Book Read Free

Delphi Complete Works of Lucian

Page 202

by Lucian Samosata


  τελευταῖον δ᾽ ὑπ᾽ αἰδοῦς αὐτῷ ἐπέτρεψας. ὁ δὲ αὐτὸς μὲν οὔ φησιν ἐρεῖν, τῶν φίλων δέ τινα τῶν παρόντων κελεύει μέσον ἐλθόντα τοῦ πράγματος εἰπεῖν ὃ μήτ᾽ αὐτῷ γίγνοιτ᾽ ἂν βαρὺ καὶ πρὸς ἄλλα τούτων ἀναγκαιότερα δαπανῶντι μήτε τῷ ληψομένῳ εὐτελές. ὁ δὲ ὠμογέρων τις ἐκ παίδων κολακείᾳ σύντροφος, ‘ὡς μὲν οὐκ εὐδαιμονέστατος εἶ’, φησίν, ‘ τῶν ἐν τῇ πόλει ἁπάντων, ὦ οὗτος, οὐκ ἂν εἴποις, ᾧ γε τοῦτο πρῶτον ὑπῆρχεν ὃ πολλοῖς πάνυ γλιχομένοις μόλις ἂν γένοιτο παρὰ τῆς Τύχης: λέγω δὲ ὁμιλίας ἀξιωθῆναι καὶ ἑστίας κοινωνῆσαι καὶ εἰς τὴν πρώτην οἰκίαν τῶν ἐν τῇ Ῥωμαίων ἀρχῇ καταδεχθῆναι: τοῦτο γὰρ ὑπὲρ τὰ Κροίσου τάλαντα καὶ τὸν Μίδου πλοῦτον, εἰ σωφρονεῖν οἶσθα. ἰδὼν ^ δὲ πολλοὺς τῶν εὐδοκίμων ἐθελήσαντας ἄν, εἰ καὶ προσδιδόναι δέοι, μόνης τῆς δόξης ἕνεκα συνεῖναι τούτῳ καὶ ὁρᾶσθαι περὶ αὐτὸν ἑταίρους καὶ φίλους εἶναι δοκοῦντας, οὐκ ἔχω ὅπως σε τῆς εὐποτμίας μακαρίσω, ὃς καὶ προσλήψῃ μισθὸν τῆς τοιαύτης εὐδαιμονίας. ἀρκεῖν οὖν νομίζω, εἰ μὴ πάνυ ἄσωτος εἶ, τοσόνδε τι:—’ εἰπὼν ἐλάχιστον καὶ μάλιστα

  [21] πρὸς τὰς σὰς ἐκείνας ἐλπίδας. ἀγαπᾶν δ᾽ ὅμως ἀναγκαῖον οὐ γὰρ οὐδ᾽ ἂν φυγεῖν ἔτι σοι δυνατὸν ἐντὸς ἀρκύων γενομένῳ. δέχῃ τοίνυν τὸν χαλινὸν μύσας καὶ τὰ πρῶτα εὐάγωγος εἶ πρὸς αὐτὸν οὐ πάνυ περισπῶντα οὐδὲ ὀξέως νύττοντα, μέχρι ἂν λάθῃς τέλεον αὐτῷ συνήθης γενόμενος. οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ τινὰ ἔνδον γεγενημένον σὺ δὲ αὐτὸς οὐδέπω ὁρᾷς οὗτινος ἕνεκα εὐδαίμων αὐτοῖς εἶναι δοκεῖς. πλὴν ἀλλὰ χαίρεις γε καὶ σεαυτὸν ἐξαπατᾷς καὶ ἀεὶ τὰ μέλλοντα βελτίω γενήσεσθαι νομίζεις. τὸ δ᾽ ἔμπαλιν ἢ σὺ ἤλπισας γίγνεται καὶ ὡς ἡ παροιμία φησίν, ἐπὶ Μανδροβούλου χωρεῖ τὸ πρᾶγμα, καθ᾽ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἀποσμικρυνόμενον

  [22] καὶ εἰς τοὐπίσω ἀναποδίζον. ἠρέμα οὖν καὶ κατ᾽ ὀλίγον, ὥσπερ ἐν ἀμυδρῷ τῷ φωτὶ τότε πρῶτον διαβλέπων, ἄρχῃ κατανοεῖν ὡς αἱ μὲν χρυσαῖ ἐκεῖναι ἐλπίδες οὐδὲν ἀλλ᾽ ἢ φῦσαί τινες ἦσαν ἐπίχρυσοι, βαρεῖς δὲ καὶ ἀληθεῖς καὶ ἀπαραίτητοι καὶ συνεχεῖς οἱ πόνοι. ‘ τίνες οὗτοι;’ ἴσως ἐρήσῃ με: ‘οὑχ ὁρῶ γὰρ ὅ τι τὸ ἐπίπονον ἐν ταῖς τοιαύταις συνουσίαις ἐστὶν οὐδ᾽ ἐπινοῶ ἅτινα ἔφησθα τὰ καματηρὰ καὶ ἀφόρητα.’ οὐκοῦν ἄκουσον, ὦ γενναῖε, μὴ εἰ κάματος ἔνεστιν ἐν τῷ πράγματι μόνον ἐξετάζων, ἀλλὰ καὶ τὸ αἰσχρὸν καὶ ταπεινὸν καὶ συνόλως δουλοπρεπὲς οὐκ ἐν παρέργῳ τῆς ἀκροάσεως τιθέμενος.

  [23] καὶ πρῶτόν γε μέμνησο μηκέτι ἐλεύθερον τὸ ἀπ᾽ ἐκείνου μηδὲ εὐπατρίδην σεαυτὸν οἴεσθαι πάντα γὰρ ταῦτα, τό γένος, τὴν ἐλευθερίαν, τοὺς προγόνους ἔξω τοῦ ὀδοῦ καταλείψων ἴσθι ἐπειδὰν ἐπὶ τοιαύτην σαυτὸν ‘ λατρείαν ἀπεμπολήσας εἰσίῃς: οὐ γὰρ ἐθελήσει σοι ἡ Ἐλευθερία συνεισελθεῖν ἐφ᾽ οὕτως ἀγεννῆ πράγματα καὶ ταπεινὰ εἰσιόντι. δοῦλος οὖν, εἰ καὶ πάνυ ἀχθέσῃ τῷ ὀνόματι, καὶ οὐχ ἑνός, ἀλλὰ πολλῶν δοῦλος ἀναγκαίως ἔσῃ καὶ θητεύσεις κάτω νενευκὼς ἕωθεν εἰς ἑσπέραν ‘ ἀεικελίῳ ἐπὶ μισθῷ.’ καὶ ἅτε δὴ μὴ ἐκ παίδων τῇ Δουλείᾳ συντραφείς, ὀψιμαθήσας δὲ καὶ πόρρω που τῆς ἡλικίας παιδευόμενος πρὸς αὐτῆς οὐ πάνυ εὐδόκιμος ἔσῃ οὐδὲ πολλοῦ ἄξιος τῷ δεσπότῃ: διαφθείρει γάρ σε ἡ μνήμη τῆς ἐλευθερίας ὑπιοῦσα καὶ ἀποσκιρτᾶν ἐνίοτε ποιεῖ καὶ δι᾽ αὐτὸ ἐν τῇ δουλείᾳ πονηρῶς ἀπαλλάττειν. πλὴν εἰ μὴ ἀποχρῆν σοι πρὸς ἐλευθερίαν νομίζεις τὸ μὴ Πυρρίου μηδὲ Ζωπυρίωνος υἱὸν εἶναι, μηδὲ ὥσπερ τις Βιθυνὸς ὑπὸ μεγαλοφώνῳ τῷ κήρυκι ἀπημπολῆσθαι. ἀλλ᾽ ὁπόταν, ὦ βέλτιστε, τῆς νουμηνίας ἐπιστάσης ἀναμιχθεὶς τῷ Πυρρίᾳ καὶ τῷ Ζωπυρίωνι προτείνῃς τὴν χεῖρα ὁμοίως τοῖς ἄλλοις οἰκέταις καὶ λάβῃς ἐκεῖνο ὁτιδήποτε ἦν τὸ γιγνόμενον, τοῦτο ἡ πρᾶσίς ἐστι. κήρυκος γὰρ οὐκ ἔδει ἐπ᾽ ἄνδρα ἑαυτὸν ἀποκηρύξαντα καὶ μακρῷ χρόνῳ μνηστευσάμενον ἑαυτῷ τὸν δεσπότην.

