Delphi Complete Works of Lucian
Page 190
[14] ταῦτα ἔτι λεγούσης αὐτῆς οὐ περιμείνας ἐγὼ τὸ τέλος τῶν λόγων ἀναστὰς ἀπεφηνάμην, καὶ τὴν ἄμορφον ἐκείνην καὶ ἐργατικὴν ἀπολιπὼν μετέβαινον πρὸς τὴν Παιδείαν μάλα γεγηθώς, καὶ μάλιστα ἐπεί μοι καὶ εἰς νοῦν ἦλθεν ἡ σκυτάλη καὶ ὅτι πληγὰς εὐθὺς οὐκ ὀλίγας ἀρχομένῳ μοι χθὲς ἐνετρίψατο. ἡ δὲ ἀπολειφθεῖσα τὸ μὲν πρῶτον ἠγανάκτει καὶ τὼ χεῖρε συνεκρότει καὶ τοὺς ὀδόντας συνέπριε: τέλος δέ, ὥσπερ τὴν Νιόβην ἀκούομεν, ἐπεπήγει καὶ εἰς λίθον μετεβέβλητο. εἰ δὲ παράδοξα ἔπαθε, μὴ ἀπιστήσητε: θαυματοποιοὶ γὰρ οἱ ὄνειροι.
[15] ἡ ἑτέρα δὲ πρός με ἀπιδοῦσα, ‘ τοιγαροῦν ἀμείψομαί σε,’ ἔφη, ‘ τῆσδε τῆς δικαιοσύνης, ὅτι καλῶς τὴν δίκην ἐδίκασας, καὶ ἐλθὲ ἤδη, ἐπίβηθι τούτου τοῦ ὀχήματος,’ — δείξασά τι ὄχημα ὑποπτέρων ἵππων τινῶν τῷ Πηγάσῳ ἐοικότων—’ ὅπως εἰδῇς οἷα καὶ ἡλίκα μὴ ἀκολουθήσας ἐμοὶ ἀγνοήσειν ἔμελλες.’ ἐπεὶ δὲ ἀνῆλθον, ἡ μὲν ἤλαυνε καὶ ὑφηνιόχει, ἀρθεὶς δὲ εἰς ὕψος ἐγὼ ἐπεσκόπουν ἀπὸ τῆς ἕω ἀρξάμενος ἄχρι πρὸς τὰ ἑσπέρια ^ πόλεις καὶ ἔθνη καὶ δήμους, καθάπερ ὁ Τριπτόλεμος ἀποσπείρων τι εἰς τὴν γῆν. οὐκέτι μέντοι μέμνημαι ὅ τι τὸ σπειρόμενον ἐκεῖνο ἦν, πλὴν τοῦτο μόνον ὅτι κάτωθεν ἀφορῶντες ἄνθρωποι ἐπῄνουν καὶ μετ᾽ εὐφημίας καθ᾽ οὓς γενοίμην τῇ πτήσει παρέπεμπον.
[16] δείξασα δέ μοι τὰ τοσαῦτα κἀμὲ τοῖς ἐπαινοῦσιν ἐκείνοις ἐπανήγαγεν αὖθις, οὐκέτι τὴν αὐτὴν ἐσθῆτα ἐκείνην ἐνδεδυκότα ἣν εἶχον ἀφιπτάμενος, ἀλλά μοι ἐδόκουν εὐπάρυφός τις ἐπανήκειν, καταλαβοῦσα οὖν καὶ τὸν πατέρα ἑστῶτα καὶ περιμένοντα ἐδείκνυεν αὐτῷ ἐκείνη ^ τὴν ἐσθῆτα κἀμέ, οἷος ἥκοιμι, καί τι καὶ ὑπέμνησεν οἷα μικροῦ δεῖν περὶ ἐμοῦ ἐβουλεύσαντο. ταῦτα μέμνημαι ἰδὼν ἀντίπαις ἔτι ὤν, ἐμοὶ δοκεῖν ἐκταραχθεὶς πρὸς τὸν τῶν πληγῶν φόβον.
[17] μεταξὺ δὲ λέγοντος, ‘ Ἡράκλεις,’ ἔφη τις, ‘ὡς μακρὸν τὸ ἐνύπνιον καὶ δικανικόν.’ εἶτ᾽ ἄλλος ὑπέκρουσε, ‘ χειμερινὸς ὄνειρος, ὅτε μήκισταὶ εἰσιν αἱ νύκτες, ἢ τάχα που τριέσπερος, ὥσπερ ὁ Ἡρακλῆς, καὶ αὐτός ἐστι. τί δ᾽ οὖν ἐπῆλθεν αὐτῷ ληρῆσαι ταῦτα πρὸς ἡμᾶς καὶ μνησθῆναι παιδικῆς νυκτὸς καὶ ὀνείρων παλαιῶν καὶ γεγηρακότων; ἕωλος γὰρ ἡ ψυχρολογία. μὴ ὀνείρων τινὰς ὑποκριτὰς ἡμᾶς ὑπείληφεν;’ οὔκ, ὦγαθέ: οὐδὲ γὰρ ὁ Ξενοφῶν ποτε διηγούμενος τὸ ἐνύπνιον, ὡς ἐδόκει αὐτῷ κεραυνὸς ἐμπεσὼν καίειν τὴν πατρῴαν οἰκίαν καὶ τὰ ἄλλα,- — ἴστε γάρ — οὐχ ὑπόκρισιν τὴν ὄψιν οὐδ᾽ ὡς φλυαρεῖν ἐγνωκὼς αὐτὰ διεξῄει, καὶ ταῦτα ἐν πολέμῳ καὶ ἀπογνώσει πραγμάτων, περιεστώτων πολεμίων, ἀλλά τι καὶ χρήσιμον εἶχεν ἡ διήγησις.
[18] καὶ τοίνυν κἀγὼ τοῦτον τὸν ὄνειρον ὑμῖν διηγησάμην ἐκείνου ἕνεκα, ὅπως οἱ νέοι πρὸς τὰ βελτίω τρέπωνται καὶ παιδείας ἔχωνται, καὶ μάλιστα εἴ τις αὐτῶν ὑπὸ πενίας ἐθελοκακεῖ καὶ πρὸς τὴν ἥττω ἀποκλίνει, φύσιν οὐκ ἀγεννῆ διαφθείρων. ἐπιρρωσθήσεται εὖ οἶδ᾽ ὅτι κἀκεῖνος ἀκούσας τοῦ μύθου, ἱκανὸν ἑαυτῷ παράδειγμα ἐμὲ προστησάμενος, ἐννοῶν οἷος μὲν ὢν πρὸς τὰ κάλλιστα ὥρμησα καὶ παιδείας ἐπεθύμησα, μηδὲν ἀποδειλιάσας πρὸς τὴν πενίαν τὴν τότε, οἷος δὲ πρὸς ὑμᾶς ἐπανελήλυθα, εἰ καὶ μηδὲν ἄλλο, οὐδενὸς γοῦν τῶν λιθογλύφων ἀδοξότερος.
THE PARASITE: PARASITIC AN ART — Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική
τί ποτε ἀρα, ὠ Σίμων, οἱ μὲν ἄλλοι ἀνθρωττοι καὶ βχβνθβροι καὶ δοῦλοι τέχνην ἔκαστός τινα βττίστανται δι᾽ ἧς αὑτοῖς τὲ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις δι᾽ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης;
Σίμων
πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν.
Τυχιάδης
ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν; :
Σίμων
μὰ Δία.
Τυχιάδης
λ ^ ι ^ Τί δέ, ἰατρικήν; οὐδὲ ταύτην.
Τυχιάδης
ἀλλὰ γεωμετρίαν;
Σίμων
οὐδαμῶς.
Τυχιάδης
τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία.
Σίμων
ἐγὼ Ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει ^ τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι: φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς.
Τυχιάδης
ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.
Σίμων
ὀρθῶς λέγεις, ὦ Τυχιάδη: ἀλλ᾽ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί.
Τυχιάδης
τίνος οὖν ἑτέρας;
Σίμων
τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας: ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ,^ οὐκ ἔχω εἰπεῖν.
Τυχιάδης
τίνα ταύτην;
Σίμων
οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν ἥντ
ινα δέ, αὖθις ἀκούσῃ.
Τυχιάδης
ἀλλ᾽ οὐκ ἀνέξομαι.
Σίμων
τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι.
Τυχιάδης
καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν.
Σίμων
εἰσαῦθις, ὦ Τυχιάδη.
Τυχιάδης
μηδαμῶς, ἀλλ᾽ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ.
Σίμων
ἡ παρασιτική.
Τυχιάδης
[2] κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν;
Σίμων
ἔγωγε: εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τά μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας.
Τυχιάδης
οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί;
Σίμων
τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός.
Τυχιάδης
καὶ σὺ ἄρα παράσιτος;
Σίμων
πάνυ ὠνείδισας, ὦ Τυχιάδη.
Τυχιάδης
ἀλλ᾽ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν;
Σίμων
οὐδαμῶς: αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι.
Τυχιάδης
καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες; ^
Σίμων
πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιὸν χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί.
Τυχιάδης
καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς.
Σίμων
τὸ ποῖον;
Τυχιάδης
εἴ γε καὶ ^ ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ.
Σίμων
καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.
Τυχιάδης [3] ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει: σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.
Σίμων
τίνα μήν;
Τυχιάδης
εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ^ ἰατρική, παρασιτική.
Σίμων
ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.
Τυχιάδης
οὐθέν, εἰ καὶ σμικρὰ λέγοις ἀληθῆ δέ, διοίσει.
Σίμων
ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατ᾽ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν ^ αὐτῆς.
Τυχιάδης
τί ποτ᾽ οὖν ἐστιν ἡ τέχνη; πάντως ἐπίστασαι.
Σίμων
πάνυ μὲν οὖν;
Τυχιάδης
μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.
Σίμων [4] τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ.
Τυχιάδης
ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας.^
Σίμων
εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη;
Τυχιάδης
τέχνη γάρ, εἴπερ οὕτως ἔχοι.
Σίμων
φέρε δὴ καθ᾽ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶμεν ἢ ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται δεῖ τοίνυν πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων . ‘ ... πρῶτον ^ μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ ^ ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανερῶν εὐθὺς ὄντων; αὐτὰ μέντοι ταῦτα καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων: ἀνδρῶν δ᾽ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι. ᾧ δὴ καὶ μείζων ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν. [5] τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους καὶ πράγματα πράττειν δι᾽ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρ᾽ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι δοκεῖ;
Τυχιάδης
καὶ μάλα.
Σίμων
τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς ὅπως παντὸς ἀπέλθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς λόγου καὶ σοφίας πράττεσθαι οἴει;
Τυχιάδης
οὐδαμῶς.
Σίμων
τί δέ, τὸ ἐπίστασθαι τὰς ἀρετὰς καὶ κακίας τῶν σιτίων καὶ τῶν ὄψων πολυπραγμ�
�σύνην ἀτέχνου τινὸς εἶναί σοι δοκεῖ, καὶ ταῦτα τοῦ γενναιοτάτου Πλάτωνος οὑτωσὶ λέγοντος, ‘ τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης ἀκυροτέρα ἡ κρίσις;’ [6] ὅτι γε μὴν οὐκ ἐκ καταλήψεως μόνον, ἀλλὰ συγγεγυμνασμένης ἐστὶν ἡ παρασιτική, μάθοις ἂν ἐνθένδε ῥᾳδίως: αἱ μὲν γὰρ τῶν ἄλλων τεχνῶν καταλήψεις καὶ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς πολλάκις ἀσυγγύμναστοι μένουσιν, καὶ ὅμως οὐκ ἀπόλλυνται παρὰ τοῖς κεκτημένοις αἱ τέχναι, ἡ δὲ τοῦ παρασίτου κατάληψις ^ εἰ μὴ καθ᾽ ἡμέραν εἴη ἐν γυμνασίᾳ, ἀπόλλυσιν οὐ μόνον, οἶμαι, τὴν τέχνην, ἀλλὰ καὶ αὐτὸν τὸν τεχνίτην. [7] τό γε μὴν ‘πρός τι τέλος εὔχρηστον τῷ βίῳ’ μὴ καὶ μανίας ᾖ ^ ζητεῖν. ἐγὼ γὰρ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν οὐδὲν εὐχρηστότερον εὑρίσκω ἐν τῷ βίῳ, ὧν ^ οὐδὲ ζῆν γε ἄνευ ἔστιν.