Delphi Complete Works of Lucian
Page 213
[25] κἀν τούτωι ἤδη περὶ τῆς κόρης διελέγοντο πρὸς ἀλλήλους· Τί ποιοῦμεν, ἔφη τις αὐτῶν, τὴν δραπέτιν; Τί δὲ ἄλλο, εἶπεν ἕτερος, ἢ τῆι γραῒ ταύτηι κάτω ἐπιρρίψωμεν αὐτήν, ἀφελομένην μὲν ἡμᾶς χρήματα πολλὰ ὅσον ἐπ᾽ αὐτῆι, καὶ προδοῦσαν ἡμῖν ὅλον τὸ ἐργαστήριον; εὖ ἴστε γάρ, ὦ φίλοι, ὅτι αὕτη εἰ τῶν οἴκοι ἐδράξατο, οὐδὲ εἷς ἂν ἡμῶν ζῶν ὑπελείπετο· πάντες γάρ ἂν ἑάλωμεν, τῶν ἐχθρῶν ἐκ παρασκευῆς ἡμῖν ἐπιπεσόντων. ὥστε ἀμυνώμεθα μὲν τὴν πολεμίαν· ἀλλὰ μὴ οὕτω ῥαιδίως ἀποθνηισκέτω πεσοῦσα ἐπὶ τοῦ λίθου, θάνατον δὲ αὐτῆι τὸν ἀλγεινότατον καὶ μακρότατον ἐξεύρωμεν καὶ ὅστις αὐτὴν χρόνωι καὶ βασάνωι φυλάξας ὕστερον ἀπολεῖ. εἶτα ἐζήτουν θάνατον, καί τις εἶπεν, Οἶδα ὅτι ἐπαινέσεσθε τὸ ἀρχιτεκτόνημα. τὸν ὄνον δεῖ ἀπολέσαι ὀκνηρὸν ὄντα, νῦν δὲ καὶ χωλὸν εἶναι ψευδόμενον, καὶ μὴν καὶ τῆς φυγῆς τῆς παρθένου γενόμενον ὑπηρέτην καὶ διάκονον· τοῦτον οὖν ἕωθεν ἀποσφάξαντες ἀνατέμωμεν ἐκ τῆς γαστρὸς καὶ τὰ μὲν ἔγκατα πάντα ἔξω βάλωμεν, τὴν δὲ ἀγαθὴν ταύτην παρθένον τῶι ὄνωι ἐγκατοικίσωμεν, τὴν μὲν κεφαλὴν ἔξω τοῦ ὄνου πρόχειρον, ὡς ἂν μὴ εὐθὺς ἀποπνιγείη, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔνδον κρυπτόμενον, ὡς ἂν αὐτὴν κατακειμένην εὖ μάλα συρράψαντες ῥίψωμεν ἔξω ἄμφω ταῦτα τοῖς γυψί, καινῶς τοῦτο ἐσκευασμένον ἄριστον. σκοπεῖτε δέ, ὦ φίλοι, τῆς βασάνου τὸ δεινόν, πρῶτον μὲν τὸ νεκρῶι ὄνωι συνοικεῖν, εἶτα θέρους ὥραι θερμοτάτωι ἡλίωι ἐν κτήνει καθεψεῖσθαι καὶ λιμῶι ἀεὶ κτείνοντι ἀποθνήισκειν καὶ μηδὲ ἐαυτὴν ἀποπνῖξαι ἔχειν· τὰ μὲν γὰρ ἄλλ᾽ ὅσα πείσεται σηπομένου τοῦ ὄνου τῆι τε ὀδμῆι καὶ τοῖς σκώληξι πεφυρμένη ἐῶ λέγειν. τέλος δὲ οἱ γῦπες διὰ τοῦ ὄνου παρεισιόντες εἴσω καὶ ταύτην ὡς ἐκεῖνον ἴσως καὶ ζῶσαν ἔτι διασπάσονται.