  [24] εἶτ᾽, ὦ κάθαρμα, φαίην ἄν, καὶ μάλιστα πρὸς τὸν φιλοσοφεῖν φάσκοντα, εἰ μέν σέ τις ἢ πλέοντα καταποντιστὴς συλλαβὼν ἢ λῃστὴς ἀπεδίδοτο, ᾤκτειρες ἂν σεαυτὸν ὡς παρὰ τὴν ἀξίαν δυστυχοῦντα, ἢ εἴ τίς σου λαβόμενος ἦγε δοῦλον εἶναι λέγων, ἐβόας ἂν τοὺς νόμους καὶ δεινὰ ἐποίεις καὶ ἠγανάκτεις καί, ‘^ γῆ καὶ θεοί,’ μεγάλῃ τῇ φωνῇ ἐκεκράγεις ἄν, σεαυτὸν δὲ ὀλίγων ἕνεκα ὀβολῶν ἐν τούτῳ τῆς ἡλικίας, ὅτε καὶ εἰ φύσει δοῦλος ἦσθα, καιρὸς ἦν πρὸς ἐλευθερίαν ἤδη ὁρᾶν, αὐτῇ ἀρετῇ καὶ σοφίᾳ φέρων ἀπημπόληκας, οὐδὲ τοὺς . πολλοὺς ἐκείνους λόγους αἰδεσθεὶς οὓς ὁ καλὸς Πλάτων ἢ ὁ Χρύσιππος ἢ Ἀριστοτέλης διεξεληλύθασι τὸ μὲν ἐλευθέριον ἐπαινοῦντες, τὸ δουλοπρεπὲς δὲ διαβάλλοντες; καὶ οὐκ αἰσχύνῃ κόλαξιν ἀνθρώποις καὶ ἀγοραίοις καὶ βωμολόχοις ἀντεξεταζόμενος καὶ ἐν τοσούτῳ πλήθει Ῥωμαϊκῷ μόνος ξενίζων τῷ τρίβωνι καὶ πονηρῶς τὴν Ῥωμαίων φωνὴν βαρβαρίζων, εἶτα δειπνῶν δεῖπνα θορυβώδη καὶ πολυάνθρωπα συγκλύδων τινῶν καὶ τῶν πλείστων μοχθηρῶν; καὶ ἐν αὐτοῖς ἐπαινεῖς φορτικῶς καὶ πίνεις πέρα τοῦ μετ
ρίως ἔχοντος. ἕωθέν τε ὑπὸ κώδωνι ἐξαναστὰς ἀποσεισάμενος τοῦ ὕπνου τὸ ἥδιστον συμπεριθεῖς ἄνω καὶ κάτω ἔτι τὸν χθιζὸν ἔχων πηλὸν ἐπὶ τοῖν σκελοῖν. οὕτως ἀπορία μέν σε θέρμων ἔσχεν ἢ τῶν ἀγρίων λαχάνων, ἐπέλιπον δὲ καὶ αἱ κρῆναι ῥέουσαι τοῦ ψυχροῦ ὕδατος, ὡς ἐπὶ ταῦτά σε ὑπ᾽ ἀμηχανίας ἐλθεῖν; ἀλλὰ δῆλον ὡς οὐχ ὕδατος οὐδὲ θέρμων, ἀλλὰ πεμμάτων καὶ ὄψου καὶ οἴνου ἀνθοσμίου ἐπιθυμῶν ἑάλως, καθάπερ ὁ λάβραξ αὐτὸν μάλα δικαίως τὸν ὀρεγόμενον τούτων λαιμὸν διαπαρείς. παρὰ πόδας τοιγαροῦν τῆς λιχνείας ταύτης τἀπίχειρα, καὶ ὥσπερ οἱ πίθηκοι δεθεὶς κλοιῷ τὸν τράχηλον ἄλλοις μὲν γέλωτα παρέχεις, σεαυτῷ δὲ δοκεῖς τρυφᾶν, ὅτι ἔστι σοι τῶν ἰσχάδων ἀφθόνως ἐντραγεῖν. ἡ δὲ ἐλευθερία καὶ τὸ εὐγενὲς αὐτοῖς φυλέταις καὶ φράτερσι φροῦδα πάντα καὶ οὐδὲ μνήμη τις αὐτῶν.

  [25] καὶ ἀγαπητὸν εἰ μόνον τὸ αἰσχρὸν προσῆν τῷ πράγματι, δοῦλον ἀντ᾽ ἐλευθέρου δοκεῖν, οἱ δὲ πόνοι μὴ κατὰ τοὺς πάνυ τούτους οἰκέτας. ἀλλ᾽ ὅρα εἰ μετριώτερά σοι προστέτακται τῶν Δρόμωνι καὶ Τιβείῳ προστεταγμένων. ὧν μὲν γὰρ ἕνεκα, τῶν μαθημάτων ἐπιθυμεῖν φήσας, παρείληφέ σε, ὀλίγον αὐτῷ μέλει. ‘τί γὰρ κοινόν,’ φασί, ‘λύρᾳ καὶ ὄνῳ;’ πάνυ γοῦν, — οὐχ ὁρᾷς; — ἐκτετήκασι τῷ πόθῳ τῆς Ὁμήρου σοφίας ἢ τῆς Δημοσθένους δεινότητος ἢ τῆς Πλάτωνος μεγαλοφροσύνης, ὧν ἤν τις ἐκ τῆς ψυχῆς ἀφέλῃ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὰς περὶ τούτων φροντίδας, τὸ καταλειπόμενόν ἐστι τῦφος καὶ μαλακία καὶ ἡδυπάθεια καὶ ἀσέλγεια, καὶ ὕβρις καὶ ἀπαιδευσία. δεῖται δή σου ἐπ᾽ ἐκεῖνα μὲν οὐδαμῶς, ἐπεὶ δὲ πώγωνα ἔχεις βαθὺν καὶ σεμνός τις εἶ τὴν πρόσοψιν καὶ ἱμάτιον Ἑλληνικὸν εὐσταλῶς περιβέβλησαι καὶ πάντες ἴσασί σε γραμματικὸν ἢ ῥήτορα ἢ φιλόσοφον, καλὸν αὐτῷ δοκεῖ ἀναμεμῖχθαι καὶ τοιοῦτόν τινα τοῖς προϊοῦσι καὶ προπομπεύουσιν αὐτοῦ: δόξει γὰρ ἐκ τούτου καὶ φιλομαθὴς τῶν Ἑλληνικῶν μαθημάτων καὶ ὅλως περὶ παιδείαν φιλόκαλος. ὥστε κινδυνεύεις, ὦ γενναῖε, ἀντὶ τῶν θαυμαστῶν λόγων τὸν πώγωνα καὶ τὸν τρίβωνα μεμισθωκέναι. χρὴ οὖν σε ἀεὶ σὺν αὐτῷ ὁρᾶσθαι καὶ μηδέποτε ἀπολείπεσθαι, ἀλλὰ ἕωθεν ἐξαναστάντα, παρέχειν σεαυτὸν ὀφθησόμενον ἐν τῇ θεραπείᾳ καὶ μὴ λιπεῖν τὴν τάξιν. ὁ δὲ ἐπιβάλλων ἐνίοτέ σοι τὴν χεῖρα, ὅ τι ἂν τύχῃ ληρεῖ, τοῖς ἐντυγχάνουσιν ἐπιδεικνύμενος ὡς οὐδὲ ὁδῷ βαδίζων ἀμελής ἐστι τῶν Μουσῶν, ἀλλ᾽ εἰς καλὸν τὴν ἐν τῷ περιπάτῳ

  [26] διατίθεται σχολήν. σὺ δ᾽ ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην ἄναντα πολλὰ καὶ κάταντα — τοιαύτη γάρ, ὡς οἶσθα, ἡ πόλις — περιελθὼν ἵδρωκάς τε καὶ πνευστιᾷς, κἀκείνου ἔνδον τινὶ τῶν φίλων πρὸς ὃν ἦλθεν διαλεγομένου, μηδὲ ὅπου καθίζῃς ἔχων ὀρθὸς ὑπ᾽ ἀπορίας ἀναγιγνώσκεις τὸ βιβλίον προχειρισάμενος. ἐπειδὰν δὲ ἄσιτόν τε καὶ ἄποτον ἡ νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθ᾽ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλ᾽ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων ἢ τὸ σκληρὸν τῆς μαλάχης φύλλον ᾧ τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος.^ Οὐ μὴν οὐδὲ ἡ ἄλλη ὕβρις ἄπεστιν, ἀλλ᾽ οὔτε ᾠὸν ἔχεις μόνος — οὐ γὰρ ἀναγκαῖόν ἐστιν καὶ σὲ τῶν αὐτῶν ἀεὶ τοῖς ξένοις καὶ ἀγνώστοις ἀντιποιεῖσθαι: ἀγνωμοσύνη γὰρ δὴ ^ τοῦτό γε — οὔτε ἡ ὄρνις ὁμοία ταῖς ἄλλαις, ἀλλὰ τῷ μὲν πλησίον παχεῖα καὶ πιμελής, σοὶ δὲ νεοττὸς ἡμίτομος ἢ φάττα τις ὑπόσκληρος, ὕβρις ἄντικρυς καὶ ἀτιμία. πολλάκις δ᾽ εἰ ἐπιλίποι ἄλλου τινὸς αἰφνιδίως ἐπιπαρόντος, ἀράμενος ὁ διάκονος τὰ σοὶ παρακείμενα φέρων ἐκείνῳ παρατέθεικεν ὑποτονθορύσας, ‘ σὺ γὰρ ἡμέτερος εἶ.’ τεμνομένου μὲν γὰρ ἐν. τῷ μέσῳ ἢ συὸς ὑπογαστρίου ἢ ἐλάφου, χ;χρὴ ἐκ παντὸς ἢ τὸν διανέμοντα ἵλεων ἔχειν ἢ τὴν Προμηθέως μερίδα φέρεσθαι, ὀστᾶ κεκαλυμμένα τῇ πιμελῇ. τὸ γὰρ τῷ μὲν ὑπὲρ σὲ τὴν λοπάδα παρεστάναι ἔστ᾽ ἂν ἀπαγορεύσῃ^ ἐμφορούμενος, σὲ δὲ οὕτω ταχέως παραδραμεῖν, τίνι φορητὸν ἐλευθέρῳ ἀνδρὶ κἂν ὁπόσην αἱ ἔλαφοι τὴν χολὴν ἔχοντι; καίτοι οὐδέπω ἐκεῖνο ἔφην ὅτι τῶν ἄλλων ἥδιστόν τε καὶ παλαιότατον οἶνον πινόντων μόνος σὺ πονηρόν τινα καὶ παχὺν πίνεις, θεραπεύων ἀεὶ ἐν ἀργύρῳ ἢ χρυσῷ πίνειν, ὡς μὴ ἐλεγχθείης ἀπὸ τοῦ χρώματος οὕτως ἄτιμος ὢν συμπότης. καὶ εἴθε γε κἂν ἐκείνου εἰς κόρον ἦν πιεῖν, νῦν δὲ πολλάκις αἰτήσαντος ὁ παῖς ‘οὐδ᾽ ἀΐοντι ἔοικεν.’

  [27] ἀνιᾷ δή σε πολλὰ καὶ ἀθρόα καὶ σχεδὸν τὰ πάντα, καὶ μάλιστα ὅταν σε παρευδοκιμῇ κίναιδός τις ἢ ὀρχηστοδιδάσκαλος ἢ Ἰωνικὰ συνείρων Ἀλεξανδρεωτικὸς ἀνθρωπίσκος τοῖς μὲν γὰρ τὰ ἐρωτικὰ ταῦτα διακονουμένοις καὶ γραμματίδια ὑπὸ κόλπου διακομίζουσιν πόθεν σύ γ᾽ ἰσότιμος; κατακείμενος τοιγαροῦν ἐν μυχῷ τοῦ συμποσίου καὶ ὑπ᾽ αἰδοῦς καταδεδυκὼς στένεις ὡς τὸ εἰκὸς καὶ σεαυτὸν οἰκτείρεις καὶ αἰτιᾷ τὴν Τύχην
οὐδὲ ὀλίγα σοι τῶν χαρίτων ἐπιψεκάσασαν. ἡδέως δ᾽ ἄν μοι δοκεῖς καὶ ποιητὴς γενέσθαι τῶν ἐρωτικῶν ᾀσμάτων ἢ κἂν ἄλλου ποιήσαντος δύνασθαι ᾁδειν ἀξίως: ^ ὁρᾷς γὰρ οἷ τὸ προτιμᾶσθαι καὶ εὐδοκιμεῖν ἐστιν. ὑποσταίης δὲ ἄν, εἰ καὶ μάγον ἢ μάντιν ὑποκρίνασθαι δέοι τῶν κλήρους πολυταλάντους καὶ ἀρχὰς καὶ ἀθρόους τοὺς πλούτους ὑπισχνουμένων καὶ γὰρ αὖ καὶ τούτους ὁρᾷς εὖ φερομένους ἐν ταῖς φιλίαις καὶ πολλῶν ἀξιουμένους. κἂν ἕν τι οὖν τούτων ἡδέως ἂν γένοιο, ὡς μὴ ἀπόβλητος καὶ περιττὸς εἴης: ἀλλ᾽ οὐδὲ πρὸς ταῦτα ὁ κακοδαίμων πιθανὸς εἶ. τοιγαροῦν ἀνάγκη μειοῦσθαι καὶ σιωπῇ ἀνέχεσθαι ὑποιμώζοντα καὶ ἀμελούμενον.

  [28] ἢν μὲν γὰρ κατείπῃ σοῦ τις ψιθυρὸς οἰκέτης, ὡς μόνος οὐκ ἐπῄνεις τὸν τῆς δεσποίνης παιδίσκον ὀρχούμενον ἢ κιθαρίζοντα, κίνδυνος οὐ μικρὸς ἐκ τοῦ πράγματος. χρὴ οὖν χερσαίου βατράχου δίκην διψῶντα κεκραγέναι, ὡς ἐπίσημος ἔσῃ ἐν τοῖς ἐπαινοῦσι καὶ κορυφαῖος ἐπιμελούμενον πολλάκις δὲ καὶ τῶν ἄλλων σιωπησάντων αὐτὸν ἐπειπεῖν ἐσκεμμένον τινὰ ἔπαινον πολλὴν τὴν κολακείαν ἐμφανιοῦντα. τὸ μὲν γὰρ λιμῷ συνόντα καὶ νὴ Δία γε διψῶντα μύρῳ χρίεσθαι καὶ στεφανοῦσθαι τὴν κεφαλήν, ἠρέμα καὶ γελοῖον ἔοικας γὰρ τότε στήλῃ ἑώλου τινὸς νεκροῦ ἄγοντος ἐναγίσματα: καὶ γὰρ ἐκείνων καταχέαντες μύρον καὶ τὸν στέφανον ἐπιθέντες αὐτοὶ πίνουσι καὶ εὐωχοῦνται τὰ παρεσκευασμένα.

 

‹ Prev