὲ ἐμὲ οὐκ ἔχει νήδυμος ὕπνος: ἢν γάρ τί που καὶ μικρὸν ἐπινυστάσωμεν, ἀληθὴς εὐθὺς ὁ Ἐπίκουρος, ἀπρονοήτους ἡμᾶς ἀποφαίνων τῶν ἐπὶ γῆς πραγμάτων. καὶ ὁ κίνδυνος οὐκ εὐκαταφρόνητος εἰ ταῦτα οἱ ἄνθρωποι πιστεύσουσιν αὐτῷ, ἀλλ᾽ ἀστεφάνωτοι μὲν ἡμῖν οἱ ναοὶ ἔσονται, ἀκνίσωτοι δὲ αἱ ἀγυιαί, ἄσπονδοι δὲ οἱ κρατῆρες, ψυχροὶ δὲ οἱ βωμοί, καὶ ὅλως ἄθυτα καὶ ἀκαλλιέρητα πάντα ^ καὶ ὁ λιμὸς πολύς. τοιγαροῦν ὥσπερ οἱ κυβερνῆται ὑψηλὸς μόνος ἐπὶ τῆς πρύμνης ἕστηκα τὸ πηδάλιον ἔχων ἐν ταῖν χεροῖν, καὶ οἱ μὲν ἐπιβάται μεθύοντες εἰ τύχοι ἐγκαθεύδουσιν, ἐγὼ δὲ ἄγρυπνος καὶ ἄσιτος ὑπὲρ ἁπάντων ‘ μερμηρίζω κατὰ φρένα καὶ κατὰ θυμὸν’ μόνῳ[3] τῷ δεσπότης εἶναι δοκεῖν τετιμημένος. ὥστε ἡδέως ἂν ἐροίμην τοὺς φιλοσόφους, οἳ μόνους τοὺς θεοὺς εὐδαιμονίζουσιν, πότε καὶ σχολάζειν ἡμᾶς τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ νομίζουσι μυρία ὅσα ἔχοντας πράγματα. ἰδοὺ γέ τοι ὑπ᾽ ἀσχολίας τοσαύτας ἑώλους δίκας φυλάττομεν ἀποκειμένας ὑπ᾽ εὐρῶτος ἤδη καὶ ἀραχνίων διεφθαρμένας, καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις καὶ τέχναις πρὸς ἀνθρώπους τινὰς συνεστᾶσιν, πάνυ παλαιὰς ἐνίας αὐτῶν. οἱ δὲ κεκράγασιν ἁπανταχόθεν καὶ ἀγανακτοῦσιν καὶ τὴν δίκην ἐπιβοῶνται κἀμὲ τῆς βραδυτῆτος αἰτιῶνται, ἀγνοοῦντες ὡς οὐκ ὀλιγωρίᾳ τὰς κρίσεις ὑπερημέρους συνέβη γενέσθαι, ἀλλ᾽ ὑπὸ τῆς εὐδαιμονίας ᾗ συνεῖναι ἡμᾶς ὑπολαμβάνουσιν. τοῦτο γὰρ τὴν ἀσχολίαν καλοῦσιν. [4] καὐτός, ὦ Ζεῦ, πολλὰ τοιαῦτα ἐπὶ τῆς γῆς ἀκούων δυσχεραινόντων λέγειν πρὸς σὲ οὐκ ἐτόλμων. ἐπεὶ δὲ σὺ περὶ τούτων τοὺς λόγους ἐνέβαλες, καὶ δὴ λέγω. πάνυ ἀγανακτοῦσιν, ὦ πάτερ, καὶ σχετλιάζουσιν καὶ εἰς τὸ φανερὸν μὲν οὐ τολμῶσι λέγειν, ὑποτονθορύζουσι δὲ συγκεκυφότες αἰτιώμενοι τὸν χρόνον οὓς ἔδει πάλαι τὰ καθ᾽ αὑτοὺς εἰδότας στέργειν ἕκαστον τοῖς δεδικασμ�
�νοις. .

 

‹ Prev