[26] πάντες ἀνεβόησαν ὡς ἐπὶ ἀγαθῶι μεγάλωι τῶι τερατώδει τούτωι εὑρήματι. ἐγὼ δὲ ἀνέστενον ἑαυτὸν ὡς ἂν ἀποσφαγησόμενος καὶ μηδὲ νεκρὸς εὐτυχὴς κεισόμενος, ἀλλὰ παρθένον ἀθλίαν ἐπιδεξόμενος καὶ θήκη οὐδὲν ἀδικούσης κόρης ἐσόμενος. ὄρθρος δὲ ἦν ἔτι καὶ ἐξαίφνης ἐφίσταται πλῆθος στρατιωτῶν ἐπὶ τοὺς μιαροὺς τούτους ἀφιγμένον, καὶ εὐθέως πάντας ἐδέσμουν καὶ ἐπὶ τὸν τῆς χώρας ἡγεμόνα ἀπῆγον. ἔτυχε δὲ καὶ ὁ τὴν κόρην μεμνηστευμένος σὺν αὐτοῖς ἐλθών· αὐτὸς γὰρ ἦν ὁ καὶ τὸ καταγώγιον τῶν ληιστῶν μηνύσας. παραλαβὼν οὖν τὴν παρθένον καὶ καθίσας ἐπ᾽ ἐμὲ οὕτως ἦγεν οἴκαδε. οἱ δὲ κωμῆται ὡς εἶδον ἡμᾶς ἔτι πόρρωθεν, ἔγνωσαν εὐτυχοῦντας, εὐαγγέλιον αὐτοῖς ἐμοῦ προογκησαμένου, καὶ προσδραμόντες ἠσπάζοντο καὶ ἦγον ἔσω.
[27] ἡ δὲ παρθένος πολὺν λόγον εἶχεν ἐμοῦ δίκαιον ποιοῦσα τοῦ συναιχμαλώτου συναποδράσαντος καὶ τὸν κοινὸν αὐτῆι ἐκεῖνον θάνατον συγκινδυνεύσαντος. καί μοι παρὰ τῆς κεκτημένης ἄριστον παρέκειτο μέδιμνος κριθῶν καὶ χόρτος ὅσος καὶ καμήλωι ἱκανός. ἐγὼ δὲ τότε μάλιστα κατηρώμην τὴν Παλαίστραν ὡς ὄνον με καὶ οὐ κύνα τῆι τέχνηι μεταθεῖσαν· ἑώρων γὰρ τοὺς κύνας εἰς τοὐπτανεῖον παρεισιόντας καὶ λαφύσσοντας πολλὰ καὶ ὅσα ἐν γάμοις πλουσίων νυμφίων. ἡμέραις δὲ ὕστερον μετὰ τὸν γάμον οὐ πολλαῖς ἐπειδὴ χάριν μοι ἡ δέσποινα ἔφη ἔχειν παρὰ τῶι πατρὶ καὶ ἀμείψασθαί με ἀμοιβῆι τῆι δικαίαι θέλειν ὁ πατὴρ ἐκέλευσεν ἐλεύθερον ἀφιέναι ὑπαίθριον καὶ σὺν ταῖς ἀγελαίαις ἵπποις νέμεσθαι· Καὶ γὰρ ὡς ἐλεύθερος, ἔφη, ζήσεται ἐν ἡδονῆι καὶ ταῖς ἵπποις ἐπιβήσεται. καὶ αὕτη δικαιοτάτη ἀμοιβὴ ἐδόκει τότε, εἰ ἦν τὰ πράγματα ἐν ὄνωι δικαστῆι. καλέσας οὖν τῶν ἱπποφορβῶν τινα τούτωι με παραδίδωσιν, ἐγὼ δὲ ἔχαιρον ὡς οὐκέτι ἀχθοφορήσων. ἐπεὶ δὲ ἥκομεν εἰς τὸν ἀγρόν, ταῖς ἵπποις με ὁ νομεὺς συνέμιξεν καὶ ἦγεν ἡμᾶς τὴν ἀγέλην εἰς νομόν.
[28] ἐχρῆν δὲ ἄρα κἀνταῦθα ὥσπερ Κανδαύληι κἀμοὶ γενέσθαι· ὁ γὰρ ἐπιστάτης τῶν ἵππων τῆι αὑτοῦ γυναικὶ Μεγαπόληι ἔνδον με κατέλιπεν· ἡ δὲ τῆι μύληι με ὑπεζεύγνυεν, ὥστε ἀλεῖν αὐτῆι καὶ πυροὺς καὶ κριθὰς ὅλας. καὶ τοῦτο μὲν ἦν μέτριον κακὸν εὐχαρίστωι ὄνωι ἀλεῖν τοῖς ἑαυτοῦ ἐπιστάταις· ἡ δὲ βελτίστη καὶ παρὰ τῶν ἄλλων τῶν ἐν ἐκείνοις τοῖς ἀγροῖς – πολλοὶ δὲ πάνυ ἦσαν – ἄλευρα τὸν μισθὸν αἰτοῦσα ἐξεμίσθου τὸν ἐμὸν ἄθλιον τράχηλον, καὶ τὰς μὲν κριθὰς τοὐμὸν ἄριστον φρύγουσα κἀμοὶ ὥστε ἀλεῖν ἐπιβάλλουσα, μάζας ὅλας ποιοῦσα κατέπινεν· ἐμοὶ δὲ πίτυρα τὸ ἄριστον ἦν. εἰ δέ ποτε καὶ συνελάσειέ με ταῖς ἵπποις ὁ νομεύς, παιόμενός τε καὶ δακνόμενος ὑπὸ τῶν ἀρσένων ἀπωλλύμην· ἀεὶ γάρ με μοιχὸν ὑποπτεύοντες εἶναι τῶν ἵππων τῶν αὑτῶν γυναικῶν ἐδίωκον ἀμφοτέροις εἰς ἐμὲ ὑπολακτίζοντες, ὥστε φέρειν οὐκ ἠδυνάμην ζηλοτυπίαν ἱππικήν. λεπτὸς οὖν καὶ ἄμορφος ἐν οὐ πολλῶι χρόνωι ἐγενόμην, οὔτε ἔνδον εὐφραινόμενος πρὸς τῆι μύληι οὔτε ὑπαίθριος νεμόμενος, ὑπὸ τῶν συννόμων πολεμούμενος.
[29] καὶ μὴν καὶ τὰ πολλὰ εἰς τὸ ὄρος ἄνω ἐπεμπόμην καὶ ξύλα τοῖς ὤμοις ἐκόμιζον. τοῦτο δὲ ἦν τὸ κεφ�
��λαιον τῶν ἐμῶν κακῶν· πρῶτον μὲν ὑψηλὸν ὄρος ἀναβαίνειν ἔδει, ὀρθὴν δεινῶς ὁδόν, εἶτα καὶ ἀνυπόδητος ὄρει ἐν λιθίνωι. καί μοι συνεξέπεμπον ὀνηλάτην, παιδάριον ἀκάθαρτον. τοῦτό με καινῶς ἑκάστοτε ἀπώλλυε· πρῶτον μὲν ἔπαιέ με καὶ τρέχοντα λίαν οὐ ξύλωι ἁπλῶι, ἀλλὰ τῶι ὄζους πυκνοὺς ἔχοντι καὶ ὀξεῖς, καὶ ἀεὶ ἔπαιεν ἐς τὸ αὐτὸ τοῦ μηροῦ, ὥστε ἀνέωικτό μοι κατ᾽ ἐκεῖνο ὁ μηρὸς τῆι ῥάβδωι· ὁ δὲ ἀεὶ τὸ τραῦμα ἔπαιεν. εἶτά μοι ἐπετίθει φορτίον ὅσον χαλεπὸν εἶναι καὶ ἐλέφαντι ἐνεγκεῖν· καὶ ἄνωθεν ἡ κατάβασις ὀξεῖα ἦν· ὁ δὲ καὶ ἐνταῦθα ἔπαιεν. εἰ δέ μοι περιπῖπτον ἴδοι τὸ φορτίον καὶ εἰς τὸ ἕτερον ἐπικλῖνον, δέον τῶν ξύλων ἀφαιρεῖν καὶ τῶι κουφοτέρωι προσβάλλειν καὶ τὸ ἴσον ποιεῖν, τοῦτο μὲν οὐδέποτε εἰργάσατο, λίθους δὲ μεγάλους ἐκ τοῦ ὄρους ἀναιρούμενος εἰς τὸ κουφότερον καὶ ἄνω νεῦον τοῦ φορτίου προσετίθει· καὶ κατήιειν ἄθλιος τοῖς ξύλοις ὁμοῦ καὶ λίθους ἀχρείους περιφέρων. καὶ ποταμὸς ἦν ἀέναος ἐν τῆι ὁδῶι· ὁ δὲ τῶν ὑποδημάτων φειδόμενος ὀπίσω τῶν ξύλων ἐπ᾽ ἐμοὶ καθίζων ἐπέρα τὸν ποταμόν.
[30] εἰ δέ ποτε οἷα κάμνων καὶ ἀχθοφορῶν καταπέσοιμι, τότε δὴ τότε τὸ δεινὸν ἀφόρητον ἦν· οὗ γὰρ ἦν καταβάντος τὴν χεῖρά μοι ἐπιδοῦναι κἀμὲ χαμόθεν ἐπεγείρειν καὶ τοῦ φορτίου ἀφελεῖν, ἄν ποτε καὶ δέοι, ὁ δὲ οὔτε κατῆλθεν οὔτε χεῖρά μοι ἐπέδωκεν, ἀλλ᾽ ἄνωθεν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤτων ἀρξάμενος συνέκοπτέ με τῶι ξύλωι, ἕως ἐπεγείρωσί με αἱ πληγαί. καὶ μὴν καὶ ἄλλο κακὸν εἰς ἐμὲ ἀφόρητον ἔπαιζεν· συνενεγκὼν ἀκανθῶν ὀξυτάτων φορτίον καὶ τοῦτο δεσμῶι περισφίγξας ἀπεκρέμα ὄπισθεν ἐκ τῆς οὐρᾶς, αἱ δὲ οἷον εἰκὸς ἀπιόντος τὴν ὁδὸν ἀποκρεμάμεναι προσέπιπτόν μοι καὶ πάντα μοι τὰ ὄπισθεν νύττουσαι ἐτίτρωσκον· καὶ ἦν μοι τὸ ἀμύνειν ἀδύνατον, τῶν τιτρωσκόντων ἀεί μοι ἑπομένων κἀμοῦ ἠρτημένων. εἰ μὲν γὰρ ἀτρέμα προΐοιμι φυλαττόμενος τῶν ἀκανθῶν τὴν προσβολήν, ὑπὸ τῶν ξύλων ἀπωλλύμην, εἰ δὲ φεύγοιμι τὸ ξύλον, τότ᾽ ἤδη τὸ δεινὸν ὄπισθεν ὀξὺ προσέπιπτεν. καὶ ὅλως ἔργον ἦν τῶι ὀνηλάτηι τῶι ἐμῶι ἀποκτενεῖν με.
[31] ἐπεὶ δέ ποτε ἅπαξ κακὰ πάσχων πολλὰ οὐκέτι φέρων πρὸς αὐτὸν λὰξ ἐκίνησα, εἶχεν ἀεὶ τοῦτο τὸ λὰξ ἐν μνήμηι. καί ποτε κελεύεται στυππεῖον ἐξ ἑτέρου χωρίου εἰς ἕτερον χωρίον μετενεγκεῖν· κομίσας οὖν με καὶ τὸ στυππεῖον τὸ πολὺ συνενεγκὼν κατέδησεν ἐπ᾽ ἐμὲ καὶ δεσμῶι ἀργαλέωι εὖ μάλα προσέδησέ με τῶι φορτίωι κακὸν ἐμοὶ μέγα τυρεύων. ἐπεὶ δὲ προϊέναι λοιπὸν ἔδει, ἐκ τῆς ἑστίας κλέψας δαλὸν ἔτι θερμόν, ἐπειδὴ πόρρω τῆς αὐλῆς ἐγενόμεθα, τὸν δαλὸν ἐνέκρυψεν εἰς τὸ στυππεῖον. τὸ δὲ – τί γὰρ ἄλλο ἐδύνατο; – εὐθὺς ἀνάπτεται, καὶ λοιπὸν οὐδὲν ἔφερον ἄλλο ἢ πῦρ ἄπλετον. μαθὼν οὖν ὡς αὐτίκα ὀπτήσομαι, ἐν τῆι ὁδῶι τέλματι βαθεῖ ἐντυχὼν ῥίπτω ἐμαυτὸν τοῦ τέλματος ἐς τὸ ὑγρότατον· εἶτα ἐκύλιον ἐνταῦθα τὸ στυππεῖον καὶ δινῶν καὶ στρέφων ἐμαυτὸν τῶι πηλῶι κατέσβεσα τὸ θερμὸν ἐκεῖνο καὶ πικρὸν ἐμοὶ φορτίον, καὶ οὕτω λοιπὸν ἀκινδυνότερον ἐβάδιζον τῆς ὁδοῦ τὸ ἐπίλοιπον. οὐδὲ γὰρ ἔτι με ἀνάψαι τῶι παιδὶ δυνατὸν ἦν τοῦ στυππείου πηλῶι ὑγρῶι πεφυρμένου. καὶ τοῦτό γε ὁ τολμηρὸς παῖς ἐλθὼν ἐμοῦ κατεψεύσατο, εἰπὼν ὡς παριὼν ἑκὼν ἑαυτὸν ἐνσείσαιμι τῆι ἑστίαι. καὶ τότε μὲν ἐκ τοῦ στυππείου μηδὲ ἐλπίζων ὑπεξῆλθον.
[32] ἀλλ᾽ ἕτερον ὁ ἀκάθαρτος παῖς ἐξεῦρεν ἐπ᾽ ἐμὲ μακρῶι κάκιον· κομίσας γάρ με ἐς τὸ ὄρος καί μοι φορτίον ἁδρὸν ἐπιθεὶς ἐκ τῶν ξύλων, τοῦτο μὲν πιπράσκει γεωργῶι πλησίον οἰκοῦντι, ἐμὲ δὲ γυμνὸν καὶ ἄξυλον κομίσας οἴκαδε καταψεύδεταί μου πρὸς τὸν αὑτοῦ δεσπότην ἔργον ἀνόσιον· Τοῦτον, δέσποτα, τὸν ὄνον οὐκ οἶδ᾽ ὅ τι βόσκομεν δεινῶς ἀργὸν ὄντα καὶ βραδύν. ἀλλὰ μὴν νῦν ἐπιτηδεύει καὶ ἄλλο ἔργον· ἐπὰν γυναῖκα ἢ παρθένον καλὴν καὶ ὡραίαν ἴδηι ἢ παῖδα, ἀπολακτίσας ἵεται δρόμωι ἐπ᾽ αὐτούς, ὡς εἴ τις ἐρᾶι ἄνθρωπος ἄρρην ἐπὶ ἐρωμένηι γυναικὶ κινούμενος, καὶ δάκνει ἐν φιλήματος σχήματι καὶ πλησιάζειν βιάζεται, ἐκ δὲ τούτου σοι δίκας καὶ πράγματα παρέξει, πάντων ὑβριζομένων, πάντων ἀνατρεπομένων. καὶ γὰρ νῦν ξύλα κομίζων γυναῖκα εἰς ἀγρὸν ἀπιοῦσαν ἰδὼν τὰ μὲν ξύλα πάντα χαμαὶ ἐσκόρπισεν ἀποσεισάμενος, τὴν δὲ γυναῖκα ἐς τὴν ὁδὸν ἀνατρέψας γαμεῖν ἐβούλετο, ἕως ἄλλος ἄλλοθεν ἐκδραμόντες ἠμύναμεν τῆι γυναικὶ ἐς τὸ μὴ διασπασθῆναι ὑπὸ τοῦ καλοῦ τούτου ἐραστοῦ.
[33] ὁ δὲ ταῦτα πυθόμενος, Ἀλλ᾽ εἰ μήτε βαδίζειν, ἔφη, ἐθέλει μήτε φορτηγεῖν καὶ ἔρωτας ἀνθρωπίνους ἐρᾶι ἐπὶ γυναῖκας καὶ παῖδας οἰστρούμενος, ἀποσφάξατε αὐτόν, καὶ τὰ μὲν ἔγκατα τοῖς κυσὶ δότε, τὰ δὲ κρέα τοῖς ἐργάταις φυλάξατε· καὶ ἢν ἔρηται, πῶς οὗτος ἀπέθανε, λύκου τοῦτο καταψεύσασθε. ὁ μὲν οὖν ἀκάθαρτος παῖς ὁ ἐμὸς ὀνηλάτης ἔχαιρε καί με αὐτίκα ἤθελεν ἀποσφάττειν. ἀλλ᾽ ἔτυχε γάρ τις παρὼν τότε τῶν γειτόνων γεωργῶν· οὗτος ἐρρύσατό με ἐκ τοῦ θανάτου
δεινὰ ἐπ᾽ ἐμοὶ βουλευσάμενος. Μηδαμῶς, ἔφη, ἀποσφάξηις ὄνον καὶ ἀλεῖν καὶ ἀχθοφορεῖν δυνάμενον· καὶ οὐ μέγα. ἐπειδὴ γὰρ εἰς ἀνθρώπους ἔρωι καὶ οἴστρωι φέρεται, λαβὼν αὐτὸν ἔκτεμε· τῆς γὰρ ἐπαφροδίτου ταύτης ὁρμῆς ἀφαιρεθεὶς ἥμερός τε εὐθὺς καὶ πίων ἔσται καὶ οἴσει φορτίον μέγα οὐδὲν ἀχθόμενος. εἰ δὲ αὐτὸς ἀπείρως ἔχεις ταύτης τῆς ἰατρείας, ἀφίξομαι δεῦρο μεταξὺ τριῶν ἢ τεττάρων ἡμερῶν καί σοι τοῦτον σωφρονέστερον προβατίου παρέξω τῆι τομῆι. οἱ μὲν οὖν ἔνδον ἅπαντες ἐπήινουν τὸν σύμβουλον, ὡς εὖ λέγοι, ἐγὼ δὲ ἤδη ἐδάκρυον ὡς ἀπολέσων αὐτίκα τὸν ἐν τῶι ὄνωι ἄνδρα καὶ ζῆν οὐκέτι ἐθέλειν ἔφην, εἰ γενοίμην εὐνοῦχος· ὥστε καὶ ὅλως ἀποσιτῆσαι τοῦ λοιποῦ ἐγνώκειν ἢ ῥῖψαι ἑαυτὸν ἐκ τοῦ ὄρους, ἔνθα ἐκπεσὼν θανάτωι οἰκτίστωι ὁλόκληρος ἔτι καὶ ἀκέραιος νεκρὸς τεθνήξομαι.
[34] ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα, ἄγγελός τις ἀπὸ τῆς κώμης ἧκεν εἰς τὸν ἀγρὸν καὶ τὴν ἔπαυλιν, ταύτην λέγων τὴν νεόνυμφον κόρην τὴν ὑπὸ τοῖς ληισταῖς γενομένην καὶ τὸν ταύτης νυμφίον, περὶ δείλην ὀψίαν ἀμφοτέρους αὐτοὺς ἐν τῶι αἰγιαλῶι περιπατοῦντας, ἐπιπολάσασαν ἄφνω τὴν θάλασσαν ἁρπάξαι αὐτοὺς καὶ ἀφανεῖς ποιῆσαι, καὶ τέλος αὐτοῖς τοῦτο τῆς συμφορᾶς καὶ θανάτου γενέσθαι. οἱ δὲ οἷα δὴ κεκενωμένης τῆς οἰκίας νέων δεσποτῶν ἔγνωσαν μηκέτι μένειν ἐν τῆι δουλείαι, ἀλλὰ πάντα διαρπάσαντες τὰ ἔνδον φυγῆι ἐσώιζοντο. ὁ δὲ νομεὺς τῶν ἵππων κἀμὲ παραλαβὼν καὶ πάνθ᾽ ὅσα δυνατὸς συλλαβὼν ἐπικατέδησέ μοι καὶ ταῖς ἵπποις * * *. ἐγὼ δὲ ἠχθόμην μὲν φέρων φορτίον ὄνου ἀληθινοῦ, ἀλλ᾽ οὖν ἄσμενος τὸ ἐμπόδιον τοῦτο τῆς ἐμῆς ἐδεξάμην ἐκτομῆς. καὶ τὴν νύκτα ὅλην ἐλθόντες ὁδὸν ἀργαλέαν καὶ τριῶν ἄλλων ἡμερῶν τὴν ὁδὸν ἀνύσαντες ἐρχόμεθα ἐς πόλιν τῆς Μακεδονίας Βέροιαν μεγάλην καὶ πολυάνθρωπον